<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2:21-27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2:21-27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p><milestone unit="para" ed="P"/>ἀλλὰ γὰρ οὐκ οἶδʼ ὅ τι δεῖ λίαν με ἀκριβῶς ἀπολογούμενον πρὸς ἓν ἕκαστον ὑμῖν τῶν εἰρημένων ἐνοχλεῖν πλείω χρόνον. εἰ γὰρ ὑπὲρ τῶν μεγίστων εἴρηκα, τί δεῖ περὶ τῶν φαύλων ὁμοίως τούτῳ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">φαύλων ὁμοίως τούτῳ</foreign> Dobree: <foreign xml:lang="grc">ὁμοίως τούτῳ φαώλων</foreign>.</note> σπουδάζειν; ἐγὼ δʼ ὑμῶν, ὦ βουλή, δέομαι πάντων τὴν αὐτὴν ἔχειν περὶ ἐμοῦ διάνοιαν, ἥνπερ καὶ πρότερον. </p></div><div type="textpart" subtype="section" n="22"><p> μηδʼ οὗ μόνου<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μόνου</foreign> Markland: <foreign xml:lang="grc">μόνον</foreign> MSS.</note> μεταλαβεῖν ἔδωκεν ἡ μοι τῶν ἐν τῇ πατρίδι, τούτου διὰ τουτονὶ ἀποστερήσητέ με· μηδʼ ἃ πάλαι κοινῇ πάντες ἔδοτέ μοι, νῦν οὗτος εἷς ὢν πείσῃ πάλιν ὑμᾶς ἀφελέσθαι. ἐπειδὴ γὰρ, ὦ βουλή, τῶν μεγίστων <del>ἀρχῶν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀρχῶν</foreign> del. Frohberger.</note> ὁ δαίμων ἀπεστέρησεν ἡμᾶς, ἡ πόλις ἡμῖν ἐψηφίσατο τοῦτο τὸ ἀργύριον, ἡγουμένη κοινὰς εἶναι τὰς τύχας τοῖς ἅπασι καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν. </p></div><div type="textpart" subtype="section" n="23"><p> πῶς οὖν οὐκ ἂν δειλαιότατος<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δειλαιότατος</foreign> Markland: <foreign xml:lang="grc">δικαιότατος</foreign> MSS.</note> εἴην, εἰ τῶν μὲν καλλίστων καὶ μεγίστων διὰ τὴν συμφορὰν ἀπεστερημένος εἴην, ἃ δʼ ἡ πόλις ἔδωκε προνοηθεῖσα τῶν οὕτως διακειμένων, διὰ τὸν κατήγορον ἀφαιρεθείην; μηδαμῶς, ὦ βουλή, ταύτῃ θῆσθε τὴν ψῆφον. διὰ τί γὰρ ἂν καὶ τύχοιμι τοιούτων ὑμῶν; </p></div><div type="textpart" subtype="section" n="24"><p> πότερον ὅτι διʼ ἐμέ τις εἰς ἀγῶνα πώποτε καταστὰς ἀπώλεσε τὴν οὐσίαν; ἀλλʼ οὐδʼ ἂν εἷς ἀποδείξειεν. ἀλλʼ ὅτι πολυπράγμων εἰμὶ καὶ θρασὺς καὶ φιλαπεχθήμων; </p></div><div type="textpart" subtype="section" n="25"><p> ἀλλʼ οὐ τοιαύταις ἀφορμαῖς τοῦ βίου πρὸς τὰ τοιαῦτα τυγχάνω χρώμενος. ἀλλʼ ὅτι λίαν ὑβριστὴς καὶ βίαιος; ἀλλʼ οὐδʼ ἂν αὐτὸς φήσειεν, εἰ μὴ βούλοιτο καὶ τοῦτο ψεύδεσθαι τοῖς ἄλλοις ὁμοίως. ἀλλʼ ὅτι ἐπὶ τῶν τριάκοντα γενόμενος ἐν δυνάμει κακῶς ἐποίησα πολλοὺς τῶν πολιτῶν; ἀλλὰ μετὰ τοῦ ὑμετέρου πλήθους ἔφυγον εἰς Χαλκίδα <del>τὴν ἐπʼ Εὐρίπῳ</del>,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὴν ἐπʼ Εὐρίπῳ</foreign> del. Frohberger.</note> καὶ ἐξόν μοι μετʼ ἐκείνων ἀδεῶς πολιτεύεσθαι, μεθʼ ὑμῶν εἱλόμην κινδυνεύειν ἀπελθών.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπελθών</foreign> Baeker: <foreign xml:lang="grc">ἁπάντων</foreign> MSS.</note> </p></div><div type="textpart" subtype="section" n="26"><p> μὴ τοίνυν, ὦ βουλή, μηδὲν ἡμαρτηκὼς ὁμοίων<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁμοίων</foreign> Contius: <foreign xml:lang="grc">ὁμοίως</foreign> MSS.</note> ὑμῶν τύχοιμι τοῖς πολλὰ ἠδικηκόσιν, ἀλλὰ τὴν αὐτὴν ψῆφον θέσθε περὶ ἐμοῦ ταῖς ἄλλαις βουλαῖς, ἀναμνησθέντες ὅτι οὔτε χρήματα διαχειρίσας τῆς πόλεως δίδωμι λόγον αὐτῶν, οὔτε ἀρχὴν ἄρξας οὐδεμίαν εὐθύνας ὑπέχω νῦν αὐτῆς, ἀλλὰ περὶ ὀβολοῦ μόνον ποιοῦμαι τοὺς λόγους. </p></div><div type="textpart" subtype="section" n="27"><p> καὶ οὕτως ὑμεῖς μὲν τὰ δίκαια γνώσεσθε πάντες, ἐγὼ δὲ τούτων ὑμῖν τυχὼν ἕξω τὴν χάριν, οὗτος δὲ τοῦ λοιποῦ μαθήσεται μὴ τοῖς ἀσθενεστέροις ἐπιβουλεύειν ἀλλὰ τῶν ὁμοίων αὐτῷ περιγίγνεσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>