<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2:21-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2:21-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p> ἀλλʼ ὁ ἐξαπατῶν ὑμᾶς. ἐκεῖνοι δὲ σφῶν αὐτῶν προκαταγνόντες ἀδικεῖν οἴχονται, ἵνα μὴ δοῖεν δίκην· καὶ εἴ τινες ἄλλοι ἀδικοῦσιν, ἧττον μὲν ἐκείνων, ἀδικοῦσι δέ, τὸ δέος αὐτοὺς ποιεῖ τό τε ὑμέτερον καὶ τὸ τῶν κατηγόρων μὴ ἐπιδημεῖν ἀλλὰ στρατεύεσθαι, ἵνα ἢ ὑμᾶς πραοτέρους ποιῶσιν ἢ τούτους πείθωσιν. </p></div><div type="textpart" subtype="section" n="22"><p> οὗτος δὲ ὑμῖν δίκην δέδωκεν, οὐδὲν ὑμᾶς ἀδικῶν, εὐθὺς μετὰ τὰ πράγματα, ὅτε ὑμεῖς τε μάλιστα ἐμέμνησθε τῶν γενομένων καὶ οὗτος ἐλεγχθήσεσθαι ἔμελλε, πιστεύων αὑτῷ μηδὲν ἡμαρτῆσθαι ἀλλʼ ἀγωνιεῖσθαι εὖ μετὰ τοῦ δικαίου. ὡς δʼ ἦν δημοτικός, ἐγὼ ὑμῖν ἀποδείξω.</p></div><div type="textpart" subtype="section" n="23"><p> πρῶτον μὲν γὰρ ὅσων οὐδεμιᾶς στρατείας ἀπελείφθη, ἀλλʼ ἐστρατεύετο, ὡς συνειδότες ἂν εἴποιεν οἱ δημόται· καὶ ἐξὸν αὐτῷ τὴν οὐσίαν ἀφανῆ καταστήσαντι μηδὲν ὑμᾶς ὠφελεῖν, εἵλετο μᾶλλον συνειδέναι ὑμᾶς, ἵνʼ εἰ καὶ βούλοιτο κακὸς εἶναι, μὴ ἐξείη<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐξείη</foreign> Dobree: <foreign xml:lang="grc">ἐξῆ</foreign> MSS.</note> αὐτῷ, ἀλλʼ εἰσφέροι τε τὰς εἰσφορὰς καὶ λῃτουργοίη. καὶ ἡμᾶς παρεσκεύασεν, ὡς ἂν τῇ πόλει ὠφελιμώτατοι εἴημεν.</p></div><div type="textpart" subtype="section" n="24"><p> καὶ ἐμὲ μὲν εἰς Σικελίαν ἐξέπεμψεν, ὑμῖν δʼ οὐκ ἦ<gap reason="lost"/>,<note resp="Loeb" anchored="true">lacunam indicavit Markland.</note> ὥστʼ εἰδέναι τοὺς ἱππέας, οἷος ἦ τὴν ψυχήν, ἕως τὸ στρατόπεδον σῶν ἦν· ἐπειδὴ δὲ διεφθάρη καὶ ἀνεσώθην εἰς Κατάνην, ἐλῃζόμην<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐλῃζόμην</foreign> Contius: <foreign xml:lang="grc">ἠλπιζόμην</foreign> MSS.</note> ὁρμώμενος ἐντεῦθεν καὶ τοὺς πολεμίους κακῶς ἐποίουν, ὥστε τῇ θεῷ τε τὰς δεκάτας ἐξαιρεθῆναι πλέον ἢ τριάκοντα μνᾶς καὶ τοῖς στρατιώταις εἰς σωτηρίαν ὅσοι ἐν τοῖς πολεμίοις ἦσαν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>