<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2:9-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2:9-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="9"><p> ὅτι ὁ θεὶς τὸν περὶ τῶν δοκιμασιῶν νόμον οὐχ ἥκιστα <del>περὶ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">περὶ</foreign> del. Contius.</note> τῶν ἐν ὀλιγαρχίᾳ ἀρξάντων ἕνεκα ἔθηκεν, ἡγούμενος δεινὸν εἶναι, εἰ διʼ οὓς ἡ δημοκρατία κατελύετο, οὗτοι ἐν αὐτῇ τῇ πολιτείᾳ πάλιν ἄρξουσι, καὶ κύριοι γενήσονται τῶν νόμων καὶ τῆς πόλεως, ἣν πρότερον παραλαβόντες<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παραλαβόντες</foreign> Markland: <foreign xml:lang="grc">προλαβόντες</foreign> MSS.</note> οὕτως αἰσχρῶς καὶ δεινῶς ἐλωβήσαντο. ὥστʼ οὐκ ἄξιον τῆς δοκιμασίας ὀλιγώρως ἔχειν, οὐδὲ μικρὸν ἡγουμένους τὸ πρᾶγμα μὴ φροντίζειν αὐτῆς, ἀλλὰ φυλάττειν· ὡς ἐν τῷ ἕκαστον δικαίως ἄρχειν ἥ τε πολιτεία καὶ τὸ ἄλλο πλῆθος τὸ ὑμέτερον σῴζεται </p></div><div type="textpart" subtype="section" n="10"><p><add>καὶ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> add. P. Mueller.</note> εἰ μὲν δὴ βουλεύσων νυνὶ ἐδοκιμάζετο καὶ ὡς ἱππευκότος αὐτοῦ ἐπὶ τῶν τριάκοντα τοὔνομα<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοὔνομα</foreign> Reiske: <foreign xml:lang="grc">ἅρμα</foreign> MSS.</note> ἐν ταῖς σανίσιν ἐνεγέγραπτο, καὶ ἄνευ κατηγόρου ἂν αὐτὸν ἀπεδοκιμάζετε· νῦν δέ, ὅτε μὴ μόνον ἱππευκὼς μηδὲ βεβουλευκώς, ἀλλὰ καὶ εἰς τὸ πλῆθος ἐξημαρτηκὼς φαίνεται, οὐκ ἂν ἄτοπον ποιήσαιτε, εἰ μὴ τὴν αὐτὴν γνώμην ἔχοντες περὶ αὐτοῦ φανεῖσθε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">φανεῖσθε</foreign> Taylor: <foreign xml:lang="grc">φανοῖσθε</foreign> MSS.</note>; </p></div><div type="textpart" subtype="section" n="11"><p> καὶ μὲν δὴ βουλεύειν γε δοκιμασθεὶς πεντακοσιοστὸς ὢν μετὰ τῶν ἄλλων ἐνιαυτὸν ἂν μόνον ἐβούλευσεν, ὥστε καὶ εἴ τι ἐν τούτῳ τῷ χρόνῳ ἐξαμαρτάνειν ἐβούλετο, ῥᾳδίως ἂν ὑπὸ τῶν ἄλλων ἐκωλύετο, ταύτης δὲ τῆς ἀρχῆς ἀξιούμενος αὐτὸς καθʼ αὑτὸν ἄρξει,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀξιούμενος <gap reason="lost"/> ἄρξει</foreign> Thalheim: <foreign xml:lang="grc">ἀξιοῖ μόνος <gap reason="lost"/> ἄρχειν</foreign> MSS.</note> καὶ μετὰ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς τὸν ἅπαντα χρόνον τῶν μεγίστων κύριος γενήσεται<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γενήσεται</foreign> Thalheim: <foreign xml:lang="grc">τε γενέσθαι, γενέσθαι</foreign> MSS.</note>. </p></div><div type="textpart" subtype="section" n="12"><p> ὥστε ὑμῖν καθήκειν περὶ ταύτης τῆς ἀρχῆς ἀκριβεστέραν τὴν δοκιμασίαν ἢ περὶ τῶν ἄλλων ἀρχῶν ποιεῖσθαι. εἰ δὲ μή, πῶς οἴεσθε τὸ ἄλλο πλῆθος τῶν πολιτῶν διακείσεσθαι, ὅταν αἴσθωνται, ὃν προσῆκε δίκας τῶν ἡμαρτημένων διδόναι, τοῦτον ὑφʼ ὑμῶν τοιαύτης ἀρχῆς ἠξιωμένον; καὶ φόνου δίκας δικάζοντα, ὃν ἔδει αὐτὸν ὑπὸ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς κρίνεσθαι; καὶ πρὸς τούτοις ἴδωσιν ἐστεφανωμένον, καὶ ἐπικλήρων καὶ ὀρφανῶν κύριον γεγενημένον, ὧν ἐνίοις αὐτὸς τῆς ὀρφανίας αἴτιος γεγένηται; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>