<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:3.9.1-3.9.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:3.9.1-3.9.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="3" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="1"><p>Ἀρκάδος δὲ καὶ Λεανείρας τῆς Ἀμύκλου ἢ
					Μεγανείρας<!-- <NOTE ED="Frazer">1</NOTE> --> τῆς Κρόκωνος, ὡς δὲ Εὔμηλος λέγει,
					νύμφης Χρυσοπελείας, ἐγένοντο παῖδες Ἔλατος καὶ Ἀφείδας. οὗτοι τὴν γῆν
					ἐμερίσαντο, τὸ δὲ πᾶν κράτος εἶχεν Ἔλατος, ὃς ἐκ Λαοδίκης τῆς Κινύρου Στύμφαλον
					καὶ Περέα τεκνοῖ, Ἀφείδας δὲ Ἀλεὸν καὶ Σθενέβοιαν, ἣν γαμεῖ Προῖτος. Ἀλεοῦ δὲ
					καὶ Νεαίρας τῆς Περέως θυγάτηρ μὲν Αὔγη, υἱοὶ δὲ Κηφεὺς καὶ Λυκοῦργος.
					Αὔγη<!-- <NOTE ED="Frazer">2</NOTE> --> μὲν οὖν ὑφʼ Ἡρακλέους φθαρεῖσα κατέκρυψε
					τὸ βρέφος ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς, ἧς εἶχε τὴν ἱερωσύνην. ἀκάρπου δὲ τῆς γῆς
					μενούσης, καὶ μηνυόντων τῶν χρησμῶν εἶναί τι ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς δυσσέβημα,
					φωραθεῖσα ὑπὸ τοῦ πατρὸς παρεδόθη Ναυπλίῳ ἐπὶ θανάτῳ παρʼ οὗ Τεύθρας ὁ Μυσῶν
					δυνάστης παραλαβὼν αὐτὴν ἔγημε.<!-- <NOTE ED="Frazer">3</NOTE> --> τὸ δὲ βρέφος
					ἐκτεθὲν ἐν ὄρει Παρθενίῳ θηλὴν ὑποσχούσης ἐλάφου Τήλεφος ἐκλήθη, καὶ τραφεὶς ὑπὸ
					τῶν Κορύθου<!-- <NOTE ED="Frazer">4</NOTE> --> βουκόλων καὶ ζητήσας τοὺς γονέας
					ἧκεν εἰς Δελφούς, καὶ μαθὼν παρὰ τοῦ θεοῦ, παραγενόμενος εἰς Μυσίαν θετὸς παῖς
					Τεύθραντος γίνεται· καὶ τελευτῶντος αὐτοῦ διάδοχος τῆς δυναστείας γίνεται. <pb n="398"/>
                  </p></div><div type="textpart" subtype="section" n="2"><p>Λυκούργου δὲ καὶ Κλεοφύλης ἢ Εὐρυνόμης Ἀγκαῖος καὶ Ἔποχος καὶ Ἀμφιδάμας καὶ
					Ἴασος.<!-- <NOTE ED="Frazer">1</NOTE> --> Ἀμφιδάμαντος δὲ Μελανίων καὶ θυγάτηρ
					Ἀντιμάχη, ἣν Εὐρυσθεὺς ἔγημεν. Ἰάσου δὲ καὶ Κλυμένης τῆς Μινύου Ἀταλάντη
					ἐγένετο. ταύτης ὁ πατὴρ ἀρρένων παίδων ἐπιθυμῶν ἐξέθηκεν αὐτήν, ἄρκτος δὲ
					φοιτῶσα πολλάκις θηλὴν ἐδίδου, μέχρις οὗ εὑρόντες κυνηγοὶ παρʼ ἑαυτοῖς
					ἀνέτρεφον. τελεία δὲ Ἀταλάντη γενομένη παρθένον ἑαυτὴν ἐφύλαττε, καὶ θηρεύουσα
					ἐν ἐρημίᾳ καθωπλισμένη διετέλει. βιάζεσθαι δὲ αὐτὴν ἐπιχειροῦντες Κένταυροι
					Ῥοῖκός<!-- <NOTE ED="Frazer">2</NOTE> --> τε καὶ Ὑλαῖος κατατοξευθέντες ὑπʼ
					αὐτῆς ἀπέθανον. παρεγένετο δὲ μετὰ τῶν ἀριστέων καὶ ἐπὶ τὸν Καλυδώνιον κάπρον,
					καὶ ἐν τῷ ἐπὶ Πελίᾳ τεθέντι<!-- <NOTE ED="Frazer">3</NOTE> --> ἀγῶνι ἐπάλαισε
					Πηλεῖ καὶ ἐνίκησεν. <pb n="400"/>ἀνευροῦσα δὲ ὕστερον τοὺς γονέας, ὡς ὁ πατὴρ
					γαμεῖν αὐτὴν ἔπειθεν ἀπιοῦσα εἰς σταδιαῖον τόπον καὶ πήξασα μέσον σκόλοπα
					τρίπηχυν, ἐντεῦθεν τῶν μνηστευομένων τοὺς δρόμους
					προϊεῖσα<!-- <NOTE ED="Frazer">1</NOTE> --> ἐτρόχαζε καθωπλισμένη· καὶ
					καταληφθέντι μὲν αὐτοῦ<!-- <NOTE ED="Frazer">2</NOTE> --> θάνατος ὠφείλετο, μὴ
					καταληφθέντι δὲ γάμος. ἤδη δὲ πολλῶν
					ἀπολομένων<!-- <NOTE ED="Frazer">3</NOTE> --> Μελανίων αὐτῆς ἐρασθεὶς ἧκεν ἐπὶ
					τὸν δρόμον, χρύσεα μῆλα κομίζων παρʼ Ἀφροδίτης, καὶ διωκόμενος ταῦτα ἔρριπτεν. ἡ
					δὲ ἀναιρουμένη τὰ ῥιπτόμενα<!-- <NOTE ED="Frazer">4</NOTE> --> τὸν δρόμον
					ἐνικήθη. ἔγημεν οὖν αὐτὴν Μελανίων. καί ποτε λέγεται θηρεύοντας αὐτοὺς εἰσελθεῖν
					εἰς τὸ τέμενος Διός, κἀκεῖ συνουσιάζοντας εἰς
					λέοντας<!-- <NOTE ED="Frazer">5</NOTE> --> ἀλλαγῆναι. Ἡσίοδος δὲ καί τινες
					ἕτεροι τὴν Ἀταλάντην οὐκ Ἰάσου ἀλλὰ Σχοινέως εἶπον, Εὐριπίδης δὲ <pb n="402"/>Μαινάλου, καὶ τὸν γήμαντα αὐτὴν οὐ Μελανίωνα ἀλλὰ Ἱππομένην. ἐγέννησε δὲ ἐκ
					Μελανίωνος Ἀταλάντη ἢ Ἄρεος Παρθενοπαῖον, ὃς ἐπὶ Θήβας ἐστρατεύσατο. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>