<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="41"><p> καὶ οὐδενὶ οἷόν τε εἰπεῖν ὅτι διηρπάσθη ἢ ὡς οὐ δικαίως ἀπεφάνθη· αὐτὸς γὰρ ἐν τῇ νόσῳ ὢν εὖ φρονῶν διέθετο.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διέθετο</foreign> Taylor: <foreign xml:lang="grc">ᾔσθετο</foreign> MSS.</note> καί μοι κάλει τούτων μάρτυρας.  </p></div><div type="textpart" subtype="section" n="42"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>ἀλλὰ μὴν ὁστισοῦν, ὦ ἄνδρες δικασταί, πρὶν ἀμφότερα δῆλα γενέσθαι, πολλοστὸν μέρος τὰ Νικοφήμου τῶν Κόνωνος χρημάτων ᾠήθη ἂν εἶναι. Ἀριστοφάνης τοίνυν γῆν μὲν καὶ οἰκίαν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἰκίαν</foreign> Markland: <foreign xml:lang="grc">οὐσίαν</foreign> MSS.</note> ἐκτήσατο πλεῖν ἢ πέντε ταλάντων, κατεχορήγησε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κατεχορ.</foreign> Reiske: <foreign xml:lang="grc">καὶ ἐχορ.</foreign> MSS.</note> δὲ ὑπὲρ αὑτοῦ καὶ τοῦ πατρὸς πεντακισχιλίας δραχμάς, τριηραρχῶν δὲ ἀνήλωσεν ὀγδοήκοντα μνᾶς.</p></div><div type="textpart" subtype="section" n="43"><p> εἰσενήνεκται δὲ ὑπὲρ ἀμφοτέρων οὐκ ἔλαττον μνῶν τετταράκοντα. εἰς δὲ τὸν ἐπὶ Σικελίας<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπὶ Σικελίας</foreign> Hertlein: <foreign xml:lang="grc">ἐν Σικελίᾳ</foreign>.</note> πλοῦν ἀνήλωσεν ἑκατὸν μνᾶς. εἰς δὲ τὸν ἀπόστολον τῶν τριήρων, ὅτε οἱ Κύπριοι ἦλθον καὶ ἔδοτε αὐτοῖς τὰς δέκα ναῦς,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ναῦς</foreign> Taylor: <foreign xml:lang="grc">μνᾶς</foreign> MSS.</note> καὶ τῶν πελταστῶν τὴν μίσθωσιν καὶ τῶν ὅπλων τὴν ὠνὴν παρέσχε τρισμυρίας δραχμάς. καὶ τούτων κεφάλαιον πάντων γίγνεται μικροῦ λείποντος πεντεκαίδεκα τάλαντα. </p></div><div type="textpart" subtype="section" n="44"><p> ὥστε οὐκ ἂν εἰκότως ἡμᾶς αἰτιῷσθε,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αἰτιῷσθε</foreign> Dobree: <foreign xml:lang="grc">αἱτιᾶσθε</foreign> MSS.</note> ἐπεὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπεὶ</foreign> Reiske: <foreign xml:lang="grc">ἐπὶ</foreign> MSS.</note> τῶν Κόνωνος, τῶν ὁμολογουμένων δικαίως ἀποφανθῆναι ὑπʼ αὐτοῦ ἐκείνου, πολλαπλασίων δοκούντων πλεῖν ἢ τρίτον μέρος φαίνεται τὰ Ἀριστοφάνους. καὶ οὐ προσλογιζόμεθα ὅσα αὐτὸς ἐν Κύπρῳ ἔσχε Νικόφημος, οὔσης αὐτῷ ἐκεῖ γυναικὸς καὶ θυγατρός.</p></div><div type="textpart" subtype="section" n="45"><p><milestone unit="para" ed="P"/>ἐγὼ μὲν <add>οὖν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὖν</foreign> add. Markland.</note> οὐκ ἀξιῶ, ὦ ἄνδρες δικασταί, οὕτω πολλὰ καὶ μεγάλα τεκμήρια παρασχομένους ἡμᾶς ἀπολέσθαι ἀδίκως. ἀκήκοα γὰρ ἔγωγε καὶ τοῦ πατρὸς καὶ ἄλλων πρεσβυτέρων, ὅτι οὐ νῦν μόνον ἀλλὰ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ πολλῶν ἐψεύσθητε τῆς οὐσίας, οἳ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἳ</foreign> Taylor: <foreign xml:lang="grc">καὶ</foreign> MSS.</note> ζῶντες μὲν πλουτεῖν ἐδόκουν, ἀποθανόντες δὲ πολὺ παρὰ τὴν δόξαν τὴν ὑμετέραν ἐφάνησαν.</p></div><div type="textpart" subtype="section" n="46"><p> αὐτίκα Ἰσχομάχῳ, ἕως ἔζη, πάντες ᾤοντο εἶναι πλεῖν ἢ ἑβδομήκοντα τάλαντα, ὡς ἐγὼ ἀκούω. ἐνειμάσθην δὲ τὼ ὑεῖ οὐδὲ δέκα τάλαντα ἑκάτερος<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἑκάτερος</foreign> Dobree: <foreign xml:lang="grc">ἑκατέρω</foreign> MSS.</note> ἀποθανόντος. στεφάνῳ δὲ τῷ Θάλλου ἐλέγετο εἶναι πλεῖν ἢ πεντήκοντα τάλαντα,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τάλαντα</foreign> Reiske: <foreign xml:lang="grc">ταλάντων</foreign> MSS.</note> ἀποθανόντος δʼ ἡ οὐσία ἐφάνη περὶ ἕνδεκα τάλαντα.</p></div><div type="textpart" subtype="section" n="47"><p> ὁ τοίνυν Νικίου οἶκος προσεδοκᾶτο εἶναι οὐκ ἔλαττον ἢ ἑκατὸν ταλάντων, καὶ τούτων τὰ πολλὰ ἔνδον <del>ἦν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἧν</foreign> del. Scheibe.</note>. Νικήρατος δὲ ὅτʼ ἀπέθνῃσκεν, ἀργύριον μὲν ἢ χρυσίον οὐδʼ αὐτὸς ἔφη καταλείπειν οὐδέν, ἀλλὰ τὴν οὐσίαν ἣν κατέλιπε τῷ ὑεῖ, οὐ πλείονος ἀξία ἐστὶν ἢ τεττάρων καὶ δέκα ταλάντων. </p></div><div type="textpart" subtype="section" n="48"><p> Καλλίας τοίνυν ὁ Ἱππονίκου, ὅτε νεωστὶ ἐτεθνήκει ὁ πατήρ, <del>ὃς</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὃς</foreign> del. Baiter et Sauppe.</note> πλεῖστα τῶν Ἑλλήνων ἐδόκει κεκτῆσθαι, καὶ ὥς φασι, διακοσίων ταλάντων ἐτιμήσατο <add>τὰ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ</foreign> add. Scheibe.</note> αὑτοῦ ὁ πάππος, τὸ δὲ τούτου νῦν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὸ δὲ τούτου νῦν</foreign> Westermann: <foreign xml:lang="grc">τό τε τούτου τοίνυν, τὸ τούτου τοίνυν</foreign> MSS.</note> τίμημα οὐδὲ δυοῖν ταλάντοιν ἐστί. Κλεοφῶντα δὲ πάντες ἴστε, ὅτε, ὅτι πολλὰ ἔτη διεχείρισε τὰ τῆς πόλεως πάντα καὶ προσεδοκᾶτο πάνυ πολλὰ ἐκ τῆς ἀρχῆς ἔχειν· ἀποθανόντος δʼ αὐτοῦ οὐδαμοῦ δῆλα τὰ χρήματα, ἀλλὰ καὶ οἱ προσήκοντες καὶ οἱ κηδεσταί, </p></div><div type="textpart" subtype="section" n="49"><p> παρʼ οἷς <add>ἂν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Emperius.</note> κατέλιπεν, ὁμολογουμένως πένητές εἰσι. φαινόμεθα δὴ καὶ τῶν ἀρχαιοπλούτων πολὺ ἐψευσμένοι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐψενσμένοι</foreign> edd.: MSS.</note> καὶ τῶν νεωστὶ ἐν δόξῃ γεγενημένων. αἴτιον δέ μοι δοκεῖ εἶναι, ὅτι ῥαδίως τινὲς τολμῶσι λέγειν ὡς ὁ δεῖνα ἔχει τάλαντα πολλὰ ἐκ τῆς ἀρχῆς. καὶ ὅσα μὲν περὶ τεθνεώτων λέγουσιν, οὐ πάνυ θαυμάζω (οὐ γὰρ ὑπό γε ἐκείνων ἐξελεγχθεῖεν ἄν), ἀλλʼ ὅσα ζώντων ἐπιχειροῦσι καταψεύδεσθαι. αὐτοὶ γὰρ ἔναγχος ἠκούετε ἐν τῇ ἐκκλησίᾳ, </p></div><div type="textpart" subtype="section" n="50"><p> ὡς Διότιμος ἔχοι τάλαντα τετταράκοντα πλείω ἢ ὅσα αὐτὸς ὡμολόγει παρὰ τῶν ναυκλήρων καὶ ἐμπόρων· καὶ ταῦτα, ἐπειδὴ ἦλθεν, ἐκείνου ἀπογράφοντος καὶ χαλεπῶς φέροντος ὅτι ἀπὼν διεβάλλετο, οὐδεὶς ἐξήλεγξε, δεομένης μὲν τῆς πόλεως χρημάτων, </p></div><div type="textpart" subtype="section" n="51"><p> ἐθέλοντος δὲ ἐκείνου λογίσασθαι. ἐνθυμεῖσθε τοίνυν οἷον ἂν ἐγένετο, εἰ Ἀθηναίων ἁπάντων ἀκηκοότων ὅτι τετταράκοντα τάλαντα ἔχοι Διότιμος, εἶτα ἔπαθέ τι πρὶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πρὶν</foreign> Stephanus: <foreign xml:lang="grc">πλὴν</foreign> MSS.</note> καταπλεῦσαι δεῦρο. εἶτα οἱ προσήκοντες ἂν αὐτοῦ ἐν κινδύνῳ ἦσαν τῷ μεγίστῳ, εἰ ἔδει αὐτοὺς πρὸς τοσαύτην διαβολὴν ἀπολογεῖσθαι, μὴ εἰδότας μηδὲν τῶν πεπραγμένων. αἴτιοι οὖν εἰσι καὶ ὑμῖν πολλῶν ἤδη ψευσθῆναι καὶ δὴ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὴ</foreign> Scheibe: <foreign xml:lang="grc">ὶδιᾳ</foreign> MSS.</note> ἀδίκως γέ τινας ἀπολέσθαι οἱ ῥαδίως<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπολέσθαι οἱ ῥᾳδίως</foreign> Kayser: <foreign xml:lang="grc">ῥᾳδ. ἀπ. οἱ</foreign> MSS.</note> τολμῶντες ψεύδεσθαι καὶ συκοφαντεῖν ἀνθρώπους ἐπιθυμοῦντες.</p></div><div type="textpart" subtype="section" n="52"><p> ἐπεὶ οἴομαι ὑμᾶς εἰδέναι ὅτι Ἀλκιβιάδης τέτταρα ἢ πέντε ἔτη ἐφεξῆς ἐστρατήγει ἐπικρατῶν καὶ νενικηκὼς Λακεδαιμονίους, καὶ διπλάσια ἐκείνῳ ἠξίουν αἱ πόλεις διδόναι ἢ ἄλλῳ τινὶ τῶν στρατηγῶν, ὥστʼ ᾤοντο εἶναί τινες αὐτῷ πλεῖν ἢ ἑκατὸν τάλαντα. ὁ δʼ ἀποθανὼν ἐδήλωσεν ὅτι οὐκ ἀληθῆ ταῦτα ἦν· ἐλάττω γὰρ οὐσίαν κατέλιπε τοῖς παισὶν ἢ αὐτὸς παρὰ τῶν ἐπιτροπευσάντων παρέλαβεν. </p></div><div type="textpart" subtype="section" n="53"><p><milestone unit="para" ed="P"/>ὅτι μὲν οὖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ τοιαῦτα ἐγίγνετο, ῥᾴδιον γνῶναι· φασὶ δὲ καὶ τοὺς ἀρίστους καὶ σοφωτάτους μάλιστα ἐθέλειν μεταγιγνώσκειν. εἰ οὖν δοκοῦμεν εἰκότα λέγειν καὶ ἱκανὰ τεκμήρια παρέχεσθαι, ὦ ἄνδρες δικασταί, πάσῃ τέχνῃ καὶ μηχανῇ ἐλεήσατε· ὡς ἡμεῖς τῆς μὲν διαβολῆς οὕτω μεγάλης οὔσης ἀεὶ προσεδοκῶμεν κρατήσειν μετὰ τοῦ ἀληθοῦς· ὑμῶν δὲ μηδενὶ τρόπῳ ἐθελησάντων πεισθῆναι οὐδʼ ἐλπὶς οὐδεμία σωτηρίας ἐδόκει ἡμῖν εἶναι. </p></div><div type="textpart" subtype="section" n="54"><p> ἀλλὰ πρὸς θεῶν Ὀλυμπίων, ὦ ἄνδρες δικασταί, βούλεσθε ἡμᾶς δικαίως σῶσαι μᾶλλον ἢ ἀδίκως ἀπολέσαι, καὶ πιστεύετε τούτοις ἀληθῆ λέγειν, οἳ ἂν καὶ σιωπῶντες ἐν ἅπαντι τῷ βίῳ παρέχωσι σώφρονας σφᾶς αὐτοὺς καὶ δικαίους.</p></div><div type="textpart" subtype="section" n="55"><p><milestone unit="para" ed="P"/>περὶ μὲν οὖν αὐτῆς τῆς γραφῆς, καὶ ᾧ τρόπῳ κηδεσταὶ ἡμῖν ἐγένοντο, καὶ ὅτι οὐκ ἐξήρκει τὰ ἐκείνου εἰς τὸν ἔκπλουν, ἀλλὰ καὶ ὡς ἄλλοθεν προσεδανείσατο ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν· περὶ δʼ ἐμαυτοῦ βραχέα βούλομαι ὑμῖν εἰπεῖν. ἐγὼ γὰρ ἔτη γεγονὼς ἤδη τριάκοντα οὔτε τῷ πατρὶ οὐδὲν πώποτε ἀντεῖπον, οὔτε τῶν πολιτῶν οὐδείς μοι ἐνεκάλεσεν, ἐγγύς τε οἰκῶν τῆς ἀγορᾶς οὔτε πρὸς δικαστηρίῳ οὔτε πρὸς βουλευτηρίῳ ὤφθην οὐδεπώποτε, πρὶν ταύτην τὴν συμφορὰν γενέσθαι. περὶ μὲν οὖν ἐμαυτοῦ τοσαῦτα λέγω, </p></div><div type="textpart" subtype="section" n="56"><p> περὶ δὲ τοῦ πατρός, ἐπειδὴ ὥσπερ ἀδικοῦντος αἱ κατηγορίαι γεγένηνται, συγγνώμην ἔχετε, ἐὰν λέγω ἃ ἀνήλωσεν εἰς τὴν πόλιν καὶ εἰς τοὺς φίλους· οὐ γὰρ φιλοτιμίας ἕνεκα ἀλλὰ τεκμήριον ποιούμενος ὅτι οὐ τοῦ αὐτοῦ ἐστιν ἀνδρὸς ἄνευ ἀνάγκης τε πολλὰ ἀναλίσκειν καὶ μετὰ κινδύνου τοῦ μεγίστου ἐπιθυμῆσαι ἔχειν τι τῶν κοινῶν. </p></div><div type="textpart" subtype="section" n="57"><p> εἰσὶ δέ τινες οἱ προαναλίσκοντες οὐ μόνου τούτου ἕνεκα ἀλλʼ ἵνα ἄρχειν ὑφʼ ὑμῶν ἀξιωθέντες διπλάσια κομίσωνται. ὁ τοίνυν ἐμὸς πατὴρ ἄρχειν μὲν οὐδεπώποτε ἐπεθύμησε, τὰς δὲ χορηγίας ἁπάσας κεχορήγηκε, τετριηράρχηκε δὲ ἑπτάκις, εἰσφορὰς δὲ πολλὰς καὶ μεγάλας εἰσενήνοχεν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, καθʼ ἑκάστην ἀναγνώσεται.</p></div><div type="textpart" subtype="section" n="58"><p><label>Λειτουργίαι</label><milestone unit="para" ed="P"/>ἀκούετε, ὦ ἄνδρες δικασταί, τὸ πλῆθος. πεντήκοντα γὰρ ἔτη ἐστὶν ὅσα ὁ πατὴρ καὶ τοῖς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ τοῖς</foreign> Sluiter: <foreign xml:lang="grc">αὐτοῖς</foreign> MSS.</note> χρήμασι καὶ τῷ σώματι τῇ πόλει ἐλῃτούργει. ἐν οὖν τοσούτῳ χρόνῳ δοκοῦντά τι ἐξ ἀρχῆς ἔχειν οὐδεμίαν εἰκὸς δαπάνην πεφευγέναι. ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι. </p></div><div type="textpart" subtype="section" n="59"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>τούτων συμπάντων κεφάλαιόν ἐστιν ἐννέα τάλαντα καὶ δισχίλιαι δραχμαί. ἔτι τοίνυν καὶ ἰδία τισὶ τῶν πολιτῶν ἀποροῦσι συνεξέδωκε θυγατέρας καὶ ἀδελφάς, τοὺς δʼ ἐλύσατο ἐκ τῶν πολεμίων, τοῖς δʼ εἰς ταφὴν παρεῖχεν ἀργύριον. καὶ ταῦτʼ ἐποίει ἡγούμενος εἶναι ἀνδρὸς ἀγαθοῦ ὠφελεῖν τοὺς φίλους, καὶ εἰ μηδεὶς μέλλοι εἴσεσθαι· νῦν δὲ πρέπον ἐστὶ καὶ ὑμᾶς ἀκοῦσαί μου. καί μοι κάλει τὸν καὶ τόν. </p></div><div type="textpart" subtype="section" n="60"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>τῶν μὲν οὖν μαρτύρων ἀκηκόατε· ἐνθυμεῖσθε δὲ ὅτι ὀλίγον μὲν <del>οὖν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὖν</foreign> om. Aldus.</note> χρόνον δύναιτʼ ἄν τις πλάσασθαι τὸν τρόπον τὸν αὑτοῦ, ἐν ἑβδομήκοντα δὲ ἔτεσιν οὐδʼ ἂν εἶς λάθοι πονηρὸς ὤν. τῷ τοίνυν πατρὶ τῷ ἐμῷ ἄλλα μὲν ἄν τις ἔχοι ἐπικαλέσαι ἐτόλμησε πώποτε. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>