<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.3.1-2.3.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.3.1-2.3.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="2" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="section" n="1"><p>Βελλεροφόντης δὲ ὁ Γλαύκου τοῦ Σισύφου, κτείνας ἀκουσίως ἀδελφὸν
					Δηλιάδην,<!-- <NOTE ED="Frazer">1</NOTE> --> ὡς δέ τινές φασι
					Πειρῆνα,<!-- <NOTE ED="Frazer">2</NOTE> --> ἄλλοι δὲ Ἀλκιμένην, πρὸς <pb n="150"/>Προῖτον ἐλθὼν καθαίρεται. καὶ αὐτοῦ Σθενέβοια ἔρωτα ἴσχει, καὶ
					προσπέμπει<!-- <NOTE ED="Frazer">1</NOTE> --> λόγους περὶ συνουσίας. τοῦ δὲ
					ἀπαρνουμένου, λέγει πρὸς Προῖτον ὅτι Βελλεροφόντης αὐτῇ περὶ φθορᾶς προσεπέμψατο
					λόγους. Προῖτος δὲ πιστεύσας ἔδωκεν ἐπιστολὰς αὐτῷ πρὸς Ἰοβάτην
					κομίσαι,<!-- <NOTE ED="Frazer">2</NOTE> --> ἐν αἷς ἐνεγέγραπτο Βελλεροφόντην
					ἀποκτεῖναι. Ἰοβάτης δὲ ἀναγνοὺς<!-- <NOTE ED="Frazer">3</NOTE> --> ἐπέταξεν αὐτῷ
					Χίμαιραν κτεῖναι, νομίζων αὐτὸν ὑπὸ τοῦ θηρίου διαφθαρήσεσθαι· ἦν γὰρ οὐ μόνον
					ἑνὶ ἀλλὰ πολλοῖς οὐκ εὐάλωτον, εἶχε δὲ προτομὴν μὲν λέοντος, οὐρὰν δὲ δράκοντος,
					τρίτην δὲ κεφαλὴν μέσην αἰγός, διʼ ἧς πῦρ ἀνίει. καὶ τὴν χώραν διέφθειρε, καὶ τὰ
					βοσκήματα ἐλυμαίνετο· μία γὰρ φύσις τριῶν θηρίων εἶχε
					δύναμιν.<!-- <NOTE ED="Frazer">4</NOTE> --> λέγεται δὲ καὶ τὴν Χίμαιραν
					ταύτην<!-- <NOTE ED="Frazer">5</NOTE> --> τραφῆναι μὲν ὑπὸ Ἀμισωδάρου, καθάπερ
					εἴρηκε καὶ Ὅμηρος, γεννηθῆναι δὲ ἐκ Τυφῶνος καὶ Ἐχίδνης, καθὼς Ἡσίοδος ἱστορεῖ.
						</p></div><div type="textpart" subtype="section" n="2"><p>ἀναβιβάσας οὖν ἑαυτὸν ὁ Βελλεροφόντης ἐπὶ
					τὸν <pb n="152"/>Πήγασον,<!-- <NOTE ED="Frazer">1</NOTE> --> ὃν εἶχεν ἵππον ἐκ
					Μεδούσης πτηνὸν γεγεννημένον καὶ Ποσειδῶνος, ἀρθεὶς εἰς ὕψος ἀπὸ τούτου
					κατετόξευσε τὴν Χίμαιραν. μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἐπέταξεν αὐτῷ Σολύμοις
					μαχεσθῆναι.<!-- <NOTE ED="Frazer">2</NOTE> --> ὡς δὲ ἐτελεύτησε καὶ τοῦτον,
					Ἀμαζόσιν ἐπέταξεν ἀγωνίσασθαι<!-- <NOTE ED="Frazer">3</NOTE> --> αὐτόν. ὡς δὲ
					καὶ ταύτας ἀπέκτεινε, τοὺς γενναιότητι<!-- <NOTE ED="Frazer">4</NOTE> --> Λυκίων
					διαφέρειν δοκοῦντας ἐπιλέξας ἐπέταξεν ἀποκτεῖναι λοχήσαντας. ὡς δὲ καὶ τούτους
					ἀπέκτεινε πάντας, θαυμάσας τὴν δύναμιν αὐτοῦ ὁ Ἰοβάτης τά τε γράμματα ἔδειξε καὶ
					παρʼ αὐτῷ μένειν ἠξίωσε· δοὺς δὲ τὴν θυγατέρα Φιλονόην καὶ θνήσκων τὴν βασιλείαν
					κατέλιπεν αὐτῷ.<!-- <NOTE ED="Frazer">5</NOTE> --></p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>