<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg030.perseus-grc2:21-35</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg030.perseus-grc2:21-35</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>ἐνθυμεῖσθε τοίνυν, ὧ ἄνδρες δικασταί, ὅτι, ὅταν μὲν κατὰ τὰς συγγραφὰς ποιῶμεν, ἅπαντα τὰ πάτρια θύεται, ἐπειδὰν δὲ κατὰ τὰς στήλας ἃς οὗτος ἀνέγραψε, πολλὰ τῶν ἱερῶν καταλύεται. κἀν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κἀν</foreign> Hude: <foreign xml:lang="grc">καὶ</foreign> MSS.</note> τούτοις ὁ ἱερόσυλος περιτρέχει, λέγων ὡς εὐσέβειαν ἀλλʼ οὐκ εὐτέλειαν ἀνέγραψε· καὶ εἰ μὴ ταῦτα ὑμῖν ἀρέσκει, ἐξαλείφειν κελεύει, καὶ ἐκ τούτων οἴεται πείθειν ὡς οὐδὲν ἀδικεῖ· ὃς ἐν δυοῖν μὲν ἐτοῖν πλείω ἤδη τοῦ δέοντος δώδεκα ταλάντοις ἀνήλωσε, παρʼ ἕκαστον δὲ τὸν ἐνιαυτὸν ἐπεχείρησεν ἓξ ταλάντοις τὴν πόλιν ζημιῶσαι, </p></div><div type="textpart" subtype="section" n="22"><p> καὶ ταῦτα ὁρῶν αὐτὴν ἀποροῦσαν χρημάτων καὶ Λακεδαιμονίους μὲν ἀπειλοῦντας, ὅταν μὴ ἀποπέμψωμεν αὐτοῖς τὰ χρήματα, Βοιωτοὺς δὲ σύλας ποιουμένους, ὅτι οὐ δυνάμεθα δύο τάλαντα ἀποδοῦναι, τοὺς δὲ νεωσοίκους <add>καὶ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> add. Taylor.</note> τὰ τείχη περικαταρρέοντα, εἰδὼς δὲ ὅτι ἡ βουλὴ ἡ <add>ἀεὶ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀεὶ</foreign> add. Sluiter.</note> βουλεύουσα, ὅταν μὲν ἔχῃ ἱκανὰ χρήματα εἰς διοίκησιν, οὐδὲν ἐξαμαρτάνει, ὅταν δὲ εἰς ἀπορίαν καταστῇ, ἀναγκάζεται εἰσαγγελίας δέχεσθαι καὶ δημεύειν τὰ τῶν πολιτῶν καὶ τῶν ῥητόρων τοῖς <add>τὰ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ</foreign> add. Reiske.</note> πονηρότατα λέγουσι πείθεσθαι.</p></div><div type="textpart" subtype="section" n="23"><p> χρὴ τοίνυν, ὦ ἄνδρες δικασταί, μὴ τοῖς βουλεύουσιν ἑκάστοτε ὀργίζεσθαι, ἀλλὰ τοῖς εἰς τοιαύτας ἀπορίας καθιστᾶσι τὴν πόλιν. προσέχουσι <add>δὲ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> add. Sauppe.</note> τὸν νοῦν οἱ βουλόμενοι τὰ κοινὰ κλέπτειν, ὅπως Νικόμαχος ἀγωνιεῖται· οἷς ὑμεῖς, ἐὰν μὴ τοῦτον τιμωρήσησθε, πολλὴν ἄδειαν ποιήσετε· ἐὰν δὲ καταψηφισάμενοι τῶν ἐσχάτων αὐτῶ τιμήσητε, τῇ αὐτῇ ψήφῳ τούς τε ἄλλους βελτίους ποιήσετε καὶ παρὰ τούτου δίκην εἰληφότες ἔσεσθε.</p></div><div type="textpart" subtype="section" n="24"><p> ἐπίστασθε δέ, ὦ ἄνδρες δικασταί, ὅτι παράδειγμα τοῖς ἄλλοις ἔσται μὴ τολμᾶν εἰς ὑμᾶς ἐξαμαρτάνειν οὐχ ὅταν τοὺς ἀδυνάτους εἰπεῖν κολάζητε, ἀλλʼ ὅταν παρὰ τῶν δυναμένων λέγειν δίκην λαμβάνητε. τίς οὖν τῶν ἐν τῇ πόλει ἐπιτηδειότερος Νικομάχου δοῦναι δίκην; τίς ἐλάττω τὴν πόλιν ἀγαθὰ πεποίηκεν ἢ πλείω ἠδίκηκεν; </p></div><div type="textpart" subtype="section" n="25"><p> ὃς καὶ τῶν ὁσίων καὶ τῶν ἱερῶν ἀναγραφεὺς γενόμενος εἰς ἀμφότερα ταῦτα ἡμάρτηκεν. ἀναμνήσθητε δὲ ὅτι πολλοὺς ἤδη τῶν πολιτῶν ἐπὶ κλοπῇ χρημάτων ἀπεκτείνατε. καίτοι ἐκεῖνοι μὲν τοσοῦτον μόνον ὑμᾶς ἔβλαψαν ὅσον ἐν τῷ παρόντι, οὗτοι δʼ ἐπὶ τῇ τῶν νόμων ἀναγραφῇ <del>καὶ τῶν ἱερῶν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ τῶν ἱερῶν</foreign> del. Francken.</note> δῶρα λαμβάνοντες εἰς ἅπαντα τὸν χρόνον τὴν πόλιν ζημιοῦσι. </p></div><div type="textpart" subtype="section" n="26"><p><milestone unit="para" ed="P"/>διὰ τί δʼ ἄν τις ἀποψηφίσαιτο τούτου; πότερον ὡς ἀνδρὸς ἀγαθοῦ πρὸς τοὺς πολεμίους καὶ πολλαῖς μάχαις καὶ ναυμαχίαις παραγεγενημένου; ἀλλὰ ὅτε ὑμεῖς ἐκινδυνεύετε ἐκπλέοντες, οὗτος αὐτοῦ μένων τοὺς Σόλωνος νόμους ἐλυμαίνετο. ἀλλʼ ὅτι χρήματα δεδαπάνηκε καὶ πολλὰς εἰσφορὰς εἰσενήνοχεν; ἀλλʼ οὐχ ὅπως ὑμῖν τῶν αὑτοῦ τι ἐπέδωκεν, ἀλλὰ τῶν ὑμετέρων πολλὰ ὑφῄρηται. ἀλλὰ διὰ τοὺς προγόνους; </p></div><div type="textpart" subtype="section" n="27"><p> ἤδη γάρ τινες καὶ διὰ τοῦτο συγγνώμης ἔτυχον παρʼ ὑμῶν. ἀλλὰ τούτῳ γε προσήκει διὰ μὲν αὑτὸν τεθνάναι, διὰ δὲ τοὺς προγόνους πεπρᾶσθαι. ἀλλʼ ὡς, ἐὰν νῦν αὐτοῦ φείσησθε, αὖθις ἀποδώσει τὰς χάριτας; ὃς οὐδʼ ὧν πρότερον μετέλαβε παρʼ ὑμῶν ἀγαθῶν μέμνηται. καίτοι ἀντὶ μὲν δούλου πολίτης γεγένηται, ἀντὶ δὲ πτωχοῦ πλούσιος, ἀντὶ δὲ ὑπογραμματέως νομοθέτης.</p></div><div type="textpart" subtype="section" n="28"><p> ἃ καὶ ὑμῶν ἔχοι ἄν τις κατηγορῆσαι, ὅτι οἱ μὲν πρόγονοι νομοθέτας ᾑροῦντο Σόλωνα καὶ Θεμιστοκλέα καὶ Περικλέα, ἡγούμενοι τοιούτους ἔσεσθαι τοὺς νόμους οἷοίπερ ἂν ὦσιν οἱ τιθέντες, ὑμεῖς δὲ Τεισαμενὸν τὸν Μηχανίωνος καὶ Νικόμαχον καὶ ἑτέρους ἀνθρώπους ὑπογραμματέας· καὶ τὰς μὲν ἀρχὰς ὑπὸ τῶν τοιούτων ἡγεῖσθε διαφθείρεσθαι, αὐτοῖς δὲ τούτοις πιστεύετε.</p></div><div type="textpart" subtype="section" n="29"><p> ὃ δὲ πάντων δεινότατον· ὑπογραμματεῦσαι μὲν οὐκ ἔξεστι δὶς τὸν αὐτὸν τῇ ἀρχῇ τῇ αὐτῇ, περὶ δὲ τῶν μεγίστων τοὺς αὐτοὺς ἐᾶτε πολὺν χρόνον κυρίους εἶναι. καὶ τὸ τελευταῖον Νικόμαχον εἵλεσθε ἀναγράφειν τὰ πάτρια, ᾧ κατὰ πατέρα τῆς πόλεως οὐ προσήκει· </p></div><div type="textpart" subtype="section" n="30"><p> καὶ ὃν ἔδει ὑπὸ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑπὸ</foreign> Markland: <foreign xml:lang="grc">ὑπὲρ</foreign> MSS.</note> τοῦ δήμου κρίνεσθαι, οὗτος τὸν δῆμον συγκαταλύσας φαίνεται. νῦν τοίνυν ὑμῖν μεταμελησάτω τῶν πεπραγμένων, καὶ μὴ ὑπὸ τούτων ἀεὶ κακῶς πάσχοντες ἀνέχεσθε, μηδὲ ἰδίᾳ μὲν ὀνειδίζετε τοῖς ἀδικοῦσιν, ἐπειδὰν δʼ ἐξῇ δίκην παρʼ αὐτῶν λαμβάνειν, ἀποψηφίζεσθε. </p></div><div type="textpart" subtype="section" n="31"><p><milestone unit="para" ed="P"/>καὶ περὶ μὲν τούτων ἱκανά μοι τὰ εἰρημένα· περὶ δὲ τῶν ἐξαιτησομένων βραχέα πρὸς ὑμᾶς εἰπεῖν βούλομαι. παρεσκευασμένοι <add>γάρ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γάρ</foreign> add. Reiske.</note> τινές εἰσι καὶ τῶν φίλων καὶ τῶν τὰ τῆς πόλεως πραττόντων δεῖσθαι ὑπὲρ αὐτοῦ· ὧν ἐγὼ ἡγοῦμαι ἐνίοις προσήκειν ὑπὲρ τῶν ἑαυτοῖς πεπραγμένων ἀπολογεῖσθαι πολὺ μᾶλλον ἢ τοὺς ἀδικοῦντας σώζειν προαιρεῖσθαι. </p></div><div type="textpart" subtype="section" n="32"><p> δεινὸν δέ μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, εἰ τούτου μὲν ἑνὸς ὄντος καὶ οὐδὲν ὑπὸ τῆς πόλεως ἠδικημένου οὐκ ἐπεχείρησαν δεῖσθαι <add>ὡς χρὴ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὡς χρὴ</foreign> del. Dobree.</note> παύσασθαι εἰς ὑμᾶς ἐξαμαρτάνοντα, ὑμᾶς δὲ τοσούτους ὄντας καὶ ἠδικημένους ὑπὸ τούτου <add>πείθειν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πείθειν</foreign> add. Contius.</note> ζητήσουσιν ὡς οὐ χρὴ δίκην παρʼ αὐτοῦ λαμβάνειν.</p></div><div type="textpart" subtype="section" n="33"><p> χρὴ τοίνυν, ὥσπερ δὴ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὴ</foreign> Cobet: <foreign xml:lang="grc">ἂν</foreign> MSS.</note> τούτους ὁρᾶτε προθύμως σῴζοντας τοὺς φίλους, οὕτως καὶ ὑμᾶς τοὺς ἐχθροὺς τιμωρεῖσθαι, εὖ εἰδότας ὅτι τούτοις πρώτοις ἄνδρες ἀμείνους δόξετε εἶναι, ἐὰν παρὰ τῶν ἀδικούντων δίκην λαμβάνητε. ἐνθυμεῖσθε δὲ ὅτι <del>οὔτε Νικόμαχος</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὔτε Νικόμαχος</foreign> del. Dobree.</note> οὐδὲ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδὲ</foreign> Westermann: <foreign xml:lang="grc">οὔτε</foreign> MSS.</note> τῶν αἰτησομένων οὐδεὶς τοσαῦτα ἀγαθὰ πεποίηκε τὴν πόλιν, ὅσα οὗτος ἠδίκηκεν, ὥστε πολὺ μᾶλλον ὑμῖν προσήκει τιμωρεῖσθαι ἢ τούτοις βοηθεῖν. </p></div><div type="textpart" subtype="section" n="34"><p> εὖ δʼ εἰδέναι χρὴ τοὺς αὐτοὺς τούτους, ὅτι πολλὰ δεηθέντες τῶν κατηγόρων ἡμᾶς μὲν οὐδαμῶς ἔπεισαν, τὴν δὲ ὑμετέραν ψῆφον καταπειράσοντες εἰσεληλύθασιν εἰς τὸ δικαστήριον, καὶ ἐλπίζουσιν ὑμᾶς ἐξαπατήσαντες ἄδειαν εἰς τὸν λοιπὸν χρόνον λήψεσθαι τοῦ ποιεῖν ὅ τι ἂν βούλωνται.</p></div><div type="textpart" subtype="section" n="35"><p> ἡμεῖς μὲν τοίνυν οὐκ ἠθελήσαμεν ὑπὸ τούτων ἀξιούμενοι πεισθῆναι, τὸ δὲ αὐτὸ τοῦτο παρακαλοῦμεν <add>ὑμᾶς</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμᾶς</foreign> add. Markland.</note> μὴ πρὸ τῆς κρίσεως μισοπονηρεῖν, ἀλλʼ ἐν τῇ κρίσει τιμωρεῖσθαι τοὺς τὴν ὑμετέραν νομοθεσίαν ἀφανίζοντας· οὕτως γὰρ ἐννόμως διοικηθήσεται τὰ κατὰ τὴν πολιτείαν πάντα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>