<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2:1-14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2:1-14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>ὁ μὲν ἀγὼν οὗτος, ὦ ἄνδρες δικασταί, ἐρημότερος γεγένηται ἢ ἐγὼ προσεδόκων. πολλοὶ γὰρ ἦσαν οἱ ἀπειλοῦντες καὶ οἱ φάσκοντες Φιλοκράτους κατηγορήσειν· ὧν οὐδεὶς νυνὶ φαίνεται. ὃ κἀμοὶ δοκεῖ οὐδενὸς ἔλαττον εἶναι τεκμήριον τῆς ἀπογραφῆς ὅτι ἀληθὴς οὖσα τυγχάνει· εἰ γὰρ μὴ πολλὰ τῶν Ἐργοκλέους εἶχε χρημάτων, οὐκ ἂν οὕτως οἷός τʼ ἦν ἀπαλλάξαι τοὺς κατηγόρους. </p></div><div type="textpart" subtype="section" n="2"><p> ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, πάντας ὑμᾶς ἡγοῦμαι εἰδέναι ὅτι Ἐργοκλέους διὰ τοῦτο ὑμεῖς θάνατον κατεχειροτονήσατε, ὅτι κακῶς διαθεὶς τὰ τῆς πόλεως πλέον ἢ τριάκοντα ταλάντων οὐσίαν ἐκτήσατο. καὶ τούτων τῶν χρημάτων οὐδὲν ἐν τῇ πόλει φαίνεται. καίτοι ποῖ χρὴ τραπέσθαι ἢ ποῦ ζητῆσαι τὰ χρήματα; εἰ γὰρ παρὰ τοῖς κηδεσταῖς καὶ οἷς ἐκεῖνος οἰκειότατʼ ἀνθρώπων ἐχρῆτο μὴ φανήσεται, χαλεπῶς παρὰ τοῖς ἐχθροῖς εὑρεθήσεται. </p></div><div type="textpart" subtype="section" n="3"><p> τίνα δὲ Ἐργοκλῆς περὶ πλείονος Φιλοκράτους ἐποιεῖτο, ἢ πρὸς τίνʼ ἀνθρώπων διέκειτο οἰκειότερον; οὐ τῶν μὲν ὑμετέρων ὁπλιτῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁπλιτῶν</foreign> Taylor: <foreign xml:lang="grc">πολιτῶν</foreign> MSS.</note> αὐτὸν ἐξήγαγε, τῶν δʼ αὑτοῦ χρημάτων ταμίαν ἐποίησε, καὶ τὸ τελευταῖον τριήραρχον αὐτὸν κατέστησε; </p></div><div type="textpart" subtype="section" n="4"><p> καίτοι δεινὸν εἰ οἱ μὲν τὰς οὐσίας ἔχοντες ὀλοφύρονται τριηραρχοῦντες, οὗτος δὲ οὐδὲν πρότερον κεκτημένος ἐν ἐκείνῳ τῷ χρόνῳ ἐθελοντὴς ὑπέστη ταύτην τὴν λῃτουργίαν. οὐκοῦν δὴ οὐχ ὡς ζημιωθησόμενον αὐτὸν τριήραρχον κατέστησεν, ἀλλʼ ὡς ὠφεληθησόμενον καὶ φυλάξοντα τὰ αὑτοῦ χρήματα, οὐκ ἔχων ὅτῳ χρὴ μᾶλλον τούτου πιστεῦσαι. ἡγοῦμαι δέ, </p></div><div type="textpart" subtype="section" n="5"><p> ὦ ἄνδρες δικασταί, Φιλοκράτει δύο εἶναι καὶ μόνας ἀπολογίας· προσήκειν γὰρ αὐτῷ ἀποδεῖξαι ἢ ἑτέρους ἔχοντας τὰ Ἐργοκλέους χρήματα, ἢ ἀδίκως ἀπολωλότα ἐκεῖνον καὶ οὐδὲν ὑφῃρημένον τῶν ὑμετέρων οὐδὲ δεδωροδοκηκότα· εἰ δὲ τούτων μηδέτερον ποιήσει, δεδόχθαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δεδόχθαι</foreign> Markland: <foreign xml:lang="grc">δέδοκται</foreign> MSS.</note> καταψηφίζεσθαι, καὶ μὴ τοῖς μὲν παρὰ τῶν ἄλλων λαμβάνουσιν ὀργίζεσθαι, τοῖς δὲ τὰ ὑμέτερʼ αὐτῶν ἔχουσι συγγνώμην ἔχειν. </p></div><div type="textpart" subtype="section" n="6"><p><milestone unit="para" ed="P"/>τίς δʼ οὐκ οἶδεν Ἀθηναίων τρία τάλαντα περὶ Ἐργοκλέους μεσεγγυηθέντα τοῖς λέγουσιν, εἰ δύναιντο αὐτὸν σῶσαι <del>καὶ μὴ κατηγορεῖν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ μὴ κατηγορεῖν</foreign> del. Dobree.</note>; οἳ ἐπειδὴ ἑώρων τὴν ὑμετέραν ὀργὴν τιμωρεῖσθαι βουλομένην, ἡσυχίαν ἦγον καὶ οὐκ ἐτόλμων σφᾶς αὐτοὺς φανεροὺς ποιῆσαι. καὶ τὸ μὲν πρῶτον οὗτος οὐ κομιζόμενος παρʼ αὐτῶν τὰ χρήματα μηνύσειν ἔφη τῇ πόλει· </p></div><div type="textpart" subtype="section" n="7"><p> ἐπειδὴ δὲ καὶ ταῦτα ἀπείληφε καὶ τῶν ἄλλων τῶν ἐκείνου κύριος γεγένηται, εἰς τοῦτο τόλμης ἐλήλυθεν, ὥστε μάρτυρας πεπόρισται οἳ μαρτυρήσουσιν αὐτῷ ὡς ἦν ἔχθιστος ἁπάντων ἀνθρώπων Ἐργοκλεῖ. καίτοι οἴεσθʼ ἂν αὐτόν, ὦ ἄνδρες δικασταί, εἰς τοῦτο μανίας ἀφικέσθαι, ὥστε Θρασυβούλου στρατηγοῦντος καὶ Ἐργοκλέους αὐτῷ διαφερομένου ἐθελοντὴν ὑποστῆναι τριήραρχον; πῶς γὰρ ἂν θᾶττον ἀπώλετο, ἢ πῶς ἂν μᾶλλον ἐπηρεάζετο; </p></div><div type="textpart" subtype="section" n="8"><p><milestone unit="para" ed="P"/>περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα· ἐγὼ δʼ ὑμᾶς ἀξιῶ ὑμῖν αὐτοῖς βοηθῆσαι, καὶ πολὺ μᾶλλον τοὺς ἀδικοῦντας τιμωρεῖσθαι ἢ τοὺς τὰ τῆς πόλεως ἔχοντας ἐλεινοὺς ἡγεῖσθαι. οὐδὲν γὰρ τῶν αὑτοῦ καταθήσει, ἀλλὰ τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, καὶ πολλῷ πλείω αὐτῷ τούτων περιέσται.</p></div><div type="textpart" subtype="section" n="9"><p> καὶ γὰρ ἂν καὶ δεινὸν εἴη, ὦ ἄνδρες δικασταί, εἰ τοῖς μὲν μὴ δυναμένοις τὰ σφέτερʼ αὐτῶν εἰσφέρειν ὀργίζοισθε καὶ τὰς οὐσίας αὐτῶν ὡς ἀδικούντων δημεύοιτε, τοὺς δὲ τὰ ὑμέτερα αὐτῶν ἔχοντας μὴ τιμωροῖσθε, ἀλλὰ τῶν τε χρημάτων ἀποστεροῖσθε καὶ τούτους χαλεπωτέρους ἐχθροὺς ἔχοιτε. </p></div><div type="textpart" subtype="section" n="10"><p> ἕως γὰρ ἂν τὰ ὑμέτερα ἔχοντες σφίσιν αὐτοῖς συνειδῶσιν, οὐδέποτε ὑμῖν παύσονται κακονοοῦντες, νομίζοντες τὰς τῆς πόλεως δυστυχίας μόνας ἀπαλλαγὴν εἶναι τῶν πρὸς αὐτοὺς πραγμάτων.</p></div><div type="textpart" subtype="section" n="11"><p><milestone unit="para" ed="P"/>ἡγοῦμαι δʼ, ὦ ἄνδρες δικασταί, οὐ μόνον περὶ χρημάτων αὐτῷ προσήκειν ἀγωνίζεσθαι, ἀλλὰ καὶ περὶ τοῦ σώματος κινδυνεύειν. καὶ γὰρ ἂν καὶ δεινὸν εἴη, εἰ οἱ μὲν τὰ τῶν ἰδιωτῶν ἀπολλύμενα τοῖς κλέπταις συνειδότες τοῖς αὐτοῖς ἐνέχοιντο, οὗτος δὲ τὰ τῆς πόλεως Ἐργοκλεῖ συνειδὼς κλέπτοντι καὶ ἐπὶ τοῖς ὑμετέροις δωροδοκοῦντι μὴ τῆς αὐτῆς τιμωρίας τυγχάνοι, ἀλλὰ ἆθλα λάβοι τὴν ὑπʼ ἐκείνου καταλειφθεῖσαν οὐσίαν ἀντὶ τῆς αὑτοῦ πονηρίας. ἄξιοι δʼ ὑμῖν εἰσιν ὀργῆς, ὦ ἄνδρες δικασταί.</p></div><div type="textpart" subtype="section" n="12"><p> οὗτοι γάρ, ὅτε Ἐργοκλῆς ἐκρίνετο, ἐν τῷ δήμῳ περιιόντες ἔλεγον ὡς πεντακόσιοι μὲν αὐτοῖς εἴησαν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἴησαν</foreign> Stephanus: <foreign xml:lang="grc">οἳ ἦσαν, ἦσαν</foreign> MSS.</note> ἐκ τοῦ Πειραιῶς δεδεκασμένοι, ἑξακόσιοι δὲ καὶ χίλιοι ἐκ τοῦ ἄστεως· μᾶλλον δὲ προσεποιοῦντο πιστεύειν τοῖς χρήμασιν ἢ δεδιέναι τὰ αὑτῶν ἁμαρτήματα.</p></div><div type="textpart" subtype="section" n="13"><p> ἐκεῖ μὲν οὖν ἐπεδείξατε αὐτοῖς, ἐὰν δὲ εὖ φρονῆτε, καὶ νυνὶ τοῦτο φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε, ὅτι οὐκ ἔστι τοσαῦτα χρήματα ἃ ὑμᾶς, οὓς ἂν λαμβάνητε ἀδικοῦντας, ἀποτρέψει τιμωρεῖσθαι, καὶ μηδεμίαν αὐτοῖς ἄδειαν δώσετε τὰ ὑμέτερα αὐτῶν διαρπάζουσι καὶ κλέπτουσιν.</p></div><div type="textpart" subtype="section" n="14"><p> ἐγὼ μὲν οὖν ταῦτα ὑμῖν παραινῶ. πάντες γὰρ ἐπίστασθε ὅτι Ἐργοκλῆς χρηματιούμενος ἀλλʼ οὐ πρὸς ὑμᾶς φιλοτιμησόμενος ἐξέπλευσε, καὶ οὐδεὶς ἄλλος ἔχει τὰ χρήματα ἢ οὗτος. ἐὰν οὖν σωφρονῆτε, τὰ ὑμέτερʼ αὐτῶν κομιεῖσθε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>