<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2:13-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2:13-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="13"><p> εἰ μὴ καὶ ὑμεῖς ἀδικεῖτε, ὅτι ὑμῶν ἐστι πολίτης. πῶς δʼ ἂν γένοιτο δημοτικώτερος, ἢ ὅστις ὑμῶν ψηφισαμένων πεντακισχιλίοις παραδοῦναι τὰ πράγματα καταλογεὺς ὢν ἐνακισχιλίους κατέλεξεν, ἵνα μηδεὶς αὐτῷ διάφορος εἴη τῶν δημοτῶν, ἀλλʼ ἵνα τὸν μὲν βουλόμενον ἐγγράφοι,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγγράφοι</foreign> Dobree: <foreign xml:lang="grc">γράφη</foreign> MSS.</note> εἰ δέ τῳ μὴ οἷόν τʼ εἴη, χαρίζοιτο. καίτοι οὐχ οἳ ἂν πλείους τοὺς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πλείους τοὺς</foreign> Dobree: <foreign xml:lang="grc">πλείστους</foreign> MSS.</note> πολίτας ποιῶσιν, οὗτοι καταλύουσι τὸν δῆμον, ἀλλʼ οἳ ἂν ἐκ πλειόνων ἐλάττους. οὗτος δὲ οὔτε ὀμόσαι ἤθελεν οὔτε καταλέγειν, </p></div><div type="textpart" subtype="section" n="14"><p> ἀλλʼ αὐτὸν ἠνάγκαζον, ἐπιβολὰς ἐπιβάλλοντες καὶ ζημιοῦντες· ἐπεὶ δὲ ἠναγκάσθη καὶ ὤμοσε τὸν ὅρκον, ὀκτὼ ἡμέρας εἰσελθὼν εἰς τὸ βουλευτήριον ἐξέπλει εἰς Ἐρέτριαν, καὶ ἐδόκει ἐκεῖ τὴν ψυχὴν οὐ πονηρὸς εἶναι ἐν ταῖς ναυμαχίαις, καὶ τετρωμένος δεῦρʼ ἦλθε, καὶ ἤδη μετεπεπτώκει τὰ πράγματα. καὶ οὗτος μὲν οὔτʼ εἰπὼν γνώμην οὐδεμίαν, οὔτε πλέον ὀκτὼ ἡμερῶν ἐλθὼν εἰς τὸ βουλευτήριον ὦφλε χρήματα τοσαῦτα· τῶν δʼ εἰπόντων ὑμῖν τἀναντία καὶ διὰ τέλους ἐν τῷ βουλευτηρίῳ ὄντων πολλοὶ ἀποπεφεύγασι. </p></div><div type="textpart" subtype="section" n="15"><p> καὶ οὐ φθονῶν τούτοις λέγω, ἀλλʼ ἡμᾶς ἐλεῶν· οἱ μὲν γὰρ δοκοῦντες ἀδικεῖν ἐξῃτημένοι εἰσὶν ὑπὸ
            τῶν ὑμῖν προθύμων ἐν τοῖς πράγμασι γενομένων, οἱ δʼ ἠδικηκότες ἐκπριάμενοι τοὺς
            κατηγόρους οὐδʼ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδ’</foreign> Dobree:
                <foreign xml:lang="grc">οὐδὲν</foreign> MSS.</note> ἔδοξαν ἀδικεῖν. πῶς
              <del>ἂν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>
              del. Markland.</note> οὖν οὐκ ἂν δεινὰ πάσχοιμεν; </p></div><div type="textpart" subtype="section" n="16"><p> καὶ κατηγοροῦσι μὲν τῶν τετρακοσίων, ὅτι ἦσαν κακοί· καίτοι ὑμεῖς αὐτοὶ πεισθέντες ὑπὸ τούτων παρέδοτε τοῖς πεντακισχιλίοις, καὶ εἰ αὐτοὶ τοσοῦτοι ὄντες ἐπείσθητε, ἕνα ἕκαστον τῶν τετρακοσίων οὐ χρῆν πεισθῆναι; ἀλλʼ οὐχ οὗτοι ἀδικοῦσιν, ἀλλʼ οἳ ὑμᾶς ἐξηπάτων καὶ κακῶς ἐποίουν. οὗτος δʼ ἐν πολλοῖς δηλοῖ ὑμῖν <add>εὐνοῶν καὶ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εὐνοῶν καὶ</foreign> add. P. Mueller.</note> ὅτι, εἴ πέρ τι νεωτερίζειν ἐβούλετο εἰς τὸ ὑμέτερον πλῆθος, οὐκ ἄν ποτʼ ἐν ὀκτὼ ἡμέραις, εἰσελθὼν εἰς τὸ βουλευτήριον, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>