<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2:10-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2:10-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="10"><p><milestone unit="para" ed="P"/>περὶ δὲ τῆς ἐμῆς ἱππικῆς, ἧς οὗτος ἐτόλμησε μνησθῆναι πρὸς ὑμᾶς, οὔτε τὴν τύχην δείσας οὔτε ὑμᾶς αἰσχυνθείς, οὐ πολὺς ὁ λόγος. ἐγὼ γὰρ, ὦ βουλή, πάντας οἶμαι τοὺς ἔχοντάς τι δυστύχημα τοῦτο<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦτο</foreign> Stephanus: <foreign xml:lang="grc">τοιοῦτο, ῥαστώνην τινα</foreign> MSS.</note> ζητεῖν καὶ τοῦτο φιλοσοφεῖν, ὅπως ὡς ἀλυπότατα μεταχειριοῦνται τὸ συμβεβηκὸς πάθος. ὧν εἷς ἐγώ, καὶ περιπεπτωκὼς τοιαύτῃ συμφορᾷ ταύτην ἐμαυτῷ ῥᾳστώνην ἐξηῦρον εἰς τὰς ὁδοὺς τὰς μακροτέρας τῶν ἀναγκαίων. </p></div><div type="textpart" subtype="section" n="11"><p> ὃ δὲ μέγιστον, ὦ βουλή, τεκμήριον ὅτι διὰ τὴν συμφορὰν ἀλλʼ οὐ διὰ τὴν ὕβριν, ὡς οὗτός φησιν, ἐπὶ τοὺς ἵππους ἀναβαίνω <del>ῥᾴδιόν ἐστι μαθεῖν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ῥᾴδιόν ἐστι μαθεῖν</foreign> del. Scheibe.</note>· εἰ γὰρ ἐκεκτήμην οὐσίαν, ἐπʼ ἀστράβης ἂν ὠχούμην, ἀλλʼ οὐκ ἐπὶ τοὺς ἀλλοτρίους ἵππους ἀνέβαινον· νυνὶ δʼ ἐπειδὴ τοιοῦτον οὐ δύναμαι κτήσασθαι, τοῖς ἀλλοτρίοις ἵπποις ἀναγκάζομαι χρῆσθαι πολλάκις. </p></div><div type="textpart" subtype="section" n="12"><p> καίτοι πῶς οὐκ ἄτοπόν ἐστιν, ὦ βουλή, τοῦτον ἄν,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄν</foreign> Weidner: <foreign xml:lang="grc">αὐτόν</foreign> MSS.</note> εἰ μὲν ἐπʼ ἀστράβης ὀχούμενον ἑώρα με, σιωπᾶν (τί γὰρ ἂν καὶ ἔλεγεν;), ὅτι δʼ ἐπὶ τοὺς ᾐτημένους ἵππους ἀναβαίνω, πειρᾶσθαι πείθειν ὑμᾶς ὡς δυνατός εἰμι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰμι</foreign> Kayser: <foreign xml:lang="grc">εἴην</foreign> MSS.</note>; καὶ ὅτι μὲν δυοῖν βακτηρίαιν χρῶμαι, τῶν ἄλλων μιᾷ χρωμένων, μὴ κατηγορεῖν ὡς καὶ τοῦτο τῶν δυναμένων ἐστιν· ὅτι δʼ ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τεκμηρίῳ χρῆσθαι πρὸς ὑμᾶς ὡς εἰμὶ τῶν δυναμένων; οἷς ἐγώ διὰ τὴν αὐτὴν αἰτίαν ἀμφοτέροις χρῶμαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>