<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2:5-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2:5-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="5"><p> πρὸς δὲ τὴν ἡσυχιότητα τὴν τούτου, ὅτι οὐ νῦν δεῖ αὐτὸν ἐξετάζειν εἰ σώφρων ἐστίν, ὅτʼ αὐτὸν οὐκ ἔξεστιν ἀσελγαίνειν, ἀλλʼ ἐκεῖνον τὸν χρόνον σκοπεῖν, ἐν ᾧ ἐξὸν ὁποτέρως ἐβούλετο ζῆν εἵλετο παρανόμως πολιτευθῆναι. τοῦ μὲν γὰρ νῦν μηδὲν ἐξαμαρτάνειν οἱ κωλύσαντες αἴτιοι, τῶν δὲ τότε γενομένων ὁ τούτου τρόπος καὶ οἱ τούτῳ ἐπιτρέπειν ἀξιοῦντες. ὥστʼ ἐὰν ἐκ τούτων δοκιμάζεσθαι ἀξιοῖ, ταῦτα χρὴ ὑπολαμβάνειν, μὴ εὐήθεις αὐτῷ εἶναι δοκῆτε. </p></div><div type="textpart" subtype="section" n="6"><p><milestone unit="para" ed="P"/>ἐὰν δὲ καὶ ἐπὶ τοιόνδε λόγον τράπωνται, ὡς ὁ χρόνος οὐκ ἐγχωρεῖ ἄλλον ἀποκληρῶσαι, ἀλλὰ ἀνάγκη, ἐὰν αὐτὸν ἀποδοκιμάσητε, ἄθυτα τὰ πάτρια ἱερὰ γίγνεσθαι, τάδʼ ἐνθυμήθητε, ὅτι πάλαι ὁ χρόνος ἤδη παρελήλυθεν. ἡ γὰρ αὔριον ἡμέρα μόνη λοιπὴ τοῦ ἐνιαυτοῦ ἐστιν, ἐν δὲ ταύτῃ τῷ Διὶ τῷ σωτῆρι θυσία γίγνεται, δικαστήριον δὲ παρὰ τοὺς νόμους ἀδύνατον<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀδύνατον</foreign> Contius: <foreign xml:lang="grc">δυνατὸν, οὐ δυνατὸν</foreign> MSS.</note> πληρωθῆναι. </p></div><div type="textpart" subtype="section" n="7"><p> εἰ δὲ ταῦτα πάνθʼ οὗτος ὥστε γενέσθαι διαπέπρακται, τί προσδοκῆσαι <add>δεῖ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δεῖ</foreign> add. Aldus.</note> δοκιμασθέντʼ αὐτὸν ποιήσειν, εἰ τὴν ἐξιοῦσαν ἀρχὴν πέπεικεν αὐτοῦ ἕνεκα παρανομῆσαι; ἆρʼ ἂν ὀλίγα τοιαῦτα ἐν τῷ ἐνιαυτῷ διαπράξασθαι; ἐγὼ μὲν γὰρ οὐκ ἂν οἶμαι. </p></div><div type="textpart" subtype="section" n="8"><p> ἔστι δʼ ὑμῖν οὐ τοῦτο μόνον σκεπτέον, ἀλλὰ καὶ πότερον εὐσεβέστερον τὸν βασιλέα καὶ τοὺς συνάρχοντας τὰ ὑπὲρ τοῦ μέλλοντος ἄρξειν ἱερὰ θῦσαι, ὡς καὶ πρότερον ἤδη γεγένηται, ἢ καὶ τοῦτον, ὃν οὐδὲ καθαρὸν εἶναι τὰς χεῖρας οἱ εἰδότες μεμαρτυρήκασι, καὶ πότερον ὑμεῖς ὠμόσατε εἰς τὴν ἀρχὴν ἀδοκίμαστον καταστήσειν, ἢ δοκιμάσαντες τὸν ἄξιον τῆς ἀρχῆς στεφανώσειν. ταῦτα γὰρ σκοπεῖσθε· κἀκεῖνο <add>δʼ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δʼ</foreign> add. Cobet.</note> ἐνθυμεῖσθε, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>