<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1:101-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1:101-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="101"><p rend="indent">Ἀρίσταρχος Τεγεάτης, ὁ τῶν τραγῳδιῶν ποιητής, νοσεῖ τινα νόσον· καὶ ἰᾶται αὐτὸν ὁ Ἀσκληπιός, καὶ προστάττει χαριστήρια τῆς ὑγιείας. ὃ δὲ ποιητὴς τὸ δρᾶμα τὸ ὁμώνυμόν οἱ νέμει. θεοὶ δὲ ὑγιείας μὲν οὐκ ἄν ποτε μισθὸν αἰτήσαιεν οὐδ’ ἂν λάβοιεν. ἢ πῶς ἄν; εἴγε τὰ μέγιστα ὑμῖν φρενὶ φιλανθρώπῳ καὶ ἀγαθῇ παρέχουσι προῖκα, ἥλιόν τε ὁρᾶν καὶ τοῦ θεοῦ τοῦ τοσούτου τῆς παναρκοῦς ἀμισθὶ μεταλαμβάνειν ἀκτῖνος, καὶ χρῆσιν ὕδατος, καὶ πυρὸς συντέχνου μυρίας ἐπιγονὰς καὶ ποικίλας ἅμα καὶ συνεργοὺς ἐπικουρίας, καὶ ἀέρος σπᾶν, καὶ ἔχειν τροφὴν ζωῆς τὸ ἐξ αὐτοῦ πνεῦμα. ἐθέλουσι δὲ ἄρα ἐν τοῖσδε τοῖς μικροῖς μήτε ἀχαρίστους εἶναι μήτε ἀμνήμονας ἡμᾶς, καὶ ἐν τούτοις ἀμείνονας ἀποφαίνοντες.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="102"><p rend="indent">ἀνὴρ πρεσβύτης νοσῶν καὶ ἐπιθανὴς ὤν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="103"><head rend="center" xml:lang="lat">Pythiae oraculum.</head><p rend="indent">ὅτι Διογένης εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸς ὢν πατὴρ οὐ συνεγίνωσκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναστέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πάθος παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δεινὴ ἐπίτασις· <pb facs="deanimaliumantur02aeliuoft_0308"/> ἐξερριπίζετο γὰρ ὁ ἔρως, ἐμποδὼν ἱσταμένου τοῦ Διογένους, καὶ ἐς τὴν παροῦσαν νόσον μᾶλλον ἐξήπτετο ὁ νέος. ἧκεν οὖν ἐς Δελφούς, ὡς ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυσανασχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ εἰ οἱ πεπαύσεται νοσῶν ποτε ὁ παῖς. ἣ δὲ ὡς εἶδεν οὐ πάνυ τι φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖς συγγνώμονα ἀνάγκαις λέγει ταῦτα
<quote rend="blockquote"><lb/>λήξει παῖς σὸς ἔρωτος, ὅταν κούφῃ νεότητι
<lb/>Κύπριδος ἱμερόεντι καταφλεχθῇ φρένας οἴστρῳ.
<lb/>ὀργὴν οὖν πρήυνον ἀμειδέα, μηδ’ ἐπιτείνειν
<lb/>κωλύων· πράσσεις γὰρ ἐναντία σοῖσι λογισμοῖς.
<lb/>ἢν δ’ ἐφ’ ἡσυχίην ἔλθῃς, λήθην τάχος ἕξει
<lb/>φίλτρων καὶ νήψας αἰσχρᾶς καταπαύσεται ὁρμῆς.
</quote> ἀκούσας τοίνυν ὁ Διογένης ταῦτα τὸν μὲν θυμὸν κατεστόρεσεν, ἐλπίδος δὲ ὑπεπλήσθη χρηστῆς, ἔχων τῆς τοῦ παιδὸς σωφροσύνης ἐγγυητὰς ἀξιόχρεως· καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατήρ, ἡμερωθείς τε καὶ πραϋνθεὶς τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸς Αἵμων ὁ τοῦ Σοφοκλέους ἀπεδείξατο τῆς Ἀντιγόνης ἐρῶν καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνος ὁμοίως ἐλαυνόμενος ξίφει πρὸς τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόσον ἐλύσατο.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="104"><head rend="center" xml:lang="lat">Glaucus a Polyido in vitam revocatus.</head><p rend="indent">ἀνὴρ ἦν ἐν τῇ Γαλεώτιδι, δεινὸς λύσεις τε νόσων εἰπεῖν καὶ ὥραν ἀκαιρίας ἀκέσασθαι ἀγονίαις καὶ ἀκαρπίαις διά τινων ἱερουργιῶν, ἐπινοῆσαί τε καὶ δοῦναι μεταβολὰς καί τινας ἐς εὐπορίαν ἀγαθὰς ὁδούς. <pb facs="deanimaliumantur02aeliuoft_0309"/> τοῦτον ἐς Κρήτην ὁ Μίνως καλεῖ φασιν ἐπὶ δώροις, ἵνα τοῦ Γλαύκου τὴν ὑμνουμένην ἀπώλειαν ἀνιχνεύσῃ.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="105"><head rend="center" xml:lang="lat">De Iachime Aegyptio.</head><p rend="indent">Σενύης Αἰγυπτίων βασιλεύς, δίκαιος πάνυ. ἕπεται δὲ τῷ τρόπῳ τοῦ ἀνδρὸς τοῦδε ἄλλα μὲν ἐκ θεοῦ ἀγαθά, καὶ μέντοι καὶ ἱερογραμματέα ᾄδουσιν οἱ Αἰγύπτιοι λόγοι κατ’ αὐτὸν γενέσθαι θεοφιλῆ τε καὶ ἐς πολλὰ λυσιτελῆ. ὄνομα αὐτῷ Ἰαχίμ. ὅν φασι περιάπτων καὶ ἐπαοιδῶν ἔμπειρον γενέσθαι.</p><p rend="indent">οὗτος ἐγένετο Αἰγύπτιος, ἀνὴρ θεοφιλὴς καὶ ἐς πολλὰ λυσιτελής. ἦν δὲ ἐπὶ Σενύου βασιλέως Αἰγυπτίων, περιάπτων καὶ ἐπαοιδῶν ἀντίπαλος, καὶ ἐν ταῖς ὀδύναις καὶ νόσοις σοφιστὴς ἄκρος. ὃς λοιμῶν ἐπιδημίας ἔσβεσεν, καὶ τὴν ἀμφὶ τὸν κύνα τὸν Σείριον πρωτίστην ἐπιτολὴν καὶ τὴν ὁρμὴν τὴν ἔμπυρον ἡμέρωσε τοῦ ἀστέρος. διὸ καὶ πολυτελῶς ἐτάφη. καὶ εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς εἶτα μέντοι τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται καὶ ἐξάπτοντες πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μαραίνοντες καὶ κρατύνοντες, τοῦτο δὴ τὸ καινότατον, τὴν νόσον ἔσβεσαν πυρί.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="106"><head rend="center" xml:lang="lat">Homo libidinosus a Serapide sanatus.</head><p rend="indent">ἀνδρὶ ἐπιόρκῳ καὶ τὰ θεῖα ἐν μηδεμιᾷ ὤρᾳ τιθεμένῳ, ἀπάταις δὲ καὶ ψευδολογίαις συμβιοῦντι καὶ <pb facs="deanimaliumantur02aeliuoft_0310"/> οὐδὲν οὐδέποτε λέγοντι ὑγιές, καὶ ἐντεῦθεν πλουτοῦντι πλοῦτον ἐπίρρητον.</p><p rend="indent">καὶ αὐτῷ τῶν συγγενῶν τινες ἐφήδοντο, ὡς τὰ αὐτοῦ διαδεξόμενοι· ἐκείνῳ γὰρ μὴ εἶναι παῖδας, ἅτε ῥᾴθυμον βίον καὶ λάγνον τὸν ἐς ἑταίρας καὶ πότους προῃρημένῳ.</p><p rend="indent">καὶ ἄλλος αὐτοῦ παλλακίδι ἐπιμανεὶς ὡς ἤδη θεραπαίνῃ τὸν ἄθλιον ἐν νεκροῖς ἠρίθμουν. καὶ οἵ γε κηδόμενοι τοῦ ἀνδρὸς ὠδύροντό τε αὐτὸν καὶ θεοὺς ἐκάλουν συμμάχους, καὶ πρὸ πάντων Σάραπιν.</p><p rend="indent">ὃ δὲ ἐδεῖτο τοῦ θεοῦ ἐπικουρῆσαί τε αὐτῷ καὶ λύκους κεχηνότας ἀποφῆναι τοὺς τὰ ἐκείνου ἑαυτοῖς καταγράφοντας, ἵνα μὴ αὐτὸς ὄφλῃ γέλωτα ἄλλοις, ἀλλ’ ἐκεῖνοι αὐτῷ.</p><p rend="indent">καὶ οὐκ ἐξήμβλωτό οἱ ἡ ἐλπίς.</p><p rend="indent">ὄψις οὖν ἰνδάλματος ἱεροῦ ὄναρ ἐπιστᾶσα λέγει ποιήσασθαι μεταβολὴν βίου.</p><p rend="indent">ὃ δὲ τἄλλα ὢν ἀνόσιος τοῦτο γοῦν πείθεται τῷ θεῷ.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="107"><head rend="center" xml:lang="lat">De Albio Antonii parasito.</head><p rend="indent">διώνυμοι κόλακες καὶ κεκηρυγμένοι περιηχοῦσιν ἡμᾶς, Κλείσοφοί τε καὶ Στρουθίαι καὶ Θήρωνες, καὶ οἱ περὶ τὴν Διονυσίου βομβοῦντες τράπεζαν, καὶ οἱ περὶ τὴν Ἀλεξάνδρου μεμηνότες δαῖτα καὶ χεῖρα, καὶ ἄλλοι δὲ καὶ ἄλλοι ὧν εἶπον, Ὀρέστης, Μαρψίας, Καλλίου τοῦ Ἀθηναίου κόλακες σὺν ἑτέροις, καὶ ὅδε παρὰ Ῥωμαίοις Ἄλβιος ὄνομα. <pb facs="deanimaliumantur02aeliuoft_0311"/> Ἄλβιος ἐς τὴν ἱππάδα τελῶν, τὴν Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="108"><head rend="center" xml:lang="lat">De Iortio Maecenatis parasito.</head><p rend="indent">ἐπεὶ οἱ Ἕλληνες Κλεισόφους τε ᾄδουσι καὶ Θήρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας, ἀνθρώπους ἐσθίειν εἰδότας ἐς κόρον καὶ δεινοὺς γαστέρα δέ. φέρε καὶ ἡμεῖς καί τι παίσωμεν, παρασίτου μνημονεύσαντες ἡμεδαποῦ.</p><p rend="indent">Ἰόρτιόν τε καὶ τοῦτον θῶπα ἰσχυρὸν ὑμνοῦσι. πολλὰ μὲν οὖν καὶ ἄλλα τῆς τούτου βωμολοχίας τε καὶ αἱμυλίας μαρτύρια διαρρεῖ, ἐν δὲ τοῖς ἄρα καὶ ἐκεῖνο. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ, τὸ μέγεθος μεγίστη καὶ κάλλος ἄμαχος. καὶ οἷα εἰκὸς ἐπῄνουν ἄλλοι ἄλλως αὐτήν. ὁ δὲ Ἰόρτιος οὐκ ἔχων ὅ τι παρ’ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης <q rend="single">ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶ καὶ ἄγαν περιφερής.</q> ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ, ὡς τὸ εἰκός, γέλως κατερράγη. Πλούταρχος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="109"><head rend="center" xml:lang="lat">De Iunio parasito.</head><p rend="indent">Ἰούνιος ὄνομα, ἐς τὴν ἱππάδα τελῶν, διὰ τὸ καὶ φαγεῖν ζῶν, συνήθης ἦν τρισὶ πλουσίοις, κοιλιοδαίμων τε καὶ ταγηνοκνισοθήρας· βούλομαι γὰρ τὰ τῆς κωμῳδίας ἐς τοὺς τοιούτους εἰπεῖν, οὐδεμιᾷ μὰ τὸν <pb facs="deanimaliumantur02aeliuoft_0312"/> ἀπειροκαλίᾳ. ὃς ἔνειμε τὴν γαστέρα ταῖς τρισὶ τραπέζαις, καὶ τοσαύταις ἐπιπηδῶν τραπέζαις λύκου τινὸς δίκην ἢ ἰκτίνου ἢ ἁρπυίας, ἵνα τι καὶ παίσω.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="110"><head rend="center" xml:lang="lat">De M. Apicio et amicis.</head><p rend="indent">Ἀπίκιος Μάρκος, οὗ διαρρεῖ μυρίον ὄνομα ἐπί τε ἀσωτίᾳ καὶ πολυτελεία καὶ ῥᾳστωνεύσει βίου καὶ κακοδαιμοσύνῃ λοιπῇ. ὑπάτω δὲ ἤστην Ἰούνιος Βλαῖσος καὶ Λεύκιος. ὁ τοίνυν Βλαῖσος, ἐπὶ τὴν θοίνην κληθείς, οἷον ἐφολκίδα ἄκλητον ἐπάγεται Ἀσκώνιον Πεδιανόν. ἐξῆν γὰρ καὶ ἐπικλήτους οἱονεὶ σκιὰς ἑαυτοῖς παρακαλεῖν τινας, καὶ ἔδει τὸν Ἀπίκιον καὶ φίλοις καὶ ἀγνῶσι τὴν οὐσίαν ῥίπτειν τὴν ἑαυτοῦ. πέπυσμαι δὴ ἐν τῷδε τῷ συνδείπνῳ γενέσθαι καὶ Ἰσίδωρον ὄνομα, τῶν ἐκ παλαίστρας κατατριβέντων, ἄνδρα παλαιὸν μὲν ἤδη καὶ πολὺν τῷ χρόνῳ, ἓν δὲ καὶ ἐνενήκοντα ἔτη γεγονότα, εὐπαγῆ τε καὶ εὐμελῆ, καὶ βαθὺν μὲν τὰς πλευράς, γενναῖον δὲ τὼ βραχίονε καὶ τὼ χεῖρε ἄκρω, βλέπειν τε ὀξὺν καὶ ἀκούειν ῥᾷστα, ὡς μὴ ἂν πιστεύειν πέρα ἑξήκοντα ἐτῶν εἶναι αὐτόν· σκύφων δὲ πιτύλοις ἁμιλλᾶσθαι διαπίνοντα πρὸς τοὺς νέους, καὶ μέντοι καὶ ὑπὲρ πολυδαισίας καὶ πολυποσίας ἐρίσαι καὶ νεάζειν ταῦτα. ἑνὶ δὲ ἡττηθῆναί φασιν αὐτόν· ἀπελθεῖν γὰρ τοῦ συνδείπνου θᾶττον. γέροντες δὲ ἄλλοι τε ἔλεγον ἐπὶ τέχνῃ παλαιστρικῇ καὶ μέντοι καὶ Ἰούνιος Βλαῖσος. καὶ ὅτε ταῦτα ἔλεγεν, ἔτη γεγόνει ἑξήκοντα, φασί. μακρὸν δὲ τὴν ζωὴν γενέσθαι πέπυσμαι Σερουίλιον ὕπατον· ἔτεσι γὰρ τοῖς ἐνενήκοντα ὁμοῦ τε ἐβίωσε <pb facs="deanimaliumantur02aeliuoft_0313"/> καὶ πάντα, ὡς λόγος, τὰ τοῦ σώματος ἀπαθὴς ἦν, καὶ μέντοι καὶ διεσώσατο τὰς αἰσθήσεις ἁπάσας εὐμοιρίᾳ ἀξιοζήλῳ τε καὶ σοβαρᾷ.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="111"><head rend="center" xml:lang="lat">De M. Apicii liberalitate.</head><p rend="indent">Μάρκος Ἀπίκιος Ῥωμαῖος ὡς ἦν ἀσωτίας πέρας οὐδεὶς ἀντιφήσει· δοκεῖ δέ πως μεγαλονοίας ἔργον ἐκεῖνο ἀποδείξασθαι. ἐν αὐτῷ ἑστιῶν ὁσημέραι (καὶ γὰρ ἔζη φασὶ τῇ γαστρὶ καὶ τοῖς ἐκείνης ἀκρατεστέροις) καί ποτε μεταξὺ θοιναζόντων, Φάβιος, τῶν ὑπατευκότων εἷς, λαβὼν ἔκπωμα κρυστάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ συννεφὴς ἦν, ἄχει πληγεὶς τὴν ψυχήν. ὁ τοίνυν Ἀπίκιος πειρώμενος αὐτὸν τῆς λύπης ἀπάγειν <q rend="single">οὐ καταβαλεῖς</q> φησι τὸ πραχθὲν καὶ σεαυτὸν ἡμῖν παρέξεις φαιδρότερον συμπότην; ἢ σοὶ φίλῳ ὄντι τοῦτο δρᾶσαι οὐκ ἐξέσται, ὅπερ οὖν δρῶσι καὶ τῶν οἰνοχόων καὶ τῶν ἀργυρωνήτων πολλοὶ πολλάκις</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="112"><head rend="center" xml:lang="lat">De Antonio Saturnino.</head><p rend="indent">ὅτι Ἀντώνιος Σατορνῖνος, ἐπίρρητος καὶ βδελυρός, παρὰ Οὐεσπασιανοῦ ἐς τὴν βουλὴν ἐνεγράφη, ὐεσπασιανοῦ σοφισαμένου γελοιότατα τοῦτο· ἀξιώσει γὰρ αὐτὸν περιέβαλε, κακίᾳ δούς, ἀκερδὲς μὲν σεμνὸν δ’ ὅμως τόδε τὸ ἆθλον.</p><p rend="indent">βιώσας βίον ἐπίρρητον καὶ βδελυρὸν οὐδεμίαν ἐπιστεύθη βασιλικῶν χρημάτων ἐξουσίαν.</p></div><pb facs="deanimaliumantur02aeliuoft_0314"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="113"><head rend="center" xml:lang="lat">De clade Cannensi.</head><p rend="indent">ὁ δὲ Σερουίλιος πολλὰ καὶ ἀτάσθαλα ἐθρασύνετο κατὰ τοῦ Παύλου.</p><p rend="indent">τοσοῦτον ἄρα αὐτοῖς ἀπήντησε τὸ πταῖσμα.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="114"><head rend="center" xml:lang="lat">Capitolium ab anseribus servatum.</head><p rend="indent">καὶ ἀναβλέποντες ὁρῶσι τριμμοὺς τῆς ἀνόδου καὶ προσβάσεις, δι’ ὧν ἀνῆλθεν ὁ Ῥωμαῖος· καὶ συνέβαλον μὴ ἄπορον εἶναι ἀλλ’ ἐπιβατόν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="115"><head rend="center" xml:lang="lat">De Cleandro Commodi liberto.</head><p rend="indent">ὁ δὲ Κλέανδρος ἐλοιδόρησε τὸν ὕπατον τῆς ἐν Αἰγύπτῳ ἀρχῆς Κομόδῳ, καὶ παραλύει αὐτὸν τῆς ἀρχῆς οὐδὲν ἀδικοῦντα.</p><p rend="indent">ἵνα τὸν τῶν κακῶν αἴτιον καὶ λευστῆρα ἀφανίσωσι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="116"><head rend="center" xml:lang="lat">De Ennio poeta.</head><p rend="indent">Ἔννιος, Ῥωμαῖος ποιηπτής. ὃν Αἰλιανὸς ἐπαινεῖν ἄξιόν φησι. Σκιπίωνα γὰρ ᾄδων καὶ ἐπὶ μέγα τὸν ἄνδρα ἐξᾶραι βουλόμενός φησι μόνον ἂν Ὅμηρον ἐπαξίους ἐπαίνους εἰπεῖν Σκιπίωνος. δῆλον δὲ ὡς ἐτεθήπει τοῦ ποιητοῦ τὴν μεγαλόνοιαν καὶ τῶν μέτρων τὸ μεγαλεῖον καὶ ἀξιάγαστον· καὶ ὡς ἐπαινέσαι δεινὸς Ὅμηρός ἐστι καὶ κλέος ἀνδρὸς πυργῶσαί τε καὶ ἆραι, ἐξ ὧν ἐπῄνεσε τὸν Ἀχιλλέα καλῶς ἠπίστατο ὁ ποιητὴς ὁ Μεσσάπιος.</p></div><pb facs="deanimaliumantur02aeliuoft_0315"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="117"><head rend="center" xml:lang="lat">De Fabio Maximo duce Romano Hannibalis diadema arripiente.</head><p rend="indent">ὃ δὲ ἐκρυέντος τοῦ αἵματος περιτραπεὶς ἐντάφιον ἑαυτῷ τρόπον τινὰ τὸ δυστυχὲς ταινίδιον ἐπήγετο.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="118"><head rend="center" xml:lang="lat">De Hasdrubale et Clatio.</head><p rend="indent">αὐτόχρημα πηδῶν ὑπὲρ τὰ ἐσκαμμένα, τὴν ναῦν Ἀσδρούβα φεύγειν ἐπειγομένην, τὰς χεῖρας ἐπιβαλὼν εἴχετο ἐρρωμένως τῆς πρύμνης ὁ Κλάτιος ὄνομα.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="119"><head rend="center" xml:lang="lat">De Helio Neronis liberto.</head><p rend="indent">ὃς ἦν Νέρωνος ἀπελεύθερος, ἀπολειφθεὶς μελεδωνὸς τῶν ἐν Ῥώμῃ καὶ ἔφορος, ὅτε Νέρων ἐς Ἀχαΐαν ἐξωρμήθη.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0545.tlg004.1st1K-grc1" n="120"><head rend="center" xml:lang="lat">T. Manlius a T. Manlio Torquato patre securi percutitur.</head><p rend="indent">Ῥωμαῖοι πολεμοῦντες οὐδένα τόπον οὔτε ἐνέκρινον οὔτε ἀπέκρινον, ἀλλ’ ἔνθα ἔτυχον ἠγωνίζοντο.</p><p rend="indent">οἱ γὰρ Ῥωμαῖοι ἔνθα τοῖς ἐχθροῖς ἐνέτυχον, ἐνταῦθα δήπου καὶ ἠγωνίζοντο, εἴτε εἶεν ἀπειθεῖς οἱ τόποι καὶ τραχεῖς, εἴτε καὶ εὐφυεῖς δέξασθαι ὁπλίτας καὶ εὐήλατοι.</p><p rend="indent">Ῥωμαῖοι δὲ εὐπραγίαν παράνομον οὔτε νίκην τελεσθεῖσαν, ἧς ὁ ἄρχων μὴ ἐκοινώνησεν, ἠσπάζοντο, ἵνα μὴ αὐτοσχεδιάζωσιν ἐν ταῖς πράξεσιν οἱ ὑπήκοοι.</p><pb facs="deanimaliumantur02aeliuoft_0316"/><p rend="indent">Ῥωμαίων γοῦν ὁ νικήσας τὴν μουνὰξ μάχην ἀνεδεῖτο στεφάνῳ ἀγρώστεως· καὶ ἦν κλέος ἄμαχος.</p><p rend="indent">τῶν δὲ Ῥωμαίων κατολισθανόντων ἐς δάκρυα καὶ περιαλγούντων ἐπὶ τῷ πάθει.</p><p rend="indent">οὐ μὴν ἐθέλγετο ὁ ὕπατος τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμούμενος.</p><p rend="indent">ὀλίγοι μὲν ἀπεῖπον πεμφθῆναί οἱ τὸν θρίαμβον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>