<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg031.perseus-grc2:23-26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg031.perseus-grc2:23-26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg031.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="23"><p> ὅστις γὰρ περὶ τοὺς ἑαυτοῦ ἀναγκαίους τοιαῦτα ἁμαρτάνει ἁμαρτήματα, τί ἂν περί γε τοὺς ἀλλοτρίους ποιήσειεν; ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ ἐστιν, ἀκούσατε αὐτοῦ τοῦ λαβόντος τὸ ἀργύριον καὶ θάψαντος αὐτήν. </p></div><div type="textpart" subtype="section" n="24"><p><label>Μαρτυρία</label><milestone unit="para" ed="P"/>τί <add>ἂν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Bekker.</note> οὖν βουληθέντες ὑμεῖς τοῦτον δοκιμάσαιτε; πότερον ὡς οὐχ ἡμαρτηκότα; ἀλλὰ τὰ μέγιστα περὶ τὴν πατρίδα ἠδίκηκεν· ἀλλʼ ὡς ἔσται βελτίων; τοιγάρτοι πρότερον βελτίων γενόμενος περὶ τὴν πόλιν ὕστερον βουλεύειν ἀξιούτω, φανερόν τι ἀγαθὸν ὥσπερ τότε κακὸν ποιήσας. σωφρονέστερον γάρ ἐστιν ὕστερον πᾶσι τῶν ἔργων τὰς χάριτας ἀποδιδόναι· δεινὸν γὰρ ἔμοιγε δοκεῖ εἶναι, εἰ ἐξ ὧν μὲν ἤδη ἡμάρτηκε μηδέποτε τιμωρηθήσεται, ἐξ ὧν δὲ μέλλει εὖ ποιήσειν ἤδη τετιμήσεται. </p></div><div type="textpart" subtype="section" n="25"><p> ἀλλʼ ἄρα ἵνα βελτίους ὦσιν οἱ πολῖται ὁρῶντες ἅπαντας ὁμοίως τιμωμένους, διὰ τοῦτο δοκιμαστέος ἐστίν; ἀλλὰ κίνδυνος καὶ τοὺς χρηστούς ἐὰν αἰσθάνωνται ὁμοίως τοῖς πονηροῖς τιμώμενοι, παύσεσθαι τῶν χρηστῶν ἐπιτηδευμάτων, τῶν αὐτῶν ἡγουμένους εἶναι τούς τε κακοὺς τιμᾶν καὶ τῶν ἀγαθῶν ἀμνημονεῖν· ἄξιον δὲ καὶ τόδε ἐνθυμηθῆναι, </p></div><div type="textpart" subtype="section" n="26"><p> ὅτι εἰ μέν τις φρούριόν τι προὔδωκεν ἢ ναῦν ἢ στρατόπεδόν τι, ἐν ᾧ μέρος τι ἐτύγχανε τῶν πολιτῶν
            ὄν, ταῖς ἐσχάταις ἂν ζημίαις ἐζημιοῦτο, οὗτος δὲ προδοὺς ὅλην τὴν πόλιν οὐχ ὅπως
              <add>μὴ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὴ</foreign>
              add. Reiske.</note> τιμωρηθήσεται <add>ἀλλὰ καὶ ὅπως τιμήσεται</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀλλὰ καὶ ὅπως τιμηθήσεται</foreign><del>τιμήσεται ξοβετ</del> add. Reiske.</note> παρασκευάζεται. καίτοι δικαίως γʼ ἄν,
            ὅστις φανερῶς ὥσπερ οὗτος προὔδωκε τὴν ἐλευθερίαν, οὐ περὶ τοῦ βουλεύειν ἀλλὰ περὶ τοῦ
            δουλεύειν καὶ τῆς μεγίστης τιμωρίας ἀγωνίζοιτο.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τιμωρίας</foreign> Dobree, <foreign xml:lang="grc">ἀγωνίζοιτο</foreign>
              Rauchenstein: <foreign xml:lang="grc">ἀπορίας ἐκκλησιάζεται, ἐκκλησιάζοιτο</foreign>
              MSS.</note>
          </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>