<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:3.1.1-3.2.1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:3.1.1-3.2.1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="3" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="1"><p>ἐπεὶ δὲ τὸ Ἰνάχειον διερχόμενοι γένος τοὺς ἀπὸ Βήλου μέχρι τῶν Ἡρακλειδῶν
					δεδηλώκαμεν, ἐχομένως λέγωμεν καὶ τὰ περὶ Ἀγήνορος. ὡς γὰρ ἡμῖν λέλεκται, δύο
					Λιβύη ἐγέννησε παῖδας ἐκ Ποσειδῶνος, Βῆλον καὶ Ἀγήνορα. Βῆλος μὲν οὖν βασιλεύων
					Αἰγυπτίων τοὺς προειρημένους ἐγέννησεν, Ἀγήνωρ δὲ παραγενόμενος εἰς τὴν
					Φοινίκην<!-- <NOTE ED="Frazer">1</NOTE> --> γαμεῖ Τηλέφασσαν καὶ τεκνοῖ θυγατέρα
					μὲν Εὐρώπην, παῖδας δὲ Κάδμον καὶ Φοίνικα καὶ Κίλικα. τινὲς δὲ Εὐρώπην οὐκ
					Ἀγήνορος <pb n="298"/>ἀλλὰ Φοίνικος λέγουσι. ταύτης Ζεὺς
					ἐρασθείς,<!-- <NOTE ED="Frazer">1</NOTE> --> †ῥόδου
					ἀποπλέων,<!-- <NOTE ED="Frazer">2</NOTE> --> ταῦρος χειροήθης γενόμενος,
					ἐπιβιβασθεῖσαν διὰ τῆς θαλάσσης ἐκόμισεν εἰς Κρήτην. ἡ δέ, ἐκεῖ συνευνασθέντος
					αὐτῇ Διός, ἐγέννησε Μίνωα Σαρπηδόνα Ῥαδάμανθυν· καθʼ Ὅμηρον δὲ Σαρπηδὼν ἐκ Διὸς
					καὶ Λαοδαμείας τῆς Βελλεροφόντου. ἀφανοῦς δὲ Εὐρώπης γενομένης ὁ πατὴρ αὐτῆς
					Ἀγήνωρ ἐπὶ ζήτησιν ἐξέπεμψε τοὺς παῖδας, εἰπὼν μὴ πρότερον ἀναστρέφειν πρὶν ἂν
					ἐξεύρωσιν Εὐρώπην. συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν αὐτῆς Τηλέφασσα ἡ μήτηρ καὶ <pb n="300"/>Θάσος ὁ Ποσειδῶνος, ὡς δὲ Φερεκύδης φησὶ
					Κίλικος.<!-- <NOTE ED="Frazer">1</NOTE> --> ὡς δὲ πᾶσαν ποιούμενοι ζήτησιν
					εὑρεῖν ἦσαν Εὐρώπην ἀδύνατοι, τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπογνόντες ἄλλος ἀλλαχοῦ
					κατῴκησαν,<!-- <NOTE ED="Frazer">2</NOTE> --> Φοῖνιξ μὲν ἐν
					Φοινίκῃ,<!-- <NOTE ED="Frazer">3</NOTE> --> Κίλιξ δὲ Φοινίκης πλησίον,
					καὶ<!-- <NOTE ED="Frazer">4</NOTE> --> πᾶσαν τὴν ὑφʼ ἑαυτοῦ κειμένην χώραν
					ποταμῷ σύνεγγυς Πυράμῳ Κιλικίαν ἐκάλεσε·<!-- <NOTE ED="Frazer">5</NOTE> -->
					Κάδμος δὲ καὶ Τηλέφασσα ἐν Θρᾴκῃ κατῴκησαν. ὁμοίως δὲ καὶ Θάσος ἐν
					Θρᾴκῃ<!-- <NOTE ED="Frazer">6</NOTE> --> κτίσας πόλιν Θάσον κατῴκησεν.
						</p></div><div type="textpart" subtype="section" n="2"><p>Εὐρώπην δὲ γήμας Ἀστέριος<!-- <NOTE ED="Frazer">7</NOTE> --> ὁ Κρητῶν δυνάστης
					τοὺς ἐκ ταύτης παῖδας ἔτρεφεν. οἱ δὲ ὡς ἐτελειώθησαν, πρὸς ἀλλήλους ἐστασίασαν·
					ἴσχουσι γὰρ ἔρωτα παιδὸς ὃς ἐκαλεῖτο Μίλητος, Ἀπόλλωνος δὲ ἦν καὶ Ἀρείας τῆς
					Κλεόχου. τοῦ δὲ παιδὸς πρὸς Σαρπηδόνα μᾶλλον οἰκείως ἔχοντος πολεμήσας Μίνως
					ἐπροτέρησεν. οἱ δὲ <pb n="302"/>φεύγουσι, καὶ Μίλητος μὲν Καρίᾳ
					προσσχὼν<!-- <NOTE ED="Frazer">1</NOTE> --> ἐκεῖ πόλιν ἀφʼ ἑαυτοῦ ἔκτισε
					Μίλητον, Σαρπηδὼν δὲ συμμαχήσας Κίλικι πρὸς Λυκίους ἔχοντι πόλεμον, ἐπὶ
					μέρει<!-- <NOTE ED="Frazer">2</NOTE> --> τῆς χώρας, Λυκίας ἐβασίλευσε. καὶ αὐτῷ
					δίδωσι Ζεὺς ἐπὶ τρεῖς γενεὰς ζῆν. ἔνιοι δὲ
					αὐτοὺς<!-- <NOTE ED="Frazer">3</NOTE> --> ἐρασθῆναι λέγουσιν Ἀτυμνίου τοῦ Διὸς
					καὶ Κασσιεπείας, καὶ διὰ τοῦτον στασιάσαι. Ῥαδάμανθυς δὲ τοῖς νησιώταις
					νομοθετῶν, αὖθις φυγὼν εἰς Βοιωτίαν Ἀλκμήνην γαμεῖ, καὶ μεταλλάξας ἐν Ἅιδου μετὰ
					Μίνωος δικάζει. Μίνως δὲ Κρήτην κατοικῶν ἔγραψε νόμους, καὶ γήμας Πασιφάην τὴν
					Ἡλίου καὶ Περσηίδος, ὡς <add>δὲ</add>
                     <!-- <NOTE ED="Frazer">4</NOTE> -->
					Ἀσκληπιάδης φησί, Κρήτην τὴν Ἀστερίου θυγατέρα, παῖδας μὲν ἐτέκνωσε Κατρέα
					Δευκαλίωνα Γλαῦκον Ἀνδρόγεων, θυγατέρας δὲ Ἀκάλλην Ξενοδίκην Ἀριάδνην Φαίδραν,
					ἐκ Παρείας δὲ νύμφης Εὐρυμέδοντα Νηφαλίωνα Χούσην Φιλόλαον, ἐκ δὲ Δεξιθέας
					Εὐξάνθιον. </p></div><div type="textpart" subtype="section" n="3"><p>Ἀστερίου<!-- <NOTE ED="Frazer">5</NOTE> --> δὲ ἄπαιδος ἀποθανόντος Μίνως
					βασιλεύειν θέλων Κρήτης ἐκωλύετο. φήσας δὲ παρὰ θεῶν τὴν βασιλείαν εἰληφέναι,
					τοῦ <pb n="304"/>πιστευθῆναι χάριν ἔφη, ὅ τι ἂν εὔξηται, γενέσθαι. καὶ Ποσειδῶνι
					θύων ηὔξατο ταῦρον ἀναφανῆναι ἐκ τῶν βυθῶν, καταθύσειν ὑποσχόμενος τὸν φανέντα.
					τοῦ δὲ Ποσειδῶνος ταῦρον ἀνέντος αὐτῷ διαπρεπῆ τὴν βασιλείαν παρέλαβε, τὸν δὲ
					ταῦρον εἰς τὰ βουκόλια πέμψας ἔθυσεν ἕτερον. <del> θαλασσοκρατήσας δὲ πρῶτος
						πασῶν τῶν νήσων σχεδὸν ἐπῆρξεν</del>.<!-- <NOTE ED="Frazer">1</NOTE> --></p></div><div type="textpart" subtype="section" n="4"><p>ὀργισθεὶς δὲ αὐτῷ Ποσειδῶν ὅτι μὴ κατέθυσε τὸν
					ταῦρον, τοῦτον μὲν ἐξηγρίωσε, Πασιφάην δὲ ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ
					παρεσκεύασεν. ἡ δὲ ἐρασθεῖσα τοῦ ταύρου συνεργὸν λαμβάνει Δαίδαλον, ὃς ἦν
					ἀρχιτέκτων, πεφευγὼς ἐξ Ἀθηνῶν ἐπὶ φόνῳ. οὗτος ξυλίνην βοῦν ἐπὶ τροχῶν
					κατασκευάσας, καὶ ταύτην λαβὼν καὶ<!-- <NOTE ED="Frazer">2</NOTE> --> κοιλάνας
					ἔνδοθεν,<!-- <NOTE ED="Frazer">3</NOTE> --> ἐκδείρας τε βοῦν τὴν δορὰν
					περιέρραψε, καὶ θεὶς ἐν ᾧπερ εἴθιστο ὁ ταῦρος λειμῶνι βόσκεσθαι, τὴν Πασιφάην
					ἐνεβίβασεν. ἐλθὼν δὲ ὁ ταῦρος ὡς ἀληθινῇ βοῒ συνῆλθεν. ἡ δὲ Ἀστέριον ἐγέννησε
					τὸν κληθέντα Μινώταυρον. οὗτος εἶχε ταύρου πρόσωπον, τὰ δὲ λοιπὰ ἀνδρός· Μίνως
					δὲ ἐν τῷ λαβυρίνθῳ κατά τινας χρησμοὺς κατακλείσας αὐτὸν ἐφύλαττεν. ἦν δὲ ὁ
					λαβύρινθος, ὃν Δαίδαλος κατεσκεύασεν, οἴκημα <pb n="306"/>καμπαῖς πολυπλόκοις
					πλανῶν τὴν ἔξοδον. τὰ μὲν οὖν περὶ Μινωταύρου καὶ Ἀνδρόγεω καὶ Φαίδρας καὶ
					Ἀριάδνης ἐν τοῖς περὶ Θησέως ὕστερον ἐροῦμεν. </p></div></div><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="1"><p>Κατρέως δὲ τοῦ Μίνωος Ἀερόπη καὶ Κλυμένη καὶ Ἀπημοσύνη καὶ Ἀλθαιμένης υἱὸς
					γίνονται. χρωμένῳ δὲ Κατρεῖ περὶ καταστροφῆς τοῦ βίου ὁ θεὸς ἔφη ὑπὸ ἑνὸς τῶν
					τέκνων<!-- <NOTE ED="Frazer">1</NOTE> --> τεθνήξεσθαι. Κατρεὺς μὲν οὖν
					ἀπεκρύβετο τοὺς χρησμούς, Ἀλθαιμένης δὲ ἀκούσας, καὶ δείσας μὴ φονεὺς γένηται
					τοῦ πατρός, ἄρας ἐκ Κρήτης μετὰ τῆς ἀδελφῆς Ἀπημοσύνης προσίσχει τινὶ τόπῳ τῆς
					Ῥόδου, καὶ κατασχὼν Κρητινίαν<!-- <NOTE ED="Frazer">2</NOTE> --> ὠνόμασεν.
					ἀναβὰς δὲ ἐπὶ τὸ Ἀταβύριον καλούμενον ὄρος ἐθεάσατο τὰς πέριξ νήσους, κατιδὼν δὲ
					καὶ Κρήτην, καὶ τῶν πατρῴων ὑπομνησθεὶς θεῶν, ἱδρύετο βωμὸν Ἀταβυρίου Διός. μετʼ
					οὐ πολὺ δὲ τῆς <pb n="308"/>ἀδελφῆς αὐτόχειρ ἐγένετο. Ἑρμῆς γὰρ αὐτῆς ἐρασθείς,
					ὡς φεύγουσαν αὐτὴν καταλαβεῖν οὐκ ἠδύνατο (περιῆν γὰρ αὐτοῦ τῷ τάχει τῶν ποδῶν),
					κατὰ τῆς ὁδοῦ βύρσας ὑπέστρωσε νεοδάρτους,<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					ἐφʼ αἷς<!-- <NOTE ED="Frazer">2</NOTE> -->
					ὀλισθοῦσα,<!-- <NOTE ED="Frazer">3</NOTE> --> ἡνίκα ἀπὸ τῆς
					κρήνης<!-- <NOTE ED="Frazer">4</NOTE> --> ἐπανῄει, φθείρεται. καὶ τῷ ἀδελφῷ
					μηνύει τὸ γεγονός· ὁ δὲ σκῆψιν νομίσας εἶναι τὸν θεόν, λὰξ ἐνθορὼν ἀπέκτεινεν.
						</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>