<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.4.1-2.4.12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.4.1-2.4.12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="2" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="1"><p>Ἀκρισίῳ δὲ περὶ παίδων γενέσεως ἀρρένων χρηστηριαζομένῳ ὁ
					θεὸς<!-- <NOTE ED="Frazer">6</NOTE> --> ἔφη
					γενέσθαι<!-- <NOTE ED="Frazer">7</NOTE> --> παῖδα ἐκ τῆς θυγατρός, ὃς αὐτὸν
					ἀποκτενεῖ.<!-- <NOTE ED="Frazer">8</NOTE> --> δείσας δὲ
					ὁ<!-- <NOTE ED="Frazer">9</NOTE> --> Ἀκρίσιος τοῦτο, ὑπὸ γῆν θάλαμον <pb n="154"/>κατασκευάσας χάλκεον τὴν Δανάην ἐφρούρει. ταύτην μέν, ὡς ἔνιοι λέγουσιν,
					ἔφθειρε Προῖτος, ὅθεν αὐτοῖς καὶ ἡ στάσις ἐκινήθη· ὡς δὲ ἔνιοί φασι, Ζεὺς
					μεταμορφωθεὶς εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τοὺς Δανάης εἰσρυεὶς κόλπους
					συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ
					πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν
					ἔρριψεν εἰς θάλασσαν. προσενεχθείσης δὲ τῆς λάρνακος Σερίφῳ Δίκτυς ἄρας
					ἀνέτρεφε<!-- <NOTE ED="Frazer">1</NOTE> --> τοῦτον. </p></div><div type="textpart" subtype="section" n="2"><p>βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθείς,
					καὶ ἠνδρωμένου Περσέως μὴ δυνάμενος αὐτῇ συνελθεῖν, συνεκάλει τοὺς φίλους, μεθʼ
					ὧν καὶ Περσέα, λέγων ἔρανον συνάγειν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους.
					τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος οὐκ
					ἀντερεῖν,<!-- <NOTE ED="Frazer">2</NOTE> --> παρὰ μὲν τῶν λοιπῶν ᾔτησεν ἵππους,
					παρὰ δὲ τοῦ Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος κομίζειν τὴν
					κεφαλήν. ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου
					παραγίνεται<!-- <NOTE ED="Frazer">3</NOTE> --> θυγατέρας, Ἐνυὼ καὶ
					Πεφρηδὼ<!-- <NOTE ED="Frazer">4</NOTE> --> καὶ Δεινώ· ἦσαν δὲ αὗται Κητοῦς τε
					καὶ Φόρκου, Γοργόνων ἀδελφαί, γραῖαι ἐκ γενετῆς. ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ
					ἕνα ὀδόντα εἶχον, <pb n="156"/>καὶ ταῦτα παρὰ μέρος ἤμειβον ἀλλήλαις. ὧν
					κυριεύσας ὁ Περσεύς, ὡς ἀπῄτουν, ἔφη δώσειν ἂν ὑφηγήσωνται τὴν ὁδὸν τὴν ἐπὶ τὰς
					νύμφας φέρουσαν. αὗται δὲ αἱ νύμφαι πτηνὰ εἶχον πέδιλα καὶ τὴν κίβισιν, ἥν φασιν
					εἶναι πήραν· <del>Πίνδαρος δὲ καὶ Ἡσίοδος ἐν Ἀσπίδι ἐπὶ τοῦ Περσέως·</del>
                     <cit><quote type="verse"><l><del>πᾶν δὲ μετάφρενον εἶχε <add>κάρα</add> δεινοῖο
									πελώρου</del></l><l><add>Γοργοῦς</add>, <del>ἀμφὶ δέ μιν κίβισις θέε</del>.</l></quote><bibl n="Hes. Sh. 223" xml:lang="en">ηεσιοδ, σηιελδ οφ ηερξυλες,
							223-4.</bibl></cit>
                     <del>εἴρηται δὲ παρὰ τὸ κεῖσθαι ἐκεῖ ἐσθῆτα καὶ τὴν
					τροφήν.</del>
                     <!-- <NOTE ED="Frazer">1</NOTE> --> εἶχον δὲ καὶ τὴν
						<add>Ἄϊδος</add> κυνῆν.<!-- <NOTE ED="Frazer">2</NOTE> --> ὑφηγησαμένων δὲ
					τῶν Φορκίδων, ἀποδοὺς τόν τε ὀδόντα καὶ τὸν ὀφθαλμὸν αὐταῖς, καὶ παραγενόμενος
					πρὸς τὰς νύμφας, καὶ τυχὼν ὧν ἐσπούδαζε, τὴν μὲν κίβισιν περιεβάλετο, τὰ δὲ
					πέδιλα τοῖς σφυροῖς προσήρμοσε, τὴν δὲ κυνῆν τῇ κεφαλῇ ἐπέθετο. ταύτην ἔχων
					αὐτὸς μὲν οὓς ἤθελεν ἔβλεπεν, ὑπὸ ἄλλων δὲ οὐχ ἑωρᾶτο. λαβὼν δὲ καὶ παρὰ Ἑρμοῦ
					ἀδαμαντίνην ἅρπην, πετόμενος εἰς τὸν Ὠκεανὸν ἧκε καὶ κατέλαβε τὰς Γοργόνας
					κοιμωμένας. ἦσαν δὲ αὗται Σθενὼ Εὐρυάλη Μέδουσα. μόνη δὲ ἦν θνητὴ Μέδουσα· διὰ
					τοῦτο ἐπὶ τὴν ταύτης κεφαλὴν Περσεὺς ἐπέμφθη. εἶχον δὲ αἱ Γοργόνες κεφαλὰς μὲν
					περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας
					χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, διʼ ὧν ἐπέτοντο. τοὺς δὲ ἰδόντας λίθους ἐποίουν.
					ἐπιστὰς <pb n="158"/>οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν χεῖρα
					Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, διʼ ἧς τὴν εἰκόνα τῆς
					Γοργόνος ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν. ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς
					Γοργόνος ἐξέθορε Πήγασος πτηνὸς ἵππος, καὶ Χρυσάωρ ὁ Γηρυόνου πατήρ· </p></div><div type="textpart" subtype="section" n="3"><p>τούτους δὲ ἐγέννησεν ἐκ Ποσειδῶνος. ὁ μὲν οὖν Περσεὺς
					ἐνθέμενος εἰς τὴν κίβισιν τὴν κεφαλὴν τῆς Μεδούσης ὀπίσω πάλιν ἐχώρει, αἱ δὲ
					Γοργόνες ἐκ τῆς κοίτης ἀναστᾶσαι<!-- <NOTE ED="Frazer">1</NOTE> --> τὸν Περσέα
					ἐδίωκον, καὶ συνιδεῖν αὐτὸν οὐκ ἠδύναντο διὰ τὴν κυνῆν. ἀπεκρύπτετο γὰρ ὑπʼ
					αὐτῆς. </p><p>παραγενόμενος δὲ εἰς Αἰθιοπίαν, ἧς ἐβασίλευε Κηφεύς, εὗρε τὴν τούτου θυγατέρα
					Ἀνδρομέδαν παρακειμένην βορὰν θαλασσίῳ κήτει. Κασσιέπεια γὰρ ἡ Κηφέως γυνὴ
					Νηρηίσιν ἤρισε περὶ κάλλους, καὶ πασῶν εἶναι κρείσσων ηὔχησεν· ὅθεν αἱ Νηρηίδες
					ἐμήνισαν, καὶ Ποσειδῶν αὐταῖς συνοργισθεὶς πλήμμυράν τε ἐπὶ τὴν χώραν ἔπεμψε καὶ
					κῆτος. Ἄμμωνος δὲ χρήσαντος τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς, ἐὰν ἡ Κασσιεπείας
					θυγάτηρ Ἀνδρομέδα προτεθῇ τῷ κήτει βορά, τοῦτο ἀναγκασθεὶς ὁ Κηφεὺς ὑπὸ τῶν
					Αἰθιόπων ἔπραξε, καὶ προσέδησε τὴν θυγατέρα πέτρα. ταύτην θεασάμενος ὁ Περσεὺς
					καὶ ἐρασθεὶς <pb n="160"/>ἀναιρήσειν ὑπέσχετο Κηφεῖ τὸ κῆτος, εἰ μέλλει σωθεῖσαν
					αὐτὴν αὐτῷ δώσειν γυναῖκα. ἐπὶ τούτοις γενομένων ὅρκων, ὑποστὰς τὸ κῆτος ἔκτεινε
					καὶ τὴν Ἀνδρομέδαν ἔλυσεν. ἐπιβουλεύοντος δὲ αὐτῷ Φινέως, ὃς ἦν ἀδελφὸς τοῦ
					Κηφέως ἐγγεγυημένος<!-- <NOTE ED="Frazer">1</NOTE> --> πρῶτος τὴν Ἀνδρομέδαν,
					μαθὼν τὴν ἐπιβουλήν, τὴν Γοργόνα δείξας μετὰ τῶν συνεπιβουλευόντων αὐτὸν ἐλίθωσε
					παραχρῆμα. παραγενόμενος δὲ εἰς Σέριφον, καὶ καταλαβὼν
					προσπεφευγυῖαν<!-- <NOTE ED="Frazer">2</NOTE> --> τοῖς βωμοῖς μετὰ τοῦ Δίκτυος
					τὴν μητέρα διὰ τὴν Πολυδέκτου βίαν, εἰσελθὼν εἰς τὰ
					βασίλεια,<!-- <NOTE ED="Frazer">3</NOTE> --> συγκαλέσαντος τοῦ Πολυδέκτου τοὺς
					φίλους ἀπεστραμμένος τὴν κεφαλὴν τῆς Γοργόνος ἔδειξε· τῶν δὲ ἰδόντων, ὁποῖον
					ἕκαστος ἔτυχε σχῆμα ἔχων, ἀπελιθώθη. καταστήσας δὲ τῆς Σερίφου Δίκτυν βασιλέα,
					ἀπέδωκε τὰ μὲν πέδιλα καὶ τὴν κίβισιν καὶ τὴν κυνῆν Ἑρμῇ, τὴν δὲ κεφαλὴν τῆς
					Γοργόνος Ἀθηνᾷ. Ἑρμῆς μὲν οὖν τὰ προειρημένα πάλιν ἀπέδωκε ταῖς νύμφαις, Ἀθηνᾶ
					δὲ ἐν μέσῃ τῇ ἀσπίδι τῆς Γοργόνος τὴν κεφαλὴν
					ἐνέθηκε.<!-- <NOTE ED="Frazer">4</NOTE> --> λέγεται δὲ ὑπʼ ἐνίων ὅτι διʼ Ἀθηνᾶν
					ἡ Μέδουσα ἐκαρατομήθη· φασὶ δὲ ὅτι καὶ περὶ κάλλους ἠθέλησεν ἡ Γοργὼ αὐτῇ
					συγκριθῆναι. </p></div><div type="textpart" subtype="section" n="4"><p>Περσεὺς δὲ μετὰ Δανάης καὶ Ἀνδρομέδας ἔσπευδεν εἰς Ἄργος, ἵνα Ἀκρίσιον θεάσηται.
					ὁ δὲ <add>τοῦτο μαθὼν καὶ</add>
                     <!-- <NOTE ED="Frazer">5</NOTE> --> δεδοικὼς. τὸν
					χρησμόν, <pb n="162"/>ἀπολιπὼν Ἄργος εἰς τὴν Πελασγιῶτιν ἐχώρησε γῆν.
					Τευταμίδου<!-- <NOTE ED="Frazer">1</NOTE> --> δὲ τοῦ
					Λαρισσαίων<!-- <NOTE ED="Frazer">2</NOTE> --> βασιλέως ἐπὶ κατοιχομένῳ τῷ πατρὶ
					διατιθέντος<!-- <NOTE ED="Frazer">3</NOTE> --> γυμνικὸν ἀγῶνα, παρεγένετο καὶ ὁ
					Περσεὺς ἀγωνίσασθαι θέλων, ἀγωνιζόμενος δὲ πένταθλον, τὸν δίσκον ἐπὶ τὸν
					Ἀκρισίου πόδα βαλὼν παραχρῆμα ἀπέκτεινεν αὐτόν. αἰσθόμενος δὲ τὸν χρησμὸν
					τετελειωμένον<!-- <NOTE ED="Frazer">4</NOTE> --> τὸν μὲν Ἀκρίσιον ἔξω τῆς πόλεως
					ἔθαψεν, αἰσχυνόμενος δὲ εἰς Ἄργος ἐπανελθεῖν ἐπὶ τὸν κλῆρον τοῦ διʼ αὐτοῦ
					τετελευτηκότος, παραγενόμενος εἰς Τίρυνθα<!-- <NOTE ED="Frazer">5</NOTE> -->
					πρὸς τὸν Προίτου παῖδα Μεγαπένθην ἠλλάξατο, τούτῳ τε τὸ Ἄργος ἐνεχείρισε. καὶ
					Μεγαπένθης μὲν ἐβασίλευσεν Ἀργείων, Περσεὺς δὲ Τίρυνθος, προστειχίσας
					Μίδειαν<!-- <NOTE ED="Frazer">6</NOTE> --> καὶ Μυκήνας. </p></div><div type="textpart" subtype="section" n="5"><p>ἐγένοντο δὲ ἐξ Ἀνδρομέδας παῖδες αὐτῷ, πρὶν μὲν ἐλθεῖν
					εἰς τὴν Ἑλλάδα Πέρσης, ὃν παρὰ Κηφεῖ κατέλιπεν (ἀπὸ τούτου δὲ τοὺς Περσῶν
					βασιλέας λέγεται γενέσθαι), ἐν Μυκήναις δὲ Ἀλκαῖος καὶ Σθένελος καὶ
					Ἕλειος<!-- <NOTE ED="Frazer">7</NOTE> --> Μήστωρ τε καὶ Ἠλεκτρύων, καὶ θυγάτηρ
					Γοργοφόνη, ἣν Περιήρης ἔγημεν. <pb n="164"/>
                  </p><p>ἐκ μὲν οὖν Ἀλκαίου καὶ Ἀστυδαμείας τῆς Πέλοπος, ὡς δὲ ἔνιοι λέγουσι Λαονόμης τῆς
					Γουνέως, ὡς δὲ ἄλλοι πάλιν Ἱππονόμης τῆς Μενοικέως, Ἀμφιτρύων ἐγένετο καὶ
					θυγάτηρ Ἀναξώ, ἐκ δὲ Μήστορος καὶ Λυσιδίκης τῆς Πέλοπος Ἱπποθόη. ταύτην ἁρπάσας
					Ποσειδῶν καὶ κομίσας ἐπὶ τὰς Ἐχινάδας νήσους μίγνυται, καὶ γεννᾷ Τάφιον, ὃς
					ᾤκισε Τάφον καὶ τοὺς λαοὺς Τηλεβόας ἐκάλεσεν, ὅτι τηλοῦ τῆς πατρίδος ἔβη. ἐκ
					Ταφίου δὲ παῖς Πτερέλαος ἐγένετο· τοῦτον ἀθάνατον ἐποίησε Ποσειδῶν, ἐν τῇ κεφαλῇ
					χρυσῆν ἐνθεὶς τρίχα. Πτερελάῳ δὲ ἐγένοντο παῖδες Χρομίος Τύραννος Ἀντίοχος
					Χερσιδάμας Μήστωρ Εὐήρης. </p><p>Ἠλεκτρύων δὲ γήμας τὴν Ἀλκαίου θυγατέρα Ἀναξώ, ἐγέννησε θυγατέρα. μὲν Ἀλκμήνην,
					παῖδας δὲ <add>Στρατοβάτην</add>
                     <!-- <NOTE ED="Frazer">1</NOTE> --> Γοργοφόνον
					Φυλόνομον<!-- <NOTE ED="Frazer">2</NOTE> --> Κελαινέα Ἀμφίμαχον Λυσίνομον
					Χειρίμαχον Ἀνάκτορα Ἀρχέλαον, μετὰ δὲ τούτους καὶ νόθον ἐκ Φρυγίας γυναικὸς
					Μιδέας<!-- <NOTE ED="Frazer">3</NOTE> --> Λικύμνιον. <pb n="166"/>
                  </p><p>Σθενέλου δὲ καὶ Νικίππης τῆς Πέλοπος Ἀλκυόνη<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					καὶ Μέδουσα, ὕστερον δὲ καὶ Εὐρυσθεὺς ἐγένετο, ὃς καὶ Μυκηνῶν ἐβασίλευσεν. ὅτε
					γὰρ Ἡρακλῆς ἔμελλε γεννᾶσθαι, Ζεὺς ἐν θεοῖς ἔφη τὸν ἀπὸ Περσέως γεννηθησόμενον
					τότε βασιλεύσειν Μυκηνῶν, Ἥρα δὲ διὰ<!-- <NOTE ED="Frazer">2</NOTE> --> ζῆλον
					Εἰλειθυίας<!-- <NOTE ED="Frazer">3</NOTE> --> ἔπεισε τὸν μὲν Ἀλκμήνης τόκον
					ἐπισχεῖν, Εὐρυσθέα δὲ τὸν Σθενέλου παρεσκεύασε γεννηθῆναι ἑπταμηνιαῖον ὄντα.
						</p></div><div type="textpart" subtype="section" n="6"><p>Ἠλεκτρύονος δὲ βασιλεύοντος Μυκηνῶν, μετὰ
					Ταφίων<!-- <NOTE ED="Frazer">4</NOTE> --> οἱ Πτερελάου παῖδες ἐλθόντες τὴν
					Μήστορος ἀρχὴν <del>τοῦ μητροπάτορος</del>
                     <!-- <NOTE ED="Frazer">5</NOTE> -->
					ἀπῄτουν, καὶ μὴ προσέχοντος<!-- <NOTE ED="Frazer">6</NOTE> --> Ἠλεκτρύονος
					ἀπήλαυνον τὰς <pb n="168"/>βόας· ἀμυνομένων δὲ τῶν Ἠλεκτρύονος παίδων, ἐκ
					προκλήσεως<!-- <NOTE ED="Frazer">1</NOTE> --> ἀλλήλους ἀπέκτειναν. ἐσώθη δὲ τῶν
					Ἠλεκτρύονος παίδων Λικύμνιος ἔτι νέος ὑπάρχων, τῶν δὲ Πτερελάου Εὐήρης, ὃς καὶ
					τὰς ναῦς ἐφύλασσε. τῶν δὲ Ταφίων οἱ διαφυγόντες ἀπέπλευσαν τὰς ἐλαθείσας βόας
					ἑλόντες, καὶ παρέθεντο τῷ βασιλεῖ τῶν Ἠλείων Πολυξένῳ· Ἀμφιτρύων δὲ παρὰ
					Πολυξένου λυτρωσάμενος αὐτὰς ἤγαγεν εἰς
					Μυκήνας.<!-- <NOTE ED="Frazer">2</NOTE> --> ὁ δὲ Ἠλεκτρύων τὸν τῶν παίδων
					θάνατον βουλόμενος ἐκδικῆσαι, παραδοὺς τὴν βασιλείαν Ἀμφιτρύωνι καὶ τὴν θυγατέρα
					Ἀλκμήνην, ἐξορκίσας ἵνα μέχρι τῆς ἐπανόδου παρθένον αὐτὴν φυλάξῃ, στρατεύειν ἐπὶ
					Τηλεβόας διενοεῖτο. ἀπολαμβάνοντος δὲ αὐτοῦ τὰς βόας, μιᾶς ἐκθορούσης Ἀμφιτρύων
					ἐπʼ αὐτὴν ἀφῆκεν ὃ μετὰ χεῖρας εἶχε ῥόπαλον, τὸ δὲ ἀποκρουσθὲν ἀπὸ τῶν κεράτων
					εἰς τὴν Ἠλεκτρύονος κεφαλὴν ἐλθὸν ἀπέκτεινεν αὐτόν. ὅθεν λαβὼν ταύτην τὴν
					πρόφασιν Σθένελος παντὸς Ἄργους <pb n="170"/>ἐξέβαλεν Ἀμφιτρύωνα, καὶ τὴν ἀρχὴν
					τῶν Μυκηνῶν καὶ τῆς Τίρυνθος αὐτὸς κατέσχε· τὴν δὲ
					Μίδειαν,<!-- <NOTE ED="Frazer">1</NOTE> --> μεταπεμψάμενος τοὺς Πέλοπος παῖδας
					Ἀτρέα καὶ Θυέστην, παρέθετο τούτοις. </p><p>Ἀμφιτρύων δὲ σὺν Ἀλκμήνῃ καὶ Λικυμνίῳ παραγενόμενος ἐπὶ Θήβας ὑπὸ Κρέοντος
					ἡγνίσθη, καὶ δίδωσι τὴν ἀδελφὴν Περιμήδην Λικυμνίῳ. λεγούσης δὲ Ἀλκμήνης
					γαμηθήσεσθαι αὐτῷ<!-- <NOTE ED="Frazer">2</NOTE> --> τῶν ἀδελφῶν αὐτῆς
					ἐκδικήσαντι τὸν θάνατον, ὑποσχόμενος ἐπὶ Τηλεβόας στρατεύει Ἀμφιτρύων, καὶ
					παρεκάλει συλλαβέσθαι Κρέοντα. ὁ δὲ ἔφη στρατεύσειν, ἐὰν πρότερον ἐκεῖνος τὴν
					Καδμείαν<!-- <NOTE ED="Frazer">3</NOTE> --> τῆς ἀλώπεκος ἀπαλλάξῃ· ἔφθειρε γὰρ
					τὴν<!-- <NOTE ED="Frazer">4</NOTE> --> Καδμείαν ἀλώπηξ θηρίον. ὑποστάντος δὲ
					ὅμως εἱμαρμένον ἦν αὐτὴν μηδέ τινα καταλαβεῖν. </p></div><div type="textpart" subtype="section" n="7"><p>ἀδικουμένης δὲ τῆς χώρας, ἕνα τῶν ἀστῶν παῖδα οἱ Θηβαῖοι κατὰ μῆνα προετίθεσαν
					αὐτῇ, πολλοὺς ἁρπαξούσῃ,<!-- <NOTE ED="Frazer">5</NOTE> --> τοῦτʼ εἰ μὴ γένοιτο.
					ἀπαλλαγεὶς <pb n="172"/>οὖν Ἀμφιτρύων εἰς Ἀθήνας πρὸς Κέφαλον τὸν Δηιονέως,
					συνέπειθεν ἐπὶ μέρει τῶν ἀπὸ Τηλεβοῶν λαφύρων ἄγειν ἐπὶ τὴν θήραν τὸν κύνα ὃν
					Πρόκρις ἤγαγεν ἐκ Κρήτης παρὰ Μίνωος λαβοῦσα· ἦν δὲ καὶ τούτῳ πεπρωμένον πᾶν, ὅ
					τι ἂν διώκῃ, λαμβάνειν. διωκομένης οὖν ὑπὸ τοῦ κυνὸς τῆς ἀλώπεκος, Ζεὺς
					ἀμφοτέρους λίθους ἐποίησεν. Ἀμφιτρύων δὲ ἔχων ἐκ μὲν Θορικοῦ τῆς Ἀττικῆς Κέφαλον
					συμμαχοῦντα, ἐκ δὲ Φωκέων Πανοπέα, ἐκ δὲ
					Ἕλους<!-- <NOTE ED="Frazer">1</NOTE> --> τῆς Ἀργείας Ἕλειον τὸν Περσέως, ἐκ δὲ
					Θηβῶν Κρέοντα, τὰς τῶν Ταφίων νήσους ἐπόρθει. ἄχρι μὲν οὖν ἔζη Πτερέλαος, οὐκ
					ἐδύνατο τὴν Τάφον ἑλεῖν· ὡς δὲ ἡ Πτερελάου θυγάτηρ Κομαιθὼ ἐρασθεῖσα Ἀμφιτρύωνος
					τὴν χρυσῆν τρίχα τοῦ πατρὸς ἐκ τῆς κεφαλῆς ἐξείλετο, Πτερελάου τελευτήσαντος
					ἐχειρώσατο τὰς νήσους ἁπάσας. τὴν μὲν οὖν Κομαιθὼ
					κτείνει<!-- <NOTE ED="Frazer">2</NOTE> --> Ἀμφιτρύων καὶ τὴν λείαν ἔχων εἰς
					Θήβας ἔπλει, καὶ τὰς νήσους Ἑλείῳ καὶ Κεφάλῳ δίδωσι. κἀκεῖνοι πόλεις αὐτῶν
					ἐπωνύμους κτίσαντες κατῴκησαν. </p></div><div type="textpart" subtype="section" n="8"><p>πρὸ τοῦ δὲ Ἀμφιτρύωνα παραγενέσθαι εἰς Θήβας Ζεύς, διὰ νυκτὸς ἐλθὼν καὶ τὴν μίαν
					τριπλασιάσας νύκτα,<!-- <NOTE ED="Frazer">3</NOTE> --> ὅμοιος Ἀμφιτρύωνι <pb n="174"/>γενόμενος Ἀλκμήνῃ συνευνάσθη καὶ τὰ γενόμενα
					περὶ<!-- <NOTE ED="Frazer">1</NOTE> --> Τηλεβοῶν διηγήσατο. Ἀμφιτρύων δὲ
					παραγενόμενος, ὡς οὐχ ἑώρα φιλοφρονουμένην πρὸς αὐτὸν τὴν γυναῖκα, ἐπυνθάνετο
					τὴν αἰτίαν· εἰπούσης δὲ ὅτι τῇ προτέρᾳ νυκτὶ παραγενόμενος αὐτῇ συγκεκοίμηται,
					μανθάνει παρὰ Τειρεσίου τὴν γενομένην τοῦ Διὸς συνουσίαν. Ἀλκμήνη δὲ δύο
					ἐγέννησε παῖδας, Διὶ μὲν Ἡρακλέα, μιᾷ νυκτὶ πρεσβύτερον, Ἀμφιτρύωνι δὲ Ἰφικλέα.
					τοῦ δὲ παιδὸς ὄντος ὀκταμηνιαίου δύο δράκοντας ὑπερμεγέθεις Ἥρα ἐπὶ τὴν εὐνὴν
					ἔπεμψε, διαφθαρῆναι τὸ βρέφος θέλουσα. ἐπιβοωμένης δὲ Ἀλκμήνης Ἀμφιτρύωνα,
					Ἡρακλῆς διαναστὰς ἄγχων ἑκατέραις ταῖς χερσὶν αὐτοὺς διέφθειρε. Φερεκύδης δέ
					φησιν Ἀμφιτρύωνα, βουλόμενον μαθεῖν ὁπότερος ἦν τῶν παίδων ἐκείνου, τοὺς
					δράκοντας εἰς τὴν εὐνὴν ἐμβαλεῖν, καὶ τοῦ μὲν Ἰφικλέους φυγόντος τοῦ δὲ
					Ἡρακλέους ὑποστάντος μαθεῖν ὡς Ἰφικλῆς ἐξ αὐτοῦ γεγέννηται. </p></div><div type="textpart" subtype="section" n="9"><p>ἐδιδάχθη δὲ<!-- <NOTE ED="Frazer">2</NOTE> --> Ἡρακλῆς ἁρματηλατεῖν μὲν ὑπὸ
					Ἀμφιτρύωνος, παλαίειν δὲ ὑπὸ Αὐτολύκου, τοξεύειν δὲ ὑπὸ Εὐρύτου, ὁπλομαχεῖν δὲ
					ὑπὸ <pb n="176"/>Κάστορος, κιθαρῳδεῖν δὲ ὑπὸ Λίνου. οὗτος δὲ ἦν ἀδελφὸς Ὀρφέως·
					ἀφικόμενος δὲ εἰς Θήβας καὶ Θηβαῖος γενόμενος ὑπὸ Ἡρακλέους τῇ κιθάρᾳ πληγεὶς
					ἀπέθανεν· ἐπιπλήξαντα γὰρ αὐτὸν ὀργισθεὶς ἀπέκτεινε. δίκην δὲ ἐπαγόντων τινῶν
					αὐτῷ φόνου, παρανέγνω νόμον Ῥαδαμάνθυος λέγοντος, ὃς ἂν ἀμύνηται τὸν χειρῶν
					ἀδίκων κατάρξαντα,<!-- <NOTE ED="Frazer">1</NOTE> --> ἀθῷον εἶναι, καὶ οὕτως
					ἀπελύθη.<!-- <NOTE ED="Frazer">2</NOTE> --> δείσας δὲ Ἀμφιτρύων μὴ πάλιν τι
					ποιήσῃ τοιοῦτον, ἔπεμψεν αὐτὸν εἰς τὰ βουφόρβια. κἀκεῖ τρεφόμενος μεγέθει τε καὶ
					ῥώμῃ πάντων διήνεγκεν. ἦν δὲ καὶ θεωρηθεὶς
					φανερὸς<!-- <NOTE ED="Frazer">3</NOTE> --> ὅτι Διὸς παῖς ἦν· τετραπηχυαῖον μὲν
					γὰρ εἶχε τὸ σῶμα, πυρὸς δʼ ἐξ ὀμμάτων ἔλαμπεν αἴγλην. οὐκ ἠστόχει δὲ οὔτε
					τοξεύων οὔτε ἀκοντίζων. </p><p>ἐν δὲ τοῖς βουκολίοις ὑπάρχων ὀκτωκαιδεκαέτης τὸν Κιθαιρώνειον ἀνεῖλε λέοντα.
					οὗτος γὰρ ὁρμώμενος ἐκ τοῦ Κιθαιρῶνος τὰς Ἀμφιτρύωνος ἔφθειρε βόας καὶ τὰς Θεσπίου.<!-- <NOTE ED="Frazer">4</NOTE> --><pb n="178"/>
                  </p></div><div type="textpart" subtype="section" n="10"><p>βασιλεὺς δὲ ἦν οὗτος Θεσπιῶν, πρὸς ὃν ἀφίκετο
					Ἡρακλῆς ἑλεῖν βουλόμενος τὸν λέοντα. ὁ δὲ αὐτὸν ἐξένισε πεντήκοντα ἡμέρας, καὶ
					ἐπὶ τὴν θήραν ἐξιόντι νυκτὸς ἑκάστης μίαν συνεύναζε θυγατέρα (πεντήκοντα δὲ αὐτῷ
					ἦσαν ἐκ Μεγαμήδης γεγεννημέναι τῆς Ἀρνέου)· ἐσπούδαζε γὰρ πάσας ἐξ Ἡρακλέους
					τεκνοποιήσασθαι. Ἡρακλῆς δὲ μίαν νομίζων εἶναι τὴν ἀεὶ συνευναζομένην, συνῆλθε
					πάσαις. καὶ χειρωσάμενος τὸν λέοντα τὴν μὲν δορὰν ἠμφιέσατο, τῷ χάσματι δὲ
					ἐχρήσατο κόρυθι. </p></div><div type="textpart" subtype="section" n="11"><p>ἀνακάμπτοντι δὲ αὐτῷ ἀπὸ τῆς θήρας συνήντησαν κήρυκες παρὰ Ἐργίνου πεμφθέντες,
					ἵνα παρὰ Θηβαίων τὸν δασμὸν λάβωσιν. ἐτέλουν δὲ Θηβαῖοι τὸν δασμὸν Ἐργίνῳ διʼ
					αἰτίαν τήνδε. Κλύμενον τὸν Μινυῶν βασιλέα λίθῳ βαλὼν Μενοικέως ἡνίοχος, ὄνομα
					Περιήρης, ἐν Ὀγχηστῷ<!-- <NOTE ED="Frazer">1</NOTE> --> Ποσειδῶνος τεμένει
					τιτρώσκει· ὁ δὲ κομισθεὶς εἰς Ὀρχομενὸν ἡμιθνὴς ἐπισκήπτει τελευτῶν Ἐργίνῳ τῷ
					παιδὶ ἐκδικῆσαι τὸν θάνατον αὐτοῦ. στρατευσάμενος δὲ Ἐργῖνος ἐπὶ Θήβας, κτείνας
					οὐκ ὀλίγους ἐσπείσατο μεθʼ ὅρκων, ὅπως πέμπωσιν αὐτῷ Θηβαῖοι δασμὸν ἐπὶ εἴκοσιν
					ἔτη, κατὰ ἔτος ἑκατὸν βόας. ἐπὶ τοῦτον τὸν <pb n="180"/>δασμὸν εἰς Θήβας τοὺς
					κήρυκας ἀπιόντας συντυχὼν Ἡρακλῆς ἐλωβήσατο· ἀποτεμὼν γὰρ αὐτῶν τὰ ὦτα καὶ τὰς
					ῥῖνας, καὶ <del>διὰ σχοινίων</del>
                     <!-- <NOTE ED="Frazer">1</NOTE> --> τὰς χεῖρας
					δήσας ἐκ τῶν τραχήλων, ἔφη τοῦτον Ἐργίνῳ καὶ Μινύαις δασμὸν κομίζειν. ἐφʼ οἷς
					ἀγανακτῶν<!-- <NOTE ED="Frazer">2</NOTE> --> ἐστράτευσεν ἐπὶ Θήβας. Ἡρακλῆς δὲ
					λαβὼν ὅπλα παρʼ Ἀθηνᾶς καὶ πολεμαρχῶν Ἐργῖνον μὲν ἔκτεινε, τοὺς δὲ Μινύας
					ἐτρέψατο καὶ τὸν δασμὸν διπλοῦν ἠνάγκασε Θηβαίοις φέρειν. συνέβη δὲ κατὰ τὴν
					μάχην Ἀμφιτρύωνα γενναίως μαχόμενον τελευτῆσαι. λαμβάνει δὲ Ἡρακλῆς παρὰ
					Κρέοντος ἀριστεῖον τὴν πρεσβυτάτην θυγατέρα Μεγάραν, ἐξ ἧς αὐτῷ παῖδες ἐγένοντο
					τρεῖς, Θηρίμαχος Κρεοντιάδης Δηικόων. τὴν δὲ νεωτέραν θυγατέρα Κρέων
					Ἰφικλεῖ<!-- <NOTE ED="Frazer">3</NOTE> --> δίδωσιν, ἤδη παῖδα Ἰόλαον ἔχοντι ἐξ
					Αὐτομεδούσης τῆς Ἀλκάθου. ἔγημε δὲ καὶ Ἀλκμήνην μετὰ τὸν Ἀμφιτρύωνος θάνατον
					Διὸς παῖς Ῥαδάμανθυς, κατῴκει δὲ ἐν Ὠκαλέαις<!-- <NOTE ED="Frazer">4</NOTE> -->
					τῆς Βοιωτίας πεφευγώς. <pb n="182"/>
                  </p><p>προμαθὼν<!-- <NOTE ED="Frazer">1</NOTE> --> δὲ παρʼ
					Ἐυρύτου<!-- <NOTE ED="Frazer">2</NOTE> --> τὴν τοξικὴν Ἡρακλῆς ἔλαβε παρὰ Ἑρμοῦ
					μὲν ξίφος, παρʼ Ἀπόλλωνος δὲ τόξα, παρὰ δὲ Ἡφαίστου θώρακα χρυσοῦν, παρὰ δὲ
					Ἀθηνᾶς πέπλον· ῥόπαλον μὲν γὰρ αὐτὸς ἔτεμεν ἐκ Νεμέας. </p></div><div type="textpart" subtype="section" n="12"><p>μετὰ δὲ τὴν πρὸς Μινύας μάχην συνέβη αὐτῷ κατὰ ζῆλον Ἥρας μανῆναι, καὶ τούς τε
					ἰδίους παῖδας, οὓς ἐκ Μεγάρας εἶχεν, εἰς πῦρ ἐμβαλεῖν καὶ τῶν
					Ἰφικλέους<!-- <NOTE ED="Frazer">3</NOTE> --> δύο· διὸ καταδικάσας ἑαυτοῦ φυγὴν
					καθαίρεται μὲν ὑπὸ Θεσπίου,<!-- <NOTE ED="Frazer">4</NOTE> --> παραγενόμενος δὲ
					εἰς Δελφοὺς πυνθάνεται τοῦ θεοῦ ποῦ κατοικήσει. ἡ δὲ Πυθία τότε πρῶτον Ἡρακλέα
					αὐτὸν προσηγόρευσε· τὸ δὲ πρώην<!-- <NOTE ED="Frazer">5</NOTE> --> Ἀλκείδης <pb n="184"/>προσηγορεύετο. κατοικεῖν δὲ αὐτὸν εἶπεν ἐν Τίρυνθι, Εὐρυσθεῖ
					λατρεύοντα ἔτη δώδεκα, καὶ τοὺς ἐπιτασσομένους ἄθλους
					δέκα<!-- <NOTE ED="Frazer">1</NOTE> --> ἐπιτελεῖν, καὶ οὕτως ἔφη, τῶν ἄθλων
					συντελεσθέντων, ἀθάνατον αὐτὸν ἔσεσθαι. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>