<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.7.1-2.7.8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.7.1-2.7.8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="2" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="1"><p>πλέοντος δὲ ἀπὸ Τροίας Ἡρακλέους Ἥρα χαλεποὺς
					ἔπεμψε<!-- <NOTE ED="Frazer">2</NOTE> --> χειμῶνας· ἐφʼ οἷς ἀγανακτήσας Ζεὺς
					ἐκρέμασεν αὐτὴν ἐξ Ὀλύμπου. προσέπλει δὲ Ἡρακλῆς τῇ Κῷ· καὶ νομίσαντες αὐτὸν οἱ
					Κῷοι λῃστρικὸν ἄγειν στόλον, βάλλοντες λίθοις προσπλεῖν ἐκώλυον. ὁ δὲ βιασάμενος
					αὐτὴν νυκτὸς<!-- <NOTE ED="Frazer">3</NOTE> --> εἷλε, καὶ τὸν βασιλέα Εὐρύπυλον,
					Ἀστυπαλαίας παῖδα καὶ Ποσειδῶνος, ἔκτεινεν. ἐτρώθη δὲ κατὰ τὴν μάχην Ἡρακλῆς ὑπὸ
					Χαλκώδοντος, καὶ Διὸς ἐξαρπάσαντος αὐτὸν οὐδὲν ἔπαθε. πορθήσας δὲ Κῶ ἧκε διʼ
					Ἀθηνᾶς<!-- <NOTE ED="Frazer">4</NOTE> --> εἰς Φλέγραν, καὶ μετὰ θεῶν
					κατεπολέμησε Γίγαντας. <pb n="248"/>
                  </p></div><div type="textpart" subtype="section" n="2"><p>μετʼ οὐ πολὺ δὲ ἐπʼ Αὐγείαν ἐστρατεύετο, συναθροίσας Ἀρκαδικὸν στρατὸν καὶ
					παραλαβὼν ἐθελοντὰς τῶν<!-- <NOTE ED="Frazer">1</NOTE> --> ἀπὸ τῆς Ἑλλάδος
					ἀριστέων. Αὐγείας δὲ τὸν ἀφʼ Ἡρακλέους πόλεμον ἀκούων κατέστησεν Ἠλείων
					στρατηγοὺς Εὔρυτον καὶ Κτέατον συμφυεῖς, οἳ δυνάμει τοὺς τότε ἀνθρώπους
					ὑπερέβαλλον, παῖδες δὲ ἦσαν Μολιόνης καὶ Ἄκτορος, ἐλέγοντο δὲ Ποσειδῶνος· Ἄκτωρ
					δὲ ἀδελφὸς ἦν Αὐγείου. συνέβη δὲ Ἡρακλεῖ κατὰ τὴν στρατείαν νοσῆσαι· διὰ τοῦτο
					καὶ σπονδὰς πρὸς τοὺς Μολιονίδας ἐποιήσατο. οἱ δὲ ὕστερον ἐπιγνόντες αὐτὸν
					νοσοῦντα, ἐπιτίθενται τῷ στρατεύματι καὶ κτείνουσι πολλούς. τότε μὲν
					οὖν<!-- <NOTE ED="Frazer">2</NOTE> --> ἀνεχώρησεν Ἡρακλῆς· αὖθις δὲ τῆς τρίτης
					ἰσθμιάδος τελουμένης, Ἠλείων τοὺς Μολιονίδας πεμψάντων συνθύτας, ἐν Κλεωναῖς
					ἐνεδρεύσας τούτους Ἡρακλῆς ἀπέκτεινε, καὶ στρατευσάμενος ἐπὶ τὴν Ἦλιν εἷλε τὴν
					πόλιν. καὶ κτείνας μετὰ τῶν παίδων Αὐγείαν κατήγαγε Φυλέα, καὶ τούτῳ τὴν
					βασιλείαν ἔδωκεν. ἔθηκε δὲ καὶ τὸν <pb n="250"/>Ὀλυμπιακὸν ἀγῶνα, Πέλοπός τε
					βωμὸν ἱδρύσατο, καὶ θεῶν δώδεκα βωμοὺς ἓξ<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					ἐδείματο. </p></div><div type="textpart" subtype="section" n="3"><p>μετὰ δὲ τὴν τῆς Ἤλιδος ἅλωσιν ἐστράτευσεν ἐπὶ Πύλον, καὶ τὴν πόλιν ἑλὼν
					Περικλύμενον κτείνει τὸν ἀλκιμώτατον τῶν Νηλέως παίδων, ὃς μεταβάλλων τὰς μορφὰς
					ἐμάχετο. τὸν δὲ Νηλέα καὶ τοὺς παῖδας αὐτοῦ χωρὶς Νέστορος ἀπέκτεινεν· οὗτος
					δὲ<!-- <NOTE ED="Frazer">2</NOTE> --> νέος ὢν παρὰ Γερηνίοις ἐτρέφετο. κατὰ δὲ
					τὴν μάχην καὶ Ἅιδην ἔτρωσε Πυλίοις βοηθοῦντα. </p><p>ἑλὼν δὲ τὴν Πύλον ἐστράτευεν ἐπὶ Λακεδαίμονα, μετελθεῖν τοὺς Ἱπποκόωντος παῖδας
					θέλων· ὠργίζετο μὲν γὰρ αὐτοῖς καὶ διότι Νηλεῖ συνεμάχησαν, μᾶλλον δὲ ὠργίσθη
					ὅτι τὸν Λικυμνίου παῖδα ἀπέκτειναν. θεωμένου γὰρ αὐτοῦ τὰ Ἱπποκόωντος βασίλεια,
					ἐκδραμὼν κύων τῶν Μολοττικῶν<!-- <NOTE ED="Frazer">3</NOTE> --> ἐπʼ αὐτὸν
					ἐφέρετο· ὁ δὲ βαλὼν λίθον ἐπέτυχε τοῦ κυνός, ἐκτροχάσαντες δὲ οἱ <pb n="252"/>Ἱπποκοωντίδαι καὶ τύπτοντες αὐτὸν τοῖς σκυτάλοις ἀπέκτειναν. τὸν δὲ τούτου
					θάνατον ἐκδικῶν στρατιὰν ἐπὶ Λακεδαιμονίους<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					συνήθροιζε. καὶ παραγενόμενος εἰς Ἀρκαδίαν ἠξίου Κηφέα μετὰ τῶν παίδων ὧν εἶχεν
					εἴκοσι συμμαχεῖν. δεδιὼς δὲ Κηφεὺς μὴ καταλιπόντος αὐτοῦ Τεγέαν Ἀργεῖοι
					ἐπιστρατεύσωνται, τὴν στρατείαν ἠρνεῖτο. Ἡρακλῆς δὲ παρʼ Ἀθηνᾶς λαβὼν ἐν ὑδρίᾳ
					χαλκῇ<!-- <NOTE ED="Frazer">2</NOTE> --> βόστρυχον Γοργόνος
					Στερόπῃ<!-- <NOTE ED="Frazer">3</NOTE> --> τῇ Κηφέως θυγατρὶ δίδωσιν, εἰπών, ἐὰν
					ἐπίῃ στρατός, τρὶς ἀνασχούσης <add>ἐκ</add>
                     <!-- <NOTE ED="Frazer">4</NOTE> -->
					τῶν τειχῶν τὸν βόστρυχον καὶ μὴ προϊδούσης<!-- <NOTE ED="Frazer">5</NOTE> -->
					τροπὴν τῶν πολεμίων ἔσεσθαι. τούτου γενομένου Κηφεὺς μετὰ τῶν παίδων ἐστράτευε.
					καὶ κατὰ τὴν μάχην αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ τελευτῶσι, καὶ πρὸς τούτοις
					Ἰφικλῆς<!-- <NOTE ED="Frazer">6</NOTE> --> ὁ τοῦ Ἡρακλέους ἀδελφός. Ἡρακλῆς δὲ
					κτείνας τὸν Ἱπποκόωντα καὶ τοὺς παῖδας αὐτοῦ
					<add>καὶ</add>
                     <!-- <NOTE ED="Frazer">7</NOTE> --> χειρωσάμενος τὴν πόλιν,
					Τυνδάρεων καταγαγὼν τὴν βασιλείαν παρέδωκε τούτῳ. </p></div><div type="textpart" subtype="section" n="4"><p>παριὼν δὲ Τεγέαν Ἡρακλῆς τὴν Αὔγην Ἀλεοῦ θυγατέρα οὖσαν ἀγνοῶν ἔφθειρεν. ἡ δὲ
					τεκοῦσα <pb n="254"/>κρύφα τὸ βρέφος κατέθετο ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς.
					λοιμῷ<!-- <NOTE ED="Frazer">1</NOTE> --> δὲ τῆς χώρας φθειρομένης, Ἀλεὸς
					εἰσελθὼν εἰς τὸ τέμενος καὶ ἐρευνήσας τὰς τῆς θυγατρὸς ὠδῖνας εὗρε. τὸ μὲν οὖν
					βρέφος εἰς τὸ Παρθένιον ὄρος ἐξέθετο. καὶ τοῦτο κατὰ θεῶν τινα πρόνοιαν ἐσώθη·
					θηλὴν μὲν γὰρ <pb n="256"/>ἀρτιτόκος ἔλαφος ὑπέσχεν αὐτῷ, ποιμένες δὲ ἀνελόμενοι
					τὸ βρέφος Τήλεφον ἐκάλεσαν αὐτό. Αὔγην δὲ ἔδωκε Ναυπλίῳ τῷ Ποσειδῶνος ὑπερόριον
					ἀπεμπολῆσαι. ὁ δὲ Τεύθραντι τῷ Τευθρανίας ἔδωκεν αὐτὴν δυνάστῃ, κἀκεῖνος γυναῖκα
					ἐποιήσατο. </p></div><div type="textpart" subtype="section" n="5"><p>παραγενόμενος δὲ Ἡρακλῆς εἰς Καλυδῶνα τὴν Οἰνέως θυγατέρα Δηιάνειραν
					ἐμνηστεύετο,<!-- <NOTE ED="Frazer">1</NOTE> --> καὶ διαπαλαίσας ὑπὲρ τῶν γάμων
					αὐτῆς πρὸς Ἀχελῷον εἰκασμένον ταύρῳ περιέκλασε τὸ ἕτερον τῶν κεράτων. καὶ τὴν
					μὲν Δηιάνειραν γαμεῖ, τὸ δὲ κέρας Ἀχελῷος λαμβάνει, δοὺς ἀντὶ τούτου τὸ τῆς
					Ἀμαλθείας. Ἀμάλθεια δὲ ἦν Αἱμονίου<!-- <NOTE ED="Frazer">2</NOTE> --> θυγάτηρ, ἣ
					κέρας εἶχε ταύρου. τοῦτο δέ, ὡς Φερεκύδης λέγει, δύναμιν
					εἶχε<!-- <NOTE ED="Frazer">3</NOTE> --> τοιαύτην ὥστε βρωτὸν ἢ ποτόν, ὅπερ
						<add>ἂν</add> εὔξαιτό<!-- <NOTE ED="Frazer">4</NOTE> --> τις, παρέχειν
					ἄφθονον. <pb n="258"/>
                  </p></div><div type="textpart" subtype="section" n="6"><p>στρατεύει δὲ Ἡρακλῆς μετὰ Καλυδωνίων ἐπὶ Θεσπρωτούς, καὶ πόλιν ἑλὼν Ἔφυραν, ἧς
					ἐβασίλευε Φύλας,<!-- <NOTE ED="Frazer">1</NOTE> --> Ἀστυόχῃ τῇ τούτου θυγατρὶ
					συνελθὼν πατὴρ Τληπολέμου<!-- <NOTE ED="Frazer">2</NOTE> --> γίνεται. διατελῶν
					δὲ παρʼ αὐτοῖς, πέμψας πρὸς Θέσπιον ἑπτὰ μὲν κατέχειν ἔλεγε παῖδας, τρεῖς δὲ εἰς
					Θήβας ἀποστέλλειν, τοὺς δὲ λοιποὺς τεσσαράκοντα πέμπειν εἰς Σαρδὼ τὴν νῆσον ἐπʼ
					ἀποικίαν. γενομένων δὲ τούτων εὐωχούμενος παρʼ
					Οἰνεῖ<!-- <NOTE ED="Frazer">3</NOTE> --> κονδύλῳ
					πλήξας<!-- <NOTE ED="Frazer">4</NOTE> --> ἀπέκτεινεν Ἀρχιτέλους παῖδα
					Εὔνομον<!-- <NOTE ED="Frazer">5</NOTE> --> κατὰ χειρῶν διδόντα· συγγενὴς δὲ
					Οἰνέως οὗτος. ἀλλʼ ὁ μὲν πατὴρ τοῦ παιδός, ἀκουσίως <pb n="260"/>γεγενημένου τοῦ
					συμβεβηκότος, συνεγνωμόνει, Ἡρακλῆς δὲ κατὰ τὸν νόμον τὴν φυγὴν ὑπομένειν ἤθελε,
					καὶ διέγνω<!-- <NOTE ED="Frazer">1</NOTE> --> πρὸς Κήυκα εἰς Τραχῖνα ἀπιέναι.
					ἄγων δὲ Δηιάνειραν ἐπὶ ποταμὸν Εὔηνον ἧκεν, ἐν ᾧ καθεζόμενος Νέσσος ὁ Κένταυρος
					τοὺς παριόντας<!-- <NOTE ED="Frazer">2</NOTE> --> διεπόρθμευε μισθοῦ, λέγων παρὰ
					θεῶν τὴν πορθμείαν εἰληφέναι διὰ δικαιοσύνην.<!-- <NOTE ED="Frazer">4</NOTE> -->
					αὐτὸς μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διέβη,<!-- <NOTE ED="Frazer">4</NOTE> -->
					Δηιάνειραν δὲ μισθὸν αἰτηθεὶς ἐπέτρεψε Νέσσῳ<!-- <NOTE ED="Frazer">5</NOTE> -->
					διακομίζειν. ὁ δὲ διαπορθμεύων αὐτὴν ἐπεχείρει βιάζεσθαι. τῆς δὲ ἀνακραγούσης
					αἰσθόμενος Ἡρακλῆς ἐξελθόντα Νέσσον ἐτόξευσεν εἰς τὴν καρδίαν. ὁ δὲ μέλλων
					τελευτᾶν προσκαλεσάμενος Δηιάνειραν εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν,
					τόν τε γόνον ὃν ἀφῆκε κατὰ τῆς γῆς καὶ τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα
					συμμῖξαι, ἡ δὲ ποιήσασα τοῦτο ἐφύλαττε παρʼ ἑαυτῇ. </p></div><div type="textpart" subtype="section" n="7"><p>διεξιὼν δὲ Ἡρακλῆς τὴν Δρυόπων χώραν, ἀπορῶν
					τροφῆς,<!-- <NOTE ED="Frazer">6</NOTE> -->
					ἀπαντήσαντος<!-- <NOTE ED="Frazer">7</NOTE> --> Θειοδάμαντος <pb n="262"/>βοηλατοῦντος τὸν ἕτερον τῶν ταύρων λύσας καὶ
					σφάξας<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					εὐωχήσατο.<!-- <NOTE ED="Frazer">2</NOTE> --> ὡς δὲ
					ἦλθεν<!-- <NOTE ED="Frazer">3</NOTE> --> εἰς Τραχῖνα πρὸς Κήυκα, ὑποδεχθεὶς ὑπʼ
					αὐτοῦ Δρύοπας κατεπολέμησεν. </p><p>αὖθις δὲ ἐκεῖθεν ὁρμηθεὶς Αἰγιμίῳ βασιλεῖ Δωριέων συνεμάχησε· Λαπίθαι γὰρ περὶ
					γῆς ὅρων ἐπολέμουν αὐτῷ Κορώνου στρατηγοῦντος, ὁ δὲ πολιορκούμενος ἐπεκαλέσατο
					τὸν Ἡρακλέα βοηθὸν ἐπὶ μέρει τῆς γῆς. βοηθήσας δὲ Ἡρακλῆς ἀπέκτεινε Κόρωνον μετὰ
					καὶ ἄλλων, καὶ τὴν γῆν ἅπασαν παρέδωκεν ἐλευθέραν αὐτῷ. ἀπέκτεινε δὲ καὶ
					Λαογόραν<!-- <NOTE ED="Frazer">4</NOTE> --> μετὰ τῶν τέκνων, βασιλέα Δρυόπων, ἐν
					Ἀπόλλωνος τεμένει δαινύμενον, ὑβριστὴν ὄντα καὶ Λαπιθῶν σύμμαχον. παριόντα δὲ
					Ἴτωνον<!-- <NOTE ED="Frazer">5</NOTE> --> εἰς μονομαχίαν <pb n="264"/>προεκαλέσατο αὐτὸν Κύκνος Ἄρεος καὶ Πελοπίας· συστὰς δὲ καὶ τοῦτον ἀπέκτεινεν.
					ὡς δὲ εἰς Ὀρμένιον<!-- <NOTE ED="Frazer">1</NOTE> --> ἧκεν, Ἀμύντωρ αὐτὸν ὁ
					βασιλεὺς μεθʼ ὅπλων<!-- <NOTE ED="Frazer">2</NOTE> --> οὐκ εἴα διέρχεσθαι·
					κωλυόμενος δὲ παριέναι καὶ τοῦτον ἀπέκτεινεν. </p><p>ἀφικόμενος δὲ εἰς Τραχῖνα στρατιὰν ἐπʼ Οἰχαλίαν
					συνήθροισεν,<!-- <NOTE ED="Frazer">3</NOTE> --> Εὔρυτον τιμωρήσασθαι θέλων.
					συμμαχούντων δὲ αὐτῷ Ἀρκάδων καὶ Μηλιέων<!-- <NOTE ED="Frazer">4</NOTE> --> τῶν
					ἐκ Τραχῖνος καὶ Λοκρῶν τῶν Ἐπικνημιδίων, κτείνας μετὰ τῶν παίδων Εὔρυτον <pb n="266"/>αἱρεῖ τὴν πόλιν. καὶ θάψας τῶν σὺν αὐτῷ
					στρατευσαμένων<!-- <NOTE ED="Frazer">1</NOTE> --> τοὺς ἀποθανόντας, Ἵππασόν τε
					τὸν Κήυκος καὶ Ἀργεῖον καὶ Μέλανα τοὺς Λικυμνίου παῖδας, καὶ λαφυραγωγήσας τὴν
					πόλιν, ἦγεν Ἰόλην αἰχμάλωτον. καὶ
					προσορμισθεὶς<!-- <NOTE ED="Frazer">2</NOTE> --> Κηναίῳ τῆς Εὐβοίας
					ἀκρωτηρίῳ<!-- <NOTE ED="Frazer">3</NOTE> --> Διὸς Κηναίου βωμὸν ἱδρύσατο. μέλλων
					δὲ ἱερουργεῖν εἰς Τραχῖνα <add>Λίχαν</add> τὸν
					κήρυκα<!-- <NOTE ED="Frazer">4</NOTE> --> ἔπεμψε λαμπρὰν <pb n="268"/>ἐσθῆτα
					οἴσοντα. παρὰ δὲ τούτου τὰ περὶ τὴν Ἰόλην Δηιάνειρα
					πυθομένη,<!-- <NOTE ED="Frazer">1</NOTE> --> καὶ δείσασα μὴ ἐκείνην μᾶλλον
					ἀγαπήσῃ,<!-- <NOTE ED="Frazer">2</NOTE> --> νομίσασα ταῖς
					ἀληθείαις<!-- <NOTE ED="Frazer">3</NOTE> --> φίλτρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου,
					τούτῳ τὸν χιτῶνα ἔχρισεν. ἐνδὺς δὲ Ἡρακλῆς ἔθυεν. ὡς δὲ θερμανθέντος τοῦ χιτῶνος
					ὁ τῆς ὕδρας ἰὸς τὸν χρῶτα ἔσηπε, τὸν μὲν Λίχαν τῶν ποδῶν ἀράμενος κατηκόντισεν
					ἀπὸ τῆς †Βοιωτίας,<!-- <NOTE ED="Frazer">4</NOTE> --> τὸν δὲ χιτῶνα ἀπέσπα
					προσπεφυκότα τῷ σώματι· συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. τοιαύτῃ συμφορᾷ
					κατασχεθεὶς εἰς Τραχῖνα ἐπὶ νεὼς κομίζεται. Δηιάνειρα δὲ αἰσθομένη τὸ γεγονὸς
					ἑαυτὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὃς ἐκ Δηιανείρας ἦν αὐτῷ παῖς
					πρεσβύτερος, Ἰόλην ἀνδρωθέντα γῆμαι, <pb n="270"/>παραγενόμενος εἰς Οἴτην ὄρος
					(ἔστι δὲ τοῦτο Τραχινίων), ἐκεῖ πυρὰν ποιήσας
					ἐκέλευσεν<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					ἐπιβὰς<!-- <NOTE ED="Frazer">2</NOTE> --> ὑφάπτειν. μηδενὸς δὲ τοῦτο πράττειν
					ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων ὑφῆψε. τούτῳ καὶ τὰ τόξα ἐδωρήσατο
					Ἡρακλῆς. καιομένης δὲ τῆς πυρᾶς λέγεται νέφος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς
					οὐρανὸν ἀναπέμψαι. ἐκεῖθεν<!-- <NOTE ED="Frazer">3</NOTE> --> δὲ τυχὼν ἀθανασίας
					καὶ διαλλαγεὶς Ἥρᾳ τὴν <pb n="272"/>ἐκείνης θυγατέρα Ἥβην ἔγημεν, ἐξ ἧς αὐτῷ
					παῖδες Ἀλεξιάρης καὶ Ἀνίκητος ἐγένοντο. </p></div><div type="textpart" subtype="section" n="8"><p>ἦσαν δὲ παῖδες αὐτῷ ἐκ μὲν τῶν Θεσπίου<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					θυγατέρων, Πρόκριδος μὲν Ἀντιλέων καὶ Ἱππεύς (ἡ πρεσβυτάτη γὰρ διδύμους
					ἐγέννησε), Πανόπης δὲ Θρεψίππας, Λύσης Εὐμήδης,<!-- <NOTE ED="Frazer">2</NOTE> --><gap reason="lost"/> Κρέων, Ἐπιλάϊδος Ἀστυάναξ, Κέρθης Ἰόβης, Εὐρυβίας Πολύλαος, Πατροῦς
					Ἀρχέμαχος, Μηλίνης Λαομέδων, Κλυτίππης Εὐρύκαπυς, Εὐρύπυλος Εὐβώτης, Ἀγλαΐης
					Ἀντιάδης, Ὀνήσιππος Χρυσηίδος, Ὀρείης Λαομένης, Τέλης Λυσιδίκης, Ἐντελίδης
					Μενιππίδος,<!-- <NOTE ED="Frazer">3</NOTE> --> Ἀνθίππης Ἱπποδρόμος, Τελευταγόρας <!-- <NOPARSE> -->Εὐρυ<!-- </NOPARSE> --><gap reason="lost"/> , Καπύλος<!-- <NOTE ED="Frazer">4</NOTE> -->
					Ἵππωτος,<!-- <NOTE ED="Frazer">5</NOTE> --> Εὐβοίας Ὄλυμπος, Νίκης Νικόδρομος,
					Ἀργέλης Κλεόλαος, Ἐξόλης Ἐρύθρας, Ξανθίδος Ὁμόλιππος, Στρατονίκης Ἄτρομος,
					Κελευστάνωρ Ἴφιδος,<!-- <NOTE ED="Frazer">6</NOTE> --> Λαοθόης
					Ἄντιφος,<!-- <NOTE ED="Frazer">7</NOTE> -->
					Ἀντιόπης<!-- <NOTE ED="Frazer">8</NOTE> --> Ἀλόπιος, Ἀστυβίης
					Καλαμήτιδος,<!-- <NOTE ED="Frazer">9</NOTE> --> Φυληίδος Τίγασις, Αἰσχρηίδος
					Λευκώνης, Ἀνθείας <gap reason="lost"/> , Εὐρυπύλης Ἀρχέδικος, Δυνάστης
					Ἐρατοῦς,<!-- <NOTE ED="Frazer">10</NOTE> --> Ἀσωπίδος<!-- <NOTE ED="Frazer">11</NOTE> --><pb n="274"/>Μέντωρ, Ἠώνης Ἀμήστριος, Τιφύσης
					Λυγκαῖος,<!-- <NOTE ED="Frazer">1</NOTE> --> Ἁλοκράτης Ὀλυμπούσης, Ἑλικωνίδος
					Φαλίας, Ἡσυχείης Οἰστρόβλης,<!-- <NOTE ED="Frazer">2</NOTE> --> Τερψικράτης
					Εὐρυόπης,<!-- <NOTE ED="Frazer">3</NOTE> -->
					Ἐλαχείας<!-- <NOTE ED="Frazer">4</NOTE> --> Βουλεύς, Ἀντίμαχος Νικίππης,
					Πάτροκλος Πυρίππης, Νῆφος Πραξιθέας, Λυσίππης Ἐράσιππος,
					Λυκοῦργος<!-- <NOTE ED="Frazer">5</NOTE> --> Τοξικράτης, Βουκόλος Μάρσης,
					Λεύκιππος Εὐρυτέλης, Ἱπποκράτης Ἱππόζυγος. οὗτοι μὲν ἐκ τῶν
					Θεσπίου<!-- <NOTE ED="Frazer">6</NOTE> --> θυγατέρων, ἐκ δὲ τῶν ἄλλων,
					Δηιανείρας <add>μὲν</add>
                     <!-- <NOTE ED="Frazer">7</NOTE> --> τῆς Οἰνέως Ὕλλος
					Κτήσιππος Γληνὸς Ὀνείτης,<!-- <NOTE ED="Frazer">8</NOTE> --> ἐκ Μεγάρας δὲ τῆς
					Κρέοντος Θηρίμαχος Δηικόων Κρεοντιάδης, ἐξ Ὀμφάλης δὲ Ἀγέλαος, ὅθεν καὶ τὸ
					Κροίσου<!-- <NOTE ED="Frazer">9</NOTE> --> γένος. Χαλκιόπης
					<add>δὲ</add>
                     <!-- <NOTE ED="Frazer">10</NOTE> --> τῆς <pb n="276"/>Εὐρυπύλου<!-- <NOTE ED="Frazer">1</NOTE> --> Θετταλός, Ἐπικάστης τῆς
					Αὐγέου<!-- <NOTE ED="Frazer">2</NOTE> --> Θεστάλος, Παρθενόπης τῆς Στυμφάλου
					Εὐήρης, Αὔγης τῆς Ἀλεοῦ Τήλεφος, Ἀστυόχης τῆς Φύλαντος Τληπόλεμος, Ἀστυδαμείας
					τῆς Ἀμύντορος Κτήσιππος, Αὐτονόης τῆς Πειρέως Παλαίμων. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>