<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2:1-9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2:1-9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρες, ἄξιον Ἡρακλέους μεμνῆσθαι, καὶ ὅτι τόνδε τὸν ἀγῶνα πρῶτος συνήγειρε διʼ εὔνοιαν τῆς Ἑλλάδος. ἐν μὲν γὰρ τῷ τέως χρόνῳ ἀλλοτρίως αἱ πόλεις πρὸς ἀλλήλας διέκειντο· </p></div><div type="textpart" subtype="section" n="2"><p> ἐπειδὴ δὲ ἐκεῖνος τοὺς τυράννους ἔπαυσε καὶ τοὺς ὑβρίζοντας ἐκώλυσεν, ἀγῶνα μὲν σωμάτων ἐποίησε, φιλοτιμίαν <add>δὲ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> add. Aldus.</note> πλούτου, γνώμης δʼ ἐπίδειξιν ἐν τῷ καλλίστῳ τῆς Ἑλλάδος, ἵνα τούτων ἁπάντων ἕνεκα εἰς τὸ αὐτὸ συνέλθωμεν, τὰ μὲν ὀψόμενοι, τὰ δʼ ἀκουσόμενοι· ἡγήσατο γὰρ τὸν ἐνθάδε σύλλογον ἀρχὴν γενήσεσθαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γενήσεσθαι</foreign> Markland: <foreign xml:lang="grc">γενέσθαι</foreign> MSS.</note> τοῖς Ἕλλησι τῆς πρὸς ἀλλήλους φιλίας. </p></div><div type="textpart" subtype="section" n="3"><p> ἐκεῖνος μὲν οὖν ταῦθʼ ὑφηγήσατο, ἐγὼ δὲ ἥκω οὐ μικρολογησόμενος οὐδὲ περὶ τῶν ὀνομάτων μαχούμενος. ἡγοῦμαι γὰρ ταῦτα ἔργα μὲν εἶναι σοφιστῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">σοφιστῶν</foreign> Markland: <foreign xml:lang="grc">σοφὰ τῶν, σοφῶν τῶν</foreign> MSS.</note> λίαν ἀχρήστων<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀχρήστων</foreign> Markland: <foreign xml:lang="grc">χρηστῶν</foreign> MSS.</note> καὶ σφόδρα βίου δεομένων, ἀνδρὸς δὲ ἀγαθοῦ καὶ πολίτου πολλοῦ ἀξίου περὶ τῶν μεγίστων συμβουλεύειν, ὁρῶν οὕτως αἰσχρῶς διακειμένην τὴν Ἑλλάδα, καὶ πολλὰ μὲν αὐτῆς ὄντα ὑπὸ τῷ βαρβάρῳ, πολλὰς δὲ πόλεις ὑπὸ τυράννων ἀναστάτους γεγενημένας. καὶ ταῦτα εἰ μὲν διʼ ἀσθένειαν ἐπάσχομεν, </p></div><div type="textpart" subtype="section" n="4"><p> στέργειν ἂν ἦν ἀνάγκη τὴν τύχην· ἐπειδὴ δὲ διὰ στάσιν καὶ τὴν πρὸς ἀλλήλους φιλονικίαν, πῶς οὐκ ἄξιον τῶν μὲν παύσασθαι τὰ δὲ κωλῦσαι, εἰδότας ὅτι φιλονικεῖν μέν ἐστιν εὖ πραττόντων, γνῶναι δὲ τὰ βέλτιστα τῶν οἵων ἡμῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἵων ἡμῶν</foreign> Thalheim: <foreign xml:lang="grc">αὐτῶν</foreign> MSS.</note>; </p></div><div type="textpart" subtype="section" n="5"><p> ὁρῶμεν γὰρ τοὺς κινδύνους καὶ μεγάλους καὶ πανταχόθεν περιεστηκότας· ἐπίστασθε δὲ ὅτι ἡ μὲν ἀρχὴ τῶν κρατούντων τῆς θαλάττης, τῶν δὲ χρημάτων βασιλεὺς ταμίας, τὰ δὲ τῶν Ἑλλήνων σώματα τῶν δαπανᾶσθαι δυναμένων, ναῦς δὲ πολλὰς <add>μὲν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὲν</foreign> add. Reiske.</note> αὐτὸς κέκτηται, πολλὰς δʼ ὁ τύραννος τῆς Σικελίας. </p></div><div type="textpart" subtype="section" n="6"><p> ὥστε ἄξιον τὸν μὲν πρὸς ἀλλήλους πόλεμον καταθέσθαι, τῇ δʼ αὐτῇ γνώμῃ χρωμένους τῆς σωτηρίας ἀντέχεσθαι, καὶ περὶ μὲν τῶν παρεληλυθότων αἰσχύνεσθαι, περὶ δὲ τῶν μελλόντων ἔσεσθαι δεδιέναι, καὶ πρὸς τοὺς προγόνους ,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἁμιλλᾶσθαι</foreign> Radermacher: <foreign xml:lang="grc">μιμεῖσθαι</foreign> MSS.</note> οἳ τοὺς μὲν βαρβάρους ἐποίησαν τῆς ἀλλοτρίας ἐπιθυμοῦντας τῆς σφετέρας αὐτῶν στερεῖσθαι, τοὺς δὲ τυράννους ἐξελάσαντες κοινὴν ἅπασι τὴν ἐλευθερίαν κατέστησαν. </p></div><div type="textpart" subtype="section" n="7"><p> θαυμάζω δὲ Λακεδαιμονίους πάντων μάλιστα, τίνι ποτὲ γνώμῃ χρώμενοι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">χρώμενοι</foreign> Aldus: <foreign xml:lang="grc">χρωμένους</foreign> MSS.</note> καομένην τὴν Ἑλλάδα περιορῶσιν, ἡγεμόνες ὄντες τῶν Ἑλλήνων οὐκ ἀδίκως, καὶ διὰ τὴν ἔμφυτον ἀρετὴν καὶ διὰ τὴν πρὸς τὸν πόλεμον ἐπιστήμην, μόνοι δὲ οἰκοῦντες ἀπόρθητοι καὶ ἀτείχιστοι καὶ ἀστασίαστοι καὶ ἀήττητοι καὶ τρόποις<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τρόποις</foreign> Markland: <foreign xml:lang="grc">τόποις</foreign> MSS.</note> ἀεὶ τοῖς αὐτοῖς χρώμενοι· ὧν ἕνεκα ἐλπὶς ἀθάνατον τὴν ἐλευθερίαν αὐτοὺς κεκτῆσθαι, καὶ ἐν τοῖς παρεληλυθόσι κινδύνοις σωτῆρας γενομένους τῆς Ἑλλάδος περὶ τῶν μελλόντων προορᾶσθαι. </p></div><div type="textpart" subtype="section" n="8"><p><milestone unit="para" ed="P"/>οὐ τοίνυν ὁ ἐπιὼν καιρὸς τοῦ παρόντος βελτίων· οὐ γὰρ ἀλλοτρίας δεῖ τὰς τῶν ἀπολωλότων συμφορὰς νομίζειν ἀλλʼ οἰκείας, οὐδʼ ἀναμεῖναι, ἕως ἂν ἐπʼ αὐτοὺς ἡμᾶς αἱ δυνάμεις ἀμφοτέρων ἔλθωσιν, ἀλλʼ ἕως ἔτι ἔξεστι, τὴν τούτων τούτων ὕβριν κωλῦσαι. </p></div><div type="textpart" subtype="section" n="9"><p> τίς γὰρ οὐκ ἂν <add>ἀγανακτήσει</add>εν ὁρῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀγανακτήσειεν ὁρῶν</foreign> Baiter: <foreign xml:lang="grc">ἐνορῶν</foreign> MSS.</note> ἐν τῷ πρὸς ἀλλήλους πολέμῳ μεγάλους αὐτοὺς γεγενημένους; ὧν οὐ μόνον αἰσχρῶν ὄντων ἀλλὰ καὶ δεινῶν, τοῖς μὲν μεγάλα ἡμαρτηκόσιν ἐξουσία γεγένηται τῶν πεπραγμένων, τοῖς δὲ Ἕλλησιν οὐδεμία αὐτῶν τιμωρία <gap reason="lost"/> 
  <milestone unit="part" n="Concl"/></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>