<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2:21-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2:21-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p><milestone unit="para" ed="P"/>ὑμέτερον δὴ ἔργον ἐστίν, ὦ ἄνδρες βουλευταί, σκέψασθαι ποτέρῳ ἂν πιθόμενοι περὶ τῆς δοκιμασίας ταύτης ἄμεινον βουλεύσαισθε, πότερον ἐμοὶ ἢ Θρασυβούλῳ, ὃς αὐτῷ ἀπολογήσεται. περὶ μὲν οὖν ἐμοῦ ἢ τοῦ πατρὸς ἢ τῶν προγόνων οὐδὲν οὗτος εἰπεῖν ἕξει εἰς μισοδημίαν. οὔτε γὰρ ὡς ὀλιγαρχίας μετέσχον (ὕστερον γὰρ τῶν χρόνων τούτων ἀνὴρ εἶναι ἐδοκιμάσθην), οὔθʼ ὡς ὁ πατήρ (πρὸ γὰρ τῶν στάσεων πολὺ ἐν Σικελίᾳ ἄρχων ἐτελεύτησεν)· </p></div><div type="textpart" subtype="section" n="22"><p> οὐδʼ ὡς οἱ πρόγονοι ὑπὸ τοῖς τυράννοις ἐγένοντο· στασιάζοντες γὰρ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον διετέλεσαν. ἀλλὰ μὲν δὴ οὐδὲ τὴν οὐσίαν ἡμᾶς ἐν τῷ πολέμῳ φήσει κτήσασθαι, εἰς δὲ τὴν πόλιν οὐδὲν ἀνηλωκέναι· πᾶν γὰρ τοὐναντίον, ἐν εἰρήνῃ μὲν ὀγδοηκοντατάλαντος ἡμῶν ὁ οἶκος ἐγένετο, εἰς δὲ τὴν τῆς πόλεως σωτηρίαν ἐν τῷ πολέμῳ ἅπας ἀνηλώθη.</p></div><div type="textpart" subtype="section" n="23"><p> ἐγὼ δὲ περὶ τούτου τρία ἕξω εἰπεῖν τηλικαῦτα τὸ μέγεθος, ὥστʼ ἄξιον εἶναι ἕκαστον ἔργον θανάτου· πρῶτον μὲν ὅτι τὴν ἐν Βοιωτοῖς πολιτείαν χρήματα λαβὼν μετέστησε καὶ τῆς συμμαχίας ἡμᾶς ταύτης ἀπεστέρησεν, ἔπειτα ὅτι τὰς ναῦς προὔδωκε καὶ τὴν πόλιν περὶ σωτηρίας βουλεύεσθαι πεποίηκεν, </p></div><div type="textpart" subtype="section" n="24"><p> ἔπειτα ὅτι παρὰ τῶν αἰχμαλώτων, οὓς αὐτὸς ἀπώλεσε, τριάκοντα μνᾶς ἐσυκοφάντησεν, οὐ φάσκων αὐτοὺς λύσεσθαι, εἰ μὴ τοῦτο αὐτῷ παρὰ σφῶν αὐτῶν παράσχοιεν. συνειδότες οὖν ἡμῶν ἑκατέρῳ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἑκατέρῳ</foreign> Reiske: <foreign xml:lang="grc">ἑκατέρων</foreign> MSS.</note> τὸν βίον, πρὸς ταῦτα βουλεύεσθε ὁποτέρῳ χρὴ πιστεύειν περὶ τῆς Εὐάνδρου δοκιμασίας, καὶ οὕτως οὐκ ἐξαμαρτήσεσθε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>