<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.8.1-2.8.5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.8.1-2.8.5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="2" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="1"><p>μεταστάντος δὲ Ἡρακλέους εἰς θεοὺς οἱ παῖδες αὐτοῦ φυγόντες Εὐρυσθέα πρὸς Κήυκα
					παρεγένοντο. ὡς δὲ ἐκείνους ἐκδιδόναι λέγοντος Εὐρυσθέως καὶ πόλεμον ἀπειλοῦντος
					ἐδεδοίκεσαν, Τραχῖνα καταλιπόντες διὰ τῆς Ἑλλάδος ἔφυγον. διωκόμενοι δὲ ἦλθον
					εἰς Ἀθήνας, καὶ καθεσθέντες ἐπὶ τὸν ἐλέου βωμὸν ἠξίουν βοηθεῖσθαι. Ἀθηναῖοι δὲ
					οὐκ ἐκδιδόντες αὐτοὺς πρὸς τὸν Εὐρυσθέα πόλεμον ὑπέστησαν, καὶ τοὺς μὲν παῖδας
					αὐτοῦ Ἀλέξανδρον Ἰφιμέδοντα Εὐρύβιον Μέντορα Περιμήδην ἀπέκτειναν· αὐτὸν δὲ
					Εὐρυσθέα φεύγοντα ἐφʼ ἅρματος καὶ πέτρας ἤδη παριππεύοντα <pb n="278"/>Σκειρωνίδας<!-- <NOTE ED="Frazer">1</NOTE> --> κτείνει διώξας Ὕλλος, καὶ τὴν
					κεφαλὴν ἀποτεμὼν Ἀλκμήνῃ δίδωσιν· ἡ δὲ κερκίσι τοὺς ὀφθαλμοὺς ἐξώρυξεν αὐτοῦ.
						<pb n="280"/>
                  </p></div><div type="textpart" subtype="section" n="2"><p>ἀπολομένου δὲ Εὐρυσθέως ἐπὶ Πελοπόννησον ἦλθον οἱ Ἡρακλεῖδαι, καὶ πάσας εἷλον τὰς
					πόλεις. ἐνιαυτοῦ δὲ αὐτοῖς ἐν τῇ καθόδῳ διαγενομένου <pb n="282"/>φθορὰ<!-- <NOTE ED="Frazer">1</NOTE> --> πᾶσαν Πελοπόννησον κατέσχε, καὶ
					ταύτην γενέσθαι χρησμὸς διὰ τοὺς Ἡρακλείδας ἐδήλου· πρὸ γὰρ τοῦ δέοντος αὐτοὺς
					κατελθεῖν. ὅθεν ἀπολιπόντες Πελοπόννησον
					ἀνεχώρησαν<!-- <NOTE ED="Frazer">2</NOTE> --> εἰς Μαραθῶνα κἀκεῖ κατῴκουν.
					Τληπόλεμος οὖν κτείνας οὐχ ἑκὼν Λικύμνιον (τῇ βακτηρίᾳ γὰρ αὐτοῦ
					θεράποντα<!-- <NOTE ED="Frazer">3</NOTE> --> πλήσσοντος ὑπέδραμε) πρὶν ἐξελθεῖν
					αὐτοὺς<!-- <NOTE ED="Frazer">4</NOTE> --> ἐκ Πελοποννήσου, φεύγων μετʼ οὐκ
					ὀλίγων ἧκεν εἰς Ῥόδον, κἀκεῖ κατῴκει. Ὕλλος δὲ τὴν μὲν Ἰόλην κατὰ τὰς τοῦ πατρὸς
					ἐντολὰς<!-- <NOTE ED="Frazer">5</NOTE> --> ἔγημε, τὴν δὲ κάθοδον ἐζήτει τοῖς
					Ἡρακλείδαις κατεργάσασθαι. διὸ παραγενόμενος εἰς Δελφοὺς ἐπυνθάνετο πῶς ἂν
					κατέλθοιεν. ὁ δὲ θεὸς ἔφησε<!-- <NOTE ED="Frazer">6</NOTE> --> περιμείναντας τὸν
					τρίτον καρπὸν κατέρχεσθαι. νομίσας δὲ Ὕλλος τρίτον καρπὸν λέγεσθαι τὴν τριετίαν,
					τοσοῦτον περιμείνας χρόνον σὺν τῷ στρατῷ κατῄει<gap reason="lost"/> τοῦ
					Ἡρακλέους<!-- <NOTE ED="Frazer">7</NOTE> --> ἐπὶ Πελοπόννησον, Τισαμενοῦ τοῦ
					Ὀρέστου βασιλεύοντος <pb n="284"/>Πελοποννησίων. καὶ γενομένης πάλιν μάχης
					νικῶσι Πελοποννήσιοι καὶ Ἀριστόμαχος θνήσκει. ἐπεὶ δὲ ἠνδρώθησαν οἱ
						<del>Κλεοδαίου</del>
                     <!-- <NOTE ED="Frazer">1</NOTE> --> παῖδες, ἐχρῶντο περὶ
					καθόδου. τοῦ θεοῦ δὲ εἰπόντος ὅ τι καὶ τὸ πρότερον, Τήμενος ᾐτιᾶτο λέγων τούτῳ
					πεισθέντας<!-- <NOTE ED="Frazer">2</NOTE> --> ἀτυχῆσαι. ὁ δὲ θεὸς ἀνεῖλε τῶν
					ἀτυχημάτων αὐτοὺς αἰτίους εἶναι· τοὺς γὰρ χρησμοὺς οὐ συμβάλλειν. λέγειν γὰρ οὐ
					γῆς ἀλλὰ γενεᾶς καρπὸν τρίτον, καὶ στενυγρὰν τὴν εὐρυγάστορα, δεξιὰν κατὰ τὸν
					Ἰσθμὸν ἔχοντι τὴν θάλασσαν.<!-- <NOTE ED="Frazer">3</NOTE> --> ταῦτα Τήμενος
					ἀκούσας ἡτοίμαζε τὸν <pb n="286"/>στρατόν, καὶ ναῦς
					ἐπήξατο<!-- <NOTE ED="Frazer">1</NOTE> --> τῆς Λοκρίδος ἔνθα νῦν ἀπʼ ἐκείνου ὁ
					τόπος Ναύπακτος λέγεται. ἐκεῖ δʼ ὄντος τοῦ στρατεύματος Ἀριστόδημος κεραυνωθεὶς
					ἀπέθανε, παῖδας καταλιπὼν ἐξ Ἀργείας τῆς Αὐτεσίωνος διδύμους, Εὐρυσθένη καὶ
					Προκλέα. </p></div><div type="textpart" subtype="section" n="3"><p>συνέβη δὲ καὶ τὸν στρατὸν ἐν Ναυπάκτῳ
					συμφορᾷ περιπεσεῖν. ἐφάνη γὰρ αὐτοῖς μάντις χρησμοὺς λέγων καὶ ἐνθεάζων, ὃν
					ἐνόμισαν μάγον εἶναι ἐπὶ λύμῃ τοῦ στρατοῦ πρὸς Πελοποννησίων ἀπεσταλμένον.
					τοῦτον βαλὼν ἀκοντίῳ Ἱππότης ὁ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους τυχὼν
					ἀπέκτεινεν. οὕτως δὲ γενομένου τούτου τὸ μὲν ναυτικὸν διαφθαρεισῶν τῶν νεῶν
					ἀπώλετο, τὸ δὲ πεζὸν ἠτύχησε λιμῷ, καὶ διελύθη τὸ στράτευμα. χρωμένου δὲ περὶ
					τῆς συμφορᾶς Τημένου, καὶ τοῦ θεοῦ διὰ τοῦ μάντεως γενέσθαι ταῦτα λέγοντος, καὶ
					κελεύοντος φυγαδεῦσαι δέκα ἔτη τὸν ἀνελόντα καὶ χρήσασθαι ἡγεμόνι τῷ τριοφθάλμῳ,
					τὸν μὲν Ἱππότην ἐφυγάδευσαν, τὸν δὲ <pb n="288"/>τριόφθαλμον ἐζήτουν. καὶ
					περιτυγχάνουσιν Ὀξύλῳ τῷ Ἀνδραίμονος, ἐφʼ ἵππου
					καθημένῳ<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					μονοφθάλμου<!-- <NOTE ED="Frazer">2</NOTE> --> (τὸν γὰρ ἕτερον τῶν ὀφθαλμῶν
					ἐκκέκοπτο<!-- <NOTE ED="Frazer">3</NOTE> --> τόξῳ). ἐπὶ φόνῳ γὰρ οὗτος φυγὼν εἰς
					Ἦλιν, ἐκεῖθεν εἰς Αἰτωλίαν ἐνιαυτοῦ διελθόντος ἐπανήρχετο. συμβαλόντες οὖν τὸν
					χρησμόν, τοῦτον ἡγεμόνα ποιοῦνται. καὶ συμβαλόντες τοῖς πολεμίοις καὶ τῷ πεζῷ
					καὶ τῷ ναυτικῷ προτεροῦσι στρατῷ, καὶ Τισαμενὸν κτείνουσι τὸν Ὀρέστου. θνήσκουσι
					δὲ συμμαχοῦντες αὐτοῖς οἱ Αἰγιμίου παῖδες, Πάμφυλος καὶ Δύμας. </p></div><div type="textpart" subtype="section" n="4"><p>ἐπειδὴ <add>δὲ</add> ἐκράτησαν Πελοποννήσου, τρεῖς ἱδρύσαντο βωμοὺς πατρῴου Διός,
					καὶ ἐπὶ τούτων ἔθυσαν, καὶ ἐκληροῦντο τὰς πόλεις. πρώτη μὲν οὖν λῆξις Ἄργος,
					δευτέρα <add>δὲ</add> Λακεδαίμων, τρίτη δὲ Μεσσήνη. κομισάντων δὲ ὑδρίαν ὕδατος,
					ἔδοξε ψῆφον βαλεῖν ἕκαστον. Τήμενος οὖν καὶ οἱ Ἀριστοδήμου παῖδες Προκλῆς καὶ
					Εὐρυσθένης ἔβαλον λίθους, Κρεσφόντης δὲ βουλόμενος Μεσσήνην λαχεῖν γῆς ἐνέβαλε
					βῶλον. ταύτης δὲ διαλυθείσης ἔδει τοὺς δύο κλήρους ἀναφανῆναι. ἑλκυσθείσης δὲ
					πρώτης<!-- <NOTE ED="Frazer">4</NOTE> --> μὲν τῆς Τημένου, δευτέρας δὲ τῆς τῶν
					Ἀριστοδήμου παίδων, Μεσσήνην <pb n="290"/>ἔλαβε<!-- <NOTE ED="Frazer">1</NOTE> --> Κρεσφόντης. </p></div><div type="textpart" subtype="section" n="5"><p>ἐπὶ δὲ τοῖς βωμοῖς οἷς ἔθυσαν εὗρον σημεῖα κείμενα οἱ μὲν λαχόντες
					Ἄργος φρῦνον, οἱ δὲ Λακεδαίμονα<!-- <NOTE ED="Frazer">2</NOTE> --> δράκοντα, οἱ
					δὲ Μεσσήνην ἀλώπεκα. περὶ δὲ τῶν σημείων ἔλεγον οἱ μάντεις, τοῖς μὲν τὸν φρῦνον
					καταλαβοῦσιν<!-- <NOTE ED="Frazer">3</NOTE> --> ἐπὶ τῆς πόλεως μένειν ἄμεινον
					(μὴ γὰρ ἔχειν ἀλκὴν πορευόμενον τὸ θηρίον), τοὺς δὲ δράκοντα καταλαβόντας
					δεινοὺς ἐπιόντας ἔλεγον ἔσεσθαι, τοὺς δὲ τὴν ἀλώπεκα δολίους. </p><p>Τήμενος μὲν οὖν παραπεμπόμενος τοὺς παῖδας Ἀγέλαον καὶ Εὐρύπυλον καὶ Καλλίαν, τῇ
					θυγατρὶ προσανεῖχεν Ὑρνηθοῖ καὶ τῷ ταύτης ἀνδρὶ Δηιφόντῃ. ὅθεν οἱ παῖδες
					πείθουσί τινας<!-- <NOTE ED="Frazer">4</NOTE> --> ἐπὶ μισθῷ τὸν πατέρα αὐτῶν
					φονεῦσαι. γενομένου δὲ τοῦ φόνου τὴν βασιλείαν ὁ στρατὸς ἔχειν ἐδικαίωσεν Ὑρνηθὼ
					καὶ Δηιφόντην.<!-- <NOTE ED="Frazer">5</NOTE> --> Κρεσφόντης δὲ οὐ πολὺν
					Μεσσήνης βασιλεύσας χρόνον μετὰ δύο παίδων φονευθεὶς ἀπέθανε. Πολυφόντης δὲ
					ἐβασίλευσεν, αὐτῶν<!-- <NOTE ED="Frazer">6</NOTE> --> τῶν Ἡρακλειδῶν ὑπάρχων,
					καὶ τὴν τοῦ <pb n="292"/>φονευθέντος γυναῖκα Μερόπην ἄκουσαν ἔλαβεν. ἀνῃρέθη δὲ
					καὶ οὗτος. τρίτον γὰρ ἔχουσα παῖδα Μερόπη καλούμενον
					Αἴπυτον<!-- <NOTE ED="Frazer">1</NOTE> --> ἔδωκε τῷ ἑαυτῆς πατρὶ τρέφειν. οὗτος
					ἀνδρωθεὶς καὶ κρύφα κατελθὼν ἔκτεινε Πολυφόντην καὶ τὴν πατρῴαν βασιλείαν
					ἀπέλαβεν.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>