<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:3.5.1-3.5.9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:3.5.1-3.5.9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="3" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="1"><p>Διόνυσος δὲ εὑρετὴς ἀμπέλου γενόμενος, Ἥρας μανίαν αὐτῷ ἐμβαλούσης περιπλανᾶται
						<pb n="326"/>Αἴγυπτόν τε καὶ Συρίαν. καὶ τὸ μὲν πρῶτον Πρωτεὺς αὐτὸν
					ὑποδέχεται βασιλεὺς Αἰγυπτίων, αὖθις δὲ εἰς Κύβελα τῆς Φρυγίας ἀφικνεῖται, κἀκεῖ
					καθαρθεὶς ὑπὸ Ῥέας καὶ τὰς τελετὰς ἐκμαθών, καὶ λαβὼν παρʼ ἐκείνης τὴν στολήν,
						<del>ἐπὶ Ἰνδοὺς</del>
                     <!-- <NOTE ED="Frazer">1</NOTE> --> διὰ τῆς Θράκης
					ἠπείγετο. Λυκοῦργος δὲ παῖς Δρύαντος, Ἠδωνῶν βασιλεύων, οἳ Στρυμόνα ποταμὸν
					παροικοῦσι, πρῶτος ὑβρίσας ἐξέβαλεν αὐτόν. καὶ Διόνυσος μὲν εἰς θάλασσαν πρὸς
					Θέτιν τὴν Νηρέως κατέφυγε, Βάκχαι δὲ ἐγένοντο αἰχμάλωτοι καὶ τὸ συνεπόμενον
					Σατύρων πλῆθος αὐτῷ. αὖθις δὲ αἱ Βάκχαι ἐλύθησαν ἐξαίφνης, Λυκούργῳ δὲ μανίαν
					ἐνεποίησε<!-- <NOTE ED="Frazer">2</NOTE> --> Διόνυσος. ὁ δὲ μεμηνὼς Δρύαντα τὸν
					παῖδα, ἀμπέλου νομίζων κλῆμα κόπτειν, πελέκει πλήξας <pb n="328"/>ἀπέκτεινε, καὶ
					ἀκρωτηριάσας αὐτὸν ἐσωφρόνησε.<!-- <NOTE ED="Frazer">1</NOTE> --> τῆς δὲ γῆς
					ἀκάρπου μενούσης, ἔχρησεν ὁ θεὸς καρποφορήσειν αὐτήν, ἂν θανατωθῇ Λυκοῦργος.
					Ἠδωνοὶ δὲ ἀκούσαντες εἰς τὸ Παγγαῖον αὐτὸν <pb n="330"/>ἀπαγαγόντες ὄρος ἔδησαν,
					κἀκεῖ κατὰ Διονύσου βούλησιν ὑπὸ ἵππων διαφθαρεὶς ἀπέθανε. </p></div><div type="textpart" subtype="section" n="2"><p>διελθὼν δὲ Θρᾴκην <del>καὶ τὴν Ἰνδικὴν ἅπασαν, στήλας ἐκεῖ
					στήσας</del>
                     <!-- <NOTE ED="Frazer">1</NOTE> --> ἧκεν εἰς Θήβας, καὶ τὰς γυναῖκας
					ἠνάγκασε καταλιπούσας τὰς οἰκίας βακχεύειν ἐν τῷ Κιθαιρῶνι. Πενθεὺς δὲ γεννηθεὶς
					ἐξ Ἀγαυῆς Ἐχίονι, παρὰ Κάδμου εἰληφὼς τὴν βασιλείαν, διεκώλυε ταῦτα γίνεσθαι,
					καὶ παραγενόμενος εἰς Κιθαιρῶνα τῶν Βακχῶν κατάσκοπος ὑπὸ τῆς μητρὸς Ἀγαυῆς κατὰ
					μανίαν ἐμελίσθη· ἐνόμισε γὰρ αὐτὸν θηρίον εἶναι. δείξας δὲ Θηβαίοις ὅτι θεός
					ἐστιν, ἧκεν εἰς Ἄργος, κἀκεῖ<!-- <NOTE ED="Frazer">2</NOTE> --> πάλιν οὐ
					τιμώντων αὐτὸν ἐξέμηνε τὰς γυναῖκας. αἱ δὲ ἐν τοῖς ὄρεσι τοὺς ἐπιμαστιδίους
					ἔχουσαι<!-- <NOTE ED="Frazer">3</NOTE> --> παῖδας τὰς σάρκας αὐτῶν ἐσιτοῦντο.
						</p></div><div type="textpart" subtype="section" n="3"><p>βουλόμενος δὲ ἀπὸ τῆς Ἰκαρίας εἰς Νάξον
					διακομισθῆναι, Τυρρηνῶν λῃστρικὴν ἐμισθώσατο τριήρη. οἱ δὲ αὐτὸν ἐνθέμενοι Νάξον
					μὲν παρέπλεον, ἠπείγοντο δὲ εἰς τὴν Ἀσίαν ἀπεμπολήσοντες. ὁ δὲ τὸν μὲν
					ἱστὸν<!-- <NOTE ED="Frazer">4</NOTE> --> καὶ τὰς κώπας ἐποίησεν ὄφεις, τὸ δὲ
					σκάφος ἔπλησε κισσοῦ καὶ βοῆς αὐλῶν· οἱ δὲ ἐμμανεῖς γενόμενοι κατὰ τῆς θαλάττης
					ἔφυγον <pb n="332"/>καὶ ἐγένοντο δελφῖνες. ὣς
					δὲ<!-- <NOTE ED="Frazer">1</NOTE> --> αὐτὸν θεὸν ἄνθρωποι ἐτίμων, ὁ δὲ ἀναγαγὼν
					ἐξ Ἅιδου τὴν μητέρα, καὶ προσαγορεύσας Θυώνην, μετʼ αὐτῆς εἰς οὐρανὸν ἀνῆλθεν.
						<pb n="334"/>
                  </p></div><div type="textpart" subtype="section" n="4"><p>ὁ δὲ Κάδμος μετὰ Ἁρμονίας Θήβας ἐκλιπὼν πρὸς
					Ἐγχελέας<!-- <NOTE ED="Frazer">1</NOTE> --> παραγίνεται. τούτοις δὲ ὑπὸ Ἰλλυριῶν
					πολεμουμένοις ὁ θεὸς ἔχρησεν Ἰλλυριῶν κρατήσειν, ἐὰν ἡγεμόνας Κάδμον καὶ
					Ἁρμονίαν ἔχωσιν. οἱ δὲ πεισθέντες ποιοῦνται κατὰ Ἰλλυριῶν ἡγεμόνας τούτους καὶ
					κρατοῦσι. καὶ βασιλεύει Κάδμος Ἰλλυριῶν, καὶ παῖς Ἰλλυριὸς αὐτῷ γίνεται. αὖθις
					δὲ μετὰ Ἁρμονίας εἰς δράκοντα μεταβαλὼν εἰς Ἠλύσιον πεδίον ὑπὸ Διὸς ἐξεπέμφθη.
						</p></div><div type="textpart" subtype="section" n="5"><p>Πολύδωρος δὲ Θηβῶν βασιλεὺς γενόμενος Νυκτηίδα γαμεῖ, Νυκτέως
					<add>τοῦ</add>
                     <!-- <NOTE ED="Frazer">2</NOTE> --> Χθονίου θυγατέρα, καὶ γεννᾷ
					Λάβδακον. οὗτος ἀπώλετο, μετὰ<!-- <NOTE ED="Frazer">3</NOTE> --> Πενθέα ἐκείνῳ
					φρονῶν παραπλήσια. καταλιπόντος δὲ Λαβδάκου παῖδα ἐνιαυσιαῖον Λάιον, τὴν ἀρχὴν
					ἀφείλετο Λύκος, ἕως οὗτος ἦν παῖς, ἀδελφὸς ὢν Νυκτέως. ἀμφότεροι δὲ <del>ἀπὸ <pb n="336"/>Εὐβοίας</del>
                     <!-- <NOTE ED="Frazer">1</NOTE> --> φυγὸντες, ἐπεὶ
					Φλεγύαν ἀπέκτειναν τὸν Ἄρεος καὶ Δωτίδος τῆς Βοιωτίδος,
					Ὑρίαν<!-- <NOTE ED="Frazer">2</NOTE> --> κατῴκουν,
					καὶ<gap reason="lost"/>
                     <!-- <NOTE ED="Frazer">3</NOTE> --> διὰ τὴν πρὸς Πενθέα οἰκειότητα
					ἐγεγόνεσαν πολῖται. αἱρεθεὶς οὖν Λύκος πολέμαρχος ὑπὸ Θηβαίων
					ἐπέθετο<!-- <NOTE ED="Frazer">4</NOTE> --> τῇ δυναστείᾳ, καὶ βασιλεύσας ἔτη
					εἴκοσι,<!-- <NOTE ED="Frazer">5</NOTE> --> φονευθεὶς ὑπὸ Ζήθου καὶ Ἀμφίονος
					θνήσκει διʼ αἰτίαν τήνδε. Ἀντιόπη θυγάτηρ ἦν Νυκτέως· ταύτῃ Ζεὺς συνῆλθεν. ἡ δὲ
					ὡς ἔγκυος ἐγένετο, τοῦ πατρὸς ἀπειλοῦντος εἰς Σικυῶνα ἀποδιδράσκει πρὸς Ἐπωπέα
					καὶ τούτῳ γαμεῖται. Νυκτεὺς δὲ ἀθυμήσας ἑαυτὸν φονεύει, δοὺς
					ἐντολὰς<!-- <NOTE ED="Frazer">6</NOTE> --> Λύκῳ παρὰ Ἐπωπέως καὶ παρὰ Ἀντιόπης
					λαβεῖν δίκας. ὁ δὲ στρατευσάμενος Σικυῶνα χειροῦται, καὶ τὸν μὲν Ἐπωπέα κτείνει,
					τὴν δὲ Ἀντιόπην ἤγαγεν αἰχμάλωτον. ἡ δὲ <pb n="338"/>ἀγομένη δύο γεννᾷ παῖδας ἐν
					Ἐλευθεραῖς τῆς Βοιωτίας, οὓς ἐκκειμένους εὑρὼν βουκόλος ἀνατρέφει, καὶ τὸν μὲν
					καλεῖ Ζῆθον τὸν δὲ Ἀμφίονα. Ζῆθος μὲν οὖν ἐπεμελεῖτο
					βουφορβίων,<!-- <NOTE ED="Frazer">1</NOTE> --> Ἀμφίων δὲ κιθαρῳδίαν ἤσκει,
					δόντος αὐτῷ λύραν Ἑρμοῦ. Ἀντιόπην δὲ ᾐκίζετο Λύκος καθείρξας καὶ ἡ τούτου γυνὴ
					Δίρκη· λαθοῦσα δέ ποτε, τῶν δεσμῶν αὐτομάτως<!-- <NOTE ED="Frazer">2</NOTE> -->
					λυθέντων, ἧκεν ἐπὶ τὴν τῶν παίδων ἔπαυλιν, δεχθῆναι πρὸς αὐτῶν θέλουσα. οἱ δὲ
					ἀναγνωρισάμενοι τὴν μητέρα, τὸν μὲν Λύκον κτείνουσι, τὴν δὲ Δίρκην δήσαντες ἐκ
					ταύρου ῥίπτουσι θανοῦσαν εἰς κρήνην τὴν ἀπʼ ἐκείνης καλουμένην Δίρκην.
					παραλαβόντες δὲ τὴν δυναστείαν τὴν μὲν πόλιν ἐτείχισαν, ἐπακολουθησάντων τῇ
					Ἀμφίονος λύρᾳ τῶν λίθων, Λάιον δὲ ἐξέβαλον. ὁ δὲ ἐν Πελοποννήσῳ διατελῶν
					ἐπιξενοῦται Πέλοπι, καὶ τούτου παῖδα Χρύσιππον ἁρματοδρομεῖν διδάσκων ἐρασθεὶς
					ἀναρπάζει. <pb n="340"/>
                  </p></div><div type="textpart" subtype="section" n="6"><p>γαμεῖ δὲ Ζῆθος μὲν Θήβην, ἀφʼ ἧς ἡ πόλις Θῆβαι, Ἀμφίων δὲ Νιόβην τὴν Ταντάλου, ἣ
					γεννᾷ παῖδας μὲν ἑπτά, Σίπυλον Εὐπίνυτον Ἰσμηνὸν Δαμασίχθονα Ἀγήνορα Φαίδιμον
					Τάνταλον, θυγατέρας δὲ τὰς ἴσας, Ἐθοδαΐαν (ἢ ὥς τινες Νέαιραν) Κλεόδοξαν
					Ἀστυόχην Φθίαν Πελοπίαν Ἀστυκράτειαν Ὠγυγίαν. Ἡσίοδος δὲ <pb n="342"/>δέκα μὲν
					υἱοὺς δέκα δὲ θυγατέρας, Ἡρόδωρος<!-- <NOTE ED="Frazer">1</NOTE> --> δὲ δύο μὲν
					ἄρρενας τρεῖς δὲ θηλείας, Ὅμηρος δὲ ἓξ μὲν υἱοὺς ἓξ δὲ θυγατέρας φησὶ γενέσθαι.
					εὔτεκνος δὲ οὖσα Νιόβη τῆς Λητοῦς εὐτεκνοτέρα εἶπεν ὑπάρχειν· Λητὼ δὲ
					ἀγανακτήσασα τήν τε Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα κατʼ αὐτῶν παρώξυνε, καὶ τὰς μὲν
					θηλείας ἐπὶ τῆς οἰκίας κατετόξευσεν Ἄρτεμις, τοὺς δὲ ἄρρενας κοινῇ πάντας ἐν
					Κιθαιρῶνι Ἀπόλλων κυνηγετοῦντας ἀπέκτεινεν. ἐσώθη δὲ τῶν μὲν ἀρρένων Ἀμφίων, τῶν
					δὲ θηλειῶν Χλωρὶς ἡ πρεσβυτέρα, ᾗ Νηλεὺς συνῴκησε. κατὰ δὲ Τελέσιλλαν ἐσώθησαν
					Ἀμύκλας<!-- <NOTE ED="Frazer">2</NOTE> --> καὶ Μελίβοια, ἐτοξεύθη δὲ ὑπʼ αὐτῶν
					καὶ Ἀμφίων, αὐτὴ δὲ Νιόβη Θήβας ἀπολιποῦσα πρὸς τὸν πατέρα Τάνταλον ἧκεν εἰς
					Σίπυλον, κἀκεῖ Διὶ εὐξαμένη τὴν μορφὴν εἰς λίθον μετέβαλε, καὶ χεῖται δάκρυα
					νύκτωρ καὶ μεθʼ ἡμέραν τοῦ λίθου. </p></div><div type="textpart" subtype="section" n="7"><p>μετὰ δὲ τὴν Ἀμφίονος τελευτὴν Λάιος τὴν βασιλείαν παρέλαβε. καὶ γήμας θυγατέρα
					Μενοικέως, ἣν ἔνιοι μὲν Ἰοκάστην ἔνιοι δὲ Ἐπικάστην λέγουσι, χρήσαντος τοῦ θεοῦ
					μὴ γεννᾶν (τὸν <pb n="344"/>γεννηθέντα γὰρ πατροκτόνον ἔσεσθαι) ὁ δὲ οἰνωθεὶς
					συνῆλθε τῇ γυναικί. καὶ τὸ γεννηθὲν ἐκθεῖναι δίδωσι νομεῖ, περόναις διατρήσας τὰ
					σφυρά. ἀλλʼ οὗτος μὲν ἐξέθηκεν εἰς Κιθαιρῶνα, Πολύβου δὲ βουκόλοι, τοῦ Κορινθίων
					βασιλέως, τὸ βρέφος εὑρόντες πρὸς τὴν αὐτοῦ γυναῖκα Περίβοιαν ἤνεγκαν. ἡ δὲ
					ἀνελοῦσα ὑποβάλλεται, καὶ θεραπεύσασα τὰ σφυρὰ Οἰδίπουν καλεῖ, τοῦτο θεμένη τὸ
					ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. τελειωθεὶς δὲ ὁ παῖς, καὶ διαφέρων τῶν ἡλίκων
					ῥώμῃ,<!-- <NOTE ED="Frazer">1</NOTE> --> διὰ
					φθόνον<!-- <NOTE ED="Frazer">2</NOTE> --> ὠνειδίζετο ὑπόβλητος. ὁ δὲ
					πυνθανόμενος παρὰ<!-- <NOTE ED="Frazer">3</NOTE> --> τῆς Περιβοίας μαθεῖν οὐκ
					ἠδύνατο· ἀφικόμενος δὲ εἰς Δελφοὺς περὶ τῶν ἰδίων ἐπυνθάνετο γονέων. ὁ δὲ θεὸς
					εἶπεν αὐτῷ εἰς τὴν πατρίδα μὴ πορεύεσθαι· τὸν μὲν γὰρ πατέρα φονεύσειν, τῇ μητρὶ
					δὲ μιγήσεσθαι. τοῦτο ἀκούσας, καὶ νομίζων ἐξ ὧν ἐλέγετο
					γεγεννῆσθαι,<!-- <NOTE ED="Frazer">4</NOTE> --> Κόρινθον μὲν ἀπέλιπεν, ἐφʼ
					ἅρματος δὲ διὰ τῆς Φωκίδος φερόμενος συντυγχάνει κατά τινα στενὴν ὁδὸν ἐφʼ
					ἅρματος ὀχουμένῳ Λαΐῳ. καὶ Πολυφόντου<!-- <NOTE ED="Frazer">5</NOTE> --> (κῆρυξ
						<pb n="346"/>δὲ οὗτος ἦν Λαΐου) κελεύοντος ἐκχωρεῖν καὶ διʼ ἀπείθειαν καὶ
					ἀναβολὴν κτείναντος τῶν ἵππων τὸν ἕτερον, ἀγανακτήσας Οἰδίπους καὶ Πολυφόντην
					καὶ Λάιον ἀπέκτεινε, καὶ παρεγένετο εἰς Θήβας. </p></div><div type="textpart" subtype="section" n="8"><p>Λάιον μὲν οὖν θάπτει βασιλεὺς Πλαταιέων<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					Δαμασίστρατος, τὴν δὲ βασιλείαν Κρέων ὁ Μενοικέως παραλαμβάνει. τούτου δὲ
					βασιλεύοντος οὐ μικρὰ συμφορὰ κατέσχε Θήβας. ἔπεμψε γὰρ Ἥρα Σφίγγα, ἣ μητρὸς μὲν
					Ἐχίδνης ἦν πατρὸς δὲ Τυφῶνος, εἶχε δὲ πρόσωπον μὲν γυναικός, στῆθος δὲ καὶ βάσιν
					καὶ οὐρὰν λέοντος καὶ πτέρυγας ὄρνιθος. μαθοῦσα δὲ αἴνιγμα παρὰ μουσῶν ἐπὶ τὸ
					Φίκιον ὄρος ἐκαθέζετο, καὶ τοῦτο προύτεινε Θηβαίοις. ἦν δὲ τὸ αἴνιγμα· τί ἐστιν
					ὃ μίαν ἔχον φωνὴν<!-- <NOTE ED="Frazer">2</NOTE> --> τετράπουν καὶ δίπουν καὶ
					τρίπουν <pb n="348"/>γίνεται· χρησμοῦ δὲ Θηβαίοις ὑπάρχοντος τηνικαῦτα
					ἀπαλλαγήσεσθαι τῆς Σφιγγὸς ἡνίκα ἂν τὸ αἴνιγμα λύσωσι, συνιόντες εἰς
					ταὐτὸ<!-- <NOTE ED="Frazer">1</NOTE> --> πολλάκις
					ἐζήτουν<!-- <NOTE ED="Frazer">2</NOTE> --> τί τὸ λεγόμενόν ἐστιν,
					ἐπεὶ<!-- <NOTE ED="Frazer">3</NOTE> --> δὲ μὴ εὕρισκον, ἁρπάσασα ἕνα
					κατεβίβρωσκε. πολλῶν<!-- <NOTE ED="Frazer">4</NOTE> --> δὲ ἀπολομένων, καὶ τὸ
					τελευταῖον Αἵμονος τοῦ Κρέοντος, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα
					λύσοντι<!-- <NOTE ED="Frazer">5</NOTE> --> καὶ τὴν βασιλείαν καὶ τὴν Λαΐου
					δώσειν γυναῖκα. Οἰδίπους δὲ ἀκούσας ἔλυσεν, εἰπὼν τὸ αἴνιγμα τὸ ὑπὸ τῆς Σφιγγὸς
					λεγόμενον ἄνθρωπον εἶναι· γίνεσθαι,<!-- <NOTE ED="Frazer">6</NOTE> --> γὰρ
					τετράπουν βρέφος ὄντα<!-- <NOTE ED="Frazer">7</NOTE> --> τοῖς τέτταρσιν
					ὀχούμενον κώλοις, τελειούμενον<!-- <NOTE ED="Frazer">8</NOTE> --> δὲ
					δίπουν,<!-- <NOTE ED="Frazer">9</NOTE> --> γηρῶντα δὲ τρίτην προσλαμβάνειν βάσιν
					τὸ βάκτρον. ἡ μὲν οὖν Σφὶγξ ἀπὸ τῆς ἀκροπόλεως ἑαυτὴν ἔρριψεν, Οἰδίπους δὲ καὶ
					τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα ἔγημεν ἀγνοῶν, καὶ παῖδας ἐτέκνωσεν ἐξ
					αὐτῆς Πολυνείκη<!-- <NOTE ED="Frazer">10</NOTE> --> καὶ Ἐτεοκλέα, θυγατέρας δὲ
					Ἰσμήνην καὶ Ἀντιγόνην. εἰσὶ δὲ οἳ γεννηθῆναι τὰ τέκνα φασὶν ἐξ Εὐρυγανείας αὐτῷ
					τῆς Ὑπέρφαντος.<!-- <NOTE ED="Frazer">11</NOTE> --></p></div><div type="textpart" subtype="section" n="9"><p>φανέντων δὲ ὕστερον τῶν λανθανόντων, Ἰοκάστη
					μὲν ἐξ ἀγχόνης ἑαυτὴν <pb n="350"/>ἀνήρτησεν, Οἰδίπους δὲ τὰς ὄψεις τυφλώσας ἐκ
					Θηβῶν ἠλαύνετο, ἀρὰς τοῖς παισὶ θέμενος, οἳ τῆς πόλεως αὐτὸν ἐκβαλλόμενον
					θεωροῦντες οὐκ ἐπήμυναν. παραγενόμενος δὲ σὺν Ἀντιγόνῃ τῆς Ἀττικῆς εἰς Κολωνόν,
					ἔνθα τὸ τῶν Εὐμενίδων ἐστὶ τέμενος, καθίζει ἱκέτης, προσδεχθεὶς ὑπὸ Θησέως, καὶ
					μετʼ οὐ πολὺν χρόνον ἀπέθανεν. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>