<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.1.1-2.1.5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2:2.1.1-2.1.5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0548.tlg001.perseus-grc2" xml:lang="grc"><div n="2" subtype="book" type="textpart"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="1"><p>ἐπειδὴ δὲ τὸ τοῦ Δευκαλίωνος διεξεληλύθαμεν γένος, ἐχομένως
					λέγωμεν<!-- <NOTE ED="Frazer">1</NOTE> --> τὸ Ἰνάχειον. </p><p>Ὠκεανοῦ καὶ Τηθύος γίνεται παῖς Ἴναχος, ἀφʼ οὗ ποταμὸς ἐν Ἄργει Ἴναχος καλεῖται.
					τούτου καὶ Μελίας<!-- <NOTE ED="Frazer">2</NOTE> --> τῆς Ὠκεανοῦ Φορωνεύς τε καὶ
					Αἰγιαλεὺς παῖδες ἐγένοντο. Αἰγιαλέως μὲν οὖν ἄπαιδος ἀποθανόντος ἡ χώρα ἅπασα
					Αἰγιάλεια ἐκλήθη, Φορωνεὺς δὲ ἁπάσης τῆς ὕστερον Πελοποννήσου προσαγορευθείσης
					δυναστεύων ἐκ Τηλεδίκης<!-- <NOTE ED="Frazer">3</NOTE> --> νύμφης Ἆπιν καὶ
					Νιόβην ἐγέννησεν. Ἆπις μὲν οὖν εἰς τυραννίδα τὴν ἑαυτοῦ μεταστήσας δύναμιν καὶ
					βίαιος ὢν τύραννος, ὀνομάσας<!-- <NOTE ED="Frazer">4</NOTE> --> ἀφʼ ἑαυτοῦ τὴν
					Πελοπόννησον Ἀπίαν, ὑπὸ Θελξίονος καὶ Τελχῖνος ἐπιβουλευθεὶς ἄπαις ἀπέθανε, καὶ
					νομισθεὶς θεὸς ἐκλήθη Σάραπις· Νιόβης δὲ καὶ Διός (ᾗ πρώτῃ γυναικὶ Ζεὺς θνητῇ
					ἐμίγη) παῖς Ἄργος ἐγένετο, ὡς δὲ Ἀκουσίλαός <pb n="130"/>φησι, καὶ Πελασγός, ἀφʼ
					οὗ κληθῆναι τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Πελασγούς. Ἡσίοδος δὲ τὸν Πελασγὸν
					αὐτόχθονά φησιν εἶναι. </p></div><div type="textpart" subtype="section" n="2"><p>ἀλλὰ περὶ μὲν τούτου
					πάλιν ἐροῦμεν· Ἄργος δὲ λαβὼν<!-- <NOTE ED="Frazer">1</NOTE> --> τὴν βασιλείαν
					ἀφʼ ἑαυτοῦ τὴν Πελοπόννησον ἐκάλεσεν Ἄργος, καὶ γήμας Εὐάδνην τὴν Στρυμόνος καὶ
					Νεαίρας ἐτέκνωσεν Ἔκβασον Πείραντα Ἐπίδαυρον Κρίασον, ὃς καὶ τὴν βασιλείαν
					παρέλαβεν. </p><p>Ἐκβάσου δὲ Ἀγήνωρ γίνεται, τούτου δὲ Ἄργος ὁ πανόπτης λεγόμενος. εἶχε δὲ οὗτος
					ὀφθαλμοὺς μὲν ἐν παντὶ τῷ σώματι, ὑπερβάλλων δὲ δυνάμει τὸν μὲν τὴν Ἀρκαδίαν
					λυμαινόμενον ταῦρον ἀνελὼν τὴν τούτου δορὰν ἠμφιέσατο, Σάτυρον δὲ τοὺς Ἀρκάδας
					ἀδικοῦντα καὶ ἀφαιρούμενον τὰ βοσκήματα ὑποστὰς ἀπέκτεινε. λέγεται δὲ ὅτι καὶ
					τὴν Ταρτάρου καὶ Γῆς Ἔχιδναν, ἣ τοὺς παριόντας συνήρπαζεν, ἐπιτηρήσας κοιμωμένην
					ἀπέκτεινεν. ἐξεδίκησε δὲ καὶ τὸν Ἄπιδος φόνον, τοὺς αἰτίους ἀποκτείνας.
						</p></div><div type="textpart" subtype="section" n="3"><p>Ἄργου δὲ καὶ Ἰσμήνης τῆς Ἀσωποῦ παῖς Ἴασος,<!-- <NOTE ED="Frazer">2</NOTE> --> οὗ
					φασιν Ἰὼ γενέσθαι. Κάστωρ δὲ ὁ συγγράψας τὰ χρονικὰ καὶ πολλοὶ τῶν τραγικῶν
					Ἰνάχου τὴν Ἰὼ λέγουσιν· Ἡσίοδος δὲ καὶ <pb n="132"/>Ἀκουσίλαος Πειρῆνος αὐτήν
					φασιν εἶναι. ταύτην ἱερωσύνην τῆς Ἥρας ἔχουσαν Ζεὺς ἔφθειρε. φωραθεὶς δὲ ὑφʼ
					Ἥρας τῆς μὲν κόρης ἁψάμενος εἰς βοῦν μετεμόρφωσε λευκήν, ἀπωμόσατο δὲ
					ταύτῃ<!-- <NOTE ED="Frazer">1</NOTE> --> μὴ συνελθεῖν· διό φησιν Ἡσίοδος οὐκ
					ἐπισπᾶσθαι τὴν ἀπὸ τῶν θεῶν ὀργὴν τοὺς γινομένους ὅρκους ὑπὲρ ἔρωτος. Ἥρα δὲ
					αἰτησαμένη παρὰ Διὸς τὴν βοῦν φύλακα αὐτῆς κατέστησεν Ἄργον τὸν πανόπτην, ὃν
					Φερεκύδης<!-- <NOTE ED="Frazer">2</NOTE> --> μὲν Ἀρέστορος λέγει, Ἀσκληπιάδης δὲ
					Ἰνάχου, Κέρκωψ<!-- <NOTE ED="Frazer">3</NOTE> --> δὲ Ἄργου καὶ Ἰσμήνης τῆς
					Ἀσωποῦ θυγατρός· Ἀκουσίλαος δὲ γηγενῆ αὐτὸν λέγει. οὗτος ἐκ τῆς ἐλαίας ἐδέσμευεν
					αὐτὴν ἥτις ἐν τῷ Μυκηναίων ὑπῆρχεν ἄλσει. Διὸς δὲ ἐπιτάξαντος Ἑρμῇ κλέψαι τὴν
					βοῦν, μηνύσαντος Ἱέρακος, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο, λίθῳ βαλὼν ἀπέκτεινε τὸν
					Ἄργον, ὅθεν ἀργειφόντης ἐκλήθη. Ἥρα δὲ τῇ βοῒ οἶστρον ἐμβάλλει ἡ δὲ πρῶτον ἧκεν
					εἰς τὸν ἀπʼ ἐκείνης Ἰόνιον κόλπον κληθέντα, ἔπειτα διὰ τῆς Ἰλλυρίδος πορευθεῖσα
					καὶ τὸν Αἷμον ὑπερβαλοῦσα διέβη τὸν τότε μὲν καλούμενον πόρον Θρᾴκιον, νῦν δὲ
					ἀπʼ ἐκείνης Βόσπορον. ἀπελθοῦσα<!-- <NOTE ED="Frazer">4</NOTE> --> δὲ εἰς
					Σκυθίαν καὶ τὴν Κιμμερίδα γῆν, πολλὴν χέρσον πλανηθεῖσα καὶ πολλὴν διανηξαμένη
					θάλασσαν Εὐρώπης τε καὶ <pb n="134"/>Ἀσίας, τελευταῖον
					ἧκεν<!-- <NOTE ED="Frazer">1</NOTE> --> εἰς Αἴγυπτον, ὅπου τὴν ἀρχαίαν μορφὴν
					ἀπολαβοῦσα γεννᾷ παρὰ τῷ Νείλῳ ποταμῷ Ἔπαφον παῖδα. τοῦτον δὲ Ἥρα δεῖται
					Κουρήτων ἀφανῆ ποιῆσαι· οἱ δὲ ἠφάνισαν αὐτόν. καὶ Ζεὺς μὲν αἰσθόμενος κτείνει
					Κούρητας, Ἰὼ δὲ ἐπὶ ζήτησιν τοῦ παιδὸς ἐτράπετο. </p><p>πλανωμένη δὲ κατὰ τὴν Συρίαν ἅπασαν (ἐκεῖ γὰρ ἐμηνύετο
						<add>ὅτι<!-- <NOTE ED="Frazer">2</NOTE> -->
					ἡ</add>
                     <!-- <NOTE ED="Frazer">3</NOTE> --> τοῦ Βυβλίων βασιλέως
					<add>γυνὴ</add>
                     <!-- <NOTE ED="Frazer">4</NOTE> --> ἐτιθήνει τὸν υἱόν) καὶ τὸν
					Ἔπαφον εὑροῦσα, εἰς Αἴγυπτον ἐλθοῦσα ἐγαμήθη Τηλεγόνῳ τῷ βασιλεύοντι τότε
					Αἰγυπτίων. ἱδρύσατο δὲ ἄγαλμα Δήμητρος, ἣν ἐκάλεσαν Ἶσιν Αἰγύπτιοι, καὶ τὴν Ἰὼ
					Ἶσιν ὁμοίως προσηγόρευσαν. </p></div><div type="textpart" subtype="section" n="4"><p>Ἔπαφος δὲ βασιλεύων Αἰγυπτίων γαμεῖ Μέμφιν τὴν Νείλου θυγατέρα, καὶ ἀπὸ ταύτης
					κτίζει Μέμφιν πόλιν, καὶ τεκνοῖ θυγατέρα Λιβύην, ἀφʼ ἧς ἡ χώρα Λιβύη ἐκλήθη.
					Λιβύης δὲ καὶ Ποσειδῶνος γίνονται παῖδες δίδυμοι Ἀγήνωρ καὶ Βῆλος. Ἀγήνωρ μὲν
					οὖν εἰς Φοινίκην ἀπαλλαγεὶς ἐβασίλευσε, κἀκεῖ τῆς μεγάλης ῥίζης ἐγένετο
					γενεάρχης· ὅθεν ὑπερθησόμεθα περὶ τούτου. Βῆλος δὲ ὑπομείνας ἐν Αἰγύπτῳ
					βασιλεύει μὲν Αἰγύπτου, γαμεῖ δὲ Ἀγχινόην<!-- <NOTE ED="Frazer">5</NOTE> --> τὴν
					Νείλου θυγατέρα, καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι, <pb n="136"/>Αἴγυπτος καὶ
					Δαναός, ὡς δέ φησιν Εὐριπίδης, καὶ Κηφεὺς καὶ Φινεὺς προσέτι. Δαναὸν μὲν οὖν
					Βῆλος ἐν Λιβύῃ κατῴκισεν,<!-- <NOTE ED="Frazer">1</NOTE> --> Αἴγυπτον δὲ ἐν
					Ἀραβίᾳ, ὃς καὶ καταστρεψάμενος<!-- <NOTE ED="Frazer">2</NOTE> --> τὴν
					Μελαμπόδων<!-- <NOTE ED="Frazer">3</NOTE> --> χώραν <add>ἀφʼ
					ἑαυτοῦ</add>
                     <!-- <NOTE ED="Frazer">4</NOTE> --> ὠνόμασεν Αἴγυπτον. γίνονται δὲ
					ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν παῖδες πεντήκοντα, θυγατέρες δὲ Δαναῷ πεντήκοντα.
					στασιασάντων δὲ αὐτῶν περὶ τῆς ἀρχῆς<!-- <NOTE ED="Frazer">5</NOTE> --> ὕστερον,
					Δαναὸς τοὺς Αἰγύπτου παῖδας δεδοικώς, ὑποθεμένης Ἀθηνᾶς αὐτῷ ναῦν κατεσκεύασε
					πρῶτος καὶ τὰς θυγατέρας ἐνθέμενος ἔφυγε.
					προσσχὼν<!-- <NOTE ED="Frazer">6</NOTE> --> δὲ Ῥόδῳ τὸ τῆς
					Λινδίας<!-- <NOTE ED="Frazer">7</NOTE> --> ἄγαλμα Ἀθηνᾶς ἱδρύσατο. ἐντεῦθεν δὲ
					ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσι
					Γελάνωρ<!-- <NOTE ED="Frazer">8</NOTE> --> ὁ τότε βασιλεύων <add>αὐτὸς δὲ
						κρατήσας τῆς χώρας ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας Δαναοὺς
					ὠνόμασε</add>.<!-- <NOTE ED="Frazer">9</NOTE> --> ἀνύδρου δὲ τῆς χώρας
					ὑπαρχούσης, <pb n="138"/>ἐπειδὴ καὶ τὰς πηγὰς ἐξήρανε Ποσειδῶν μηνίων Ἰνάχῳ
					διότι τὴν χώραν Ἥρας<!-- <NOTE ED="Frazer">1</NOTE> --> ἐμαρτύρησεν εἶναι, τὰς
					θυγατέρας ὑδρευσομένας ἔπεμψε. μία δὲ αὐτῶν Ἀμυμώνη ζητοῦσα ὕδωρ ῥίπτει βέλος
					ἐπὶ ἔλαφον καὶ κοιμωμένου Σατύρου τυγχάνει, κἀκεῖνος περιαναστὰς ἐπεθύμει
					συγγενέσθαι· Ποσειδῶνος δὲ ἐπιφανέντος ὁ Σάτυρος μὲν ἔφυγεν, Ἀμυμώνη δὲ τούτῳ
					συνευνάζεται, καὶ αὐτῇ Ποσειδῶν τὰς ἐν Λέρνῃ πηγὰς ἐμήνυσεν. </p></div><div type="textpart" subtype="section" n="5"><p>οἱ δὲ Αἰγύπτου παῖδες ἐλθόντες εἰς Ἄργος τῆς τε ἔχθρας παύσασθαι παρεκάλουν καὶ
					τὰς θυγατέρας αὐτοῦ γαμεῖν ἠξίουν. Δαναὸς δὲ ἅμα μὲν ἀπιστῶν αὐτῶν τοῖς
					ἐπαγγέλμασιν, ἅμα δὲ καὶ μνησικακῶν περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ
					διεκλήρου τὰς κόρας. Ὑπερμνήστραν μὲν οὖν τὴν πρεσβυτέραν ἐξεῖλον Λυγκεῖ καὶ
					Γοργοφόνην<!-- <NOTE ED="Frazer">2</NOTE> --> Πρωτεῖ· οὗτοι γὰρ ἐκ βασιλίδος
					γυναικὸς Ἀργυφίης ἐγεγόνεισαν Αἰγύπτῳ. τῶν δὲ λοιπῶν ἔλαχον Βούσιρις μὲν καὶ
					Ἐγκέλαδος καὶ Λύκος καὶ Δαΐφρων τὰς Δαναῷ γεννηθείσας ἐξ Εὐρώπης Αὐτομάτην
					Ἀμυμώνην Ἀγαυὴν Σκαιήν. αὗται δὲ ἐκ βασιλίδος ἐγένοντο Δαναῷ, ἐκ δὲ Ἐλεφαντίδος
					Γοργοφόνη καὶ Ὑπερμνήστρα.<!-- <NOTE ED="Frazer">3</NOTE> --><pb n="140"/>Ἴστρος δὲ Ἱπποδάμειαν, Χαλκώδων Ῥοδίαν, Ἀγήνωρ Κλεοπάτραν, Χαῖτος
					Ἀστερίαν, Διοκορυστὴς Ἱπποδαμείαν,<!-- <NOTE ED="Frazer">1</NOTE> -->
					Ἄλκης<!-- <NOTE ED="Frazer">2</NOTE> --> Γλαύκην, Ἀλκμήνωρ Ἱππομέδουσαν,
					Ἱππόθοος Γόργην, Εὐχήνωρ Ἰφιμέδουσαν, Ἱππόλυτος Ῥόδην. οὗτοι μὲν οἱ δέκα ἐξ
					Ἀραβίας γυναικός, αἱ δὲ παρθένοι ἐξ Ἁμαδρυάδων νυμφῶν, αἱ μὲν Ἀτλαντείης, αἱ δὲ
					ἐκ Φοίβης. Ἀγαπτόλεμος δὲ ἔλαχε Πειρήνην, Κερκέτης δὲ Δώριον, Εὐρυδάμας
					Φάρτιν,<!-- <NOTE ED="Frazer">3</NOTE> --> Αἴγιος Μνήστραν, Ἄργιος Εὐίππην,
					Ἀρχέλαος Ἀναξιβίην, Μενέμαχος Νηλώ, οἱ <add>μὲν</add> ἑπτὰ ἐκ Φοινίσσης
					γυναικός, αἱ δὲ παρθένοι Αἰθιοπίδος. ἀκληρωτὶ δὲ ἔλαχον διʼ ὁμωνυμίαν τὰς
					Μέμφιδος οἱ ἐκ Τυρίας, Κλειτὸς Κλειτήν, Σθένελος Σθενέλην, Χρύσιππος Χρυσίππην.
					οἱ δὲ ἐκ Καλιάδνης νηίδος νύμφης παῖδες δώδεκα ἐκληρώσαντο περὶ τῶν ἐκ Πολυξοῦς
					νηίδος νύμφης· ἦσαν δὲ οἱ μὲν παῖδες Εὐρύλοχος Φάντης Περισθένης Ἕρμος Δρύας
					Ποταμὼν Κισσεὺς Λίξος Ἴμβρος Βρομίος Πολύκτωρ Χθονίος, αἱ δὲ κόραι Αὐτονόη Θεανὼ
					Ἠλέκτρα Κλεοπάτρα Εὐρυδίκη Γλαυκίππη Ἀνθήλεια Κλεοδώρη Εὐίππη Ἐρατὼ Στύγνη
					Βρύκη. οἱ δὲ <add>ἐκ</add> Γοργόνος Αἰγύπτῳ γενόμενοι ἐκληρώσαντο περὶ τῶν ἐκ
					Πιερίας, καὶ λαγχάνει Περίφας μὲν Ἀκταίην, Οἰνεὺς δὲ Ποδάρκην, Αἴγυπτος <pb n="142"/>Διωξίππην, Μενάλκης Ἀδίτην, Λάμπος Ὠκυπέτην, Ἴδμων Πυλάργην.
					οὗτοι<!-- <NOTE ED="Frazer">1</NOTE> --> δέ εἰσι νεώτατοι· Ἴδας Ἱπποδίκην,
					Δαΐφρων Ἀδιάντην (αὗται δὲ ἐκ μητρὸς ἐγένοντο Ἕρσης), Πανδίων Καλλιδίκην,
					Ἄρβηλος Οἴμην, Ὑπέρβιος Κελαινώ, Ἱπποκορυστὴς Ὑπερίππην· οὗτοι ἐξ Ἡφαιστίνης, αἱ
					δὲ ἐκ Κρινοῦς. </p><p>ὡς δὲ ἐκληρώσαντο<!-- <NOTE ED="Frazer">2</NOTE> --> τοὺς γάμους, ἑστιάσας
					ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν
					πλὴν Ὑπερμνήστρας· αὕτη γὰρ Λυγκέα διέσωσε παρθένον αὐτὴν φυλάξαντα· διὸ
					καθείρξας αὐτὴν Δαναὸς ἐφρούρει. αἱ δὲ ἄλλαι τῶν Δαναοῦ θυγατέρων τὰς μὲν
					κεφαλὰς τῶν νυμφίων ἐν τῇ Λέρνῃ κατώρυξαν, τὰ δὲ σώματα πρὸ τῆς πόλεως
					ἐκήδευσαν. καὶ αὐτὰς ἐκάθηραν Ἀθηνᾶ τε καὶ Ἑρμῆς Διὸς κελεύσαντος. Δαναὸς δὲ
					ὕστερον Ὑπερμνήστραν Λυγκεῖ συνῴκισε, τὰς δὲ λοιπὰς θυγατέρας εἰς γυμνικὸν ἀγῶνα
					τοῖς νικῶσιν ἔδωκεν. </p><p>Ἀμυμώνη δὲ ἐκ Ποσειδῶνος ἐγέννησε Ναύπλιον. οὗτος μακρόβιος γενόμενος, πλέων τὴν
					θάλασσαν, τοῖς ἐμπίπτουσιν ἐπὶ θανάτῳ <pb n="144"/>ἐπυρσοφόρει.<!-- <NOTE ED="Frazer">1</NOTE> --> συνέβη οὖν καὶ αὐτὸν
					τελευτῆσαι ἐκείνῳ τῷ θανάτῳ.<!-- <NOTE ED="Frazer">2</NOTE> --> πρὶν δὲ
					τελευτῆσαι ἔγημε<!-- <NOTE ED="Frazer">3</NOTE> --> ὡς μὲν οἱ τραγικοὶ λέγουσι,
					Κλυμένην τὴν Κατρέως, ὡς δὲ ὁ τοὺς νόστους γράψας, Φιλύραν, ὡς δὲ
					Κέρκωψ,<!-- <NOTE ED="Frazer">4</NOTE> --> Ἡσιόνην, καὶ ἐγέννησε Παλαμήδην Οἴακα
					Ναυσιμέδοντα. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>