<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p> μετὰ δὲ ταῦτα ἐπειδὴ οἱ πρέσβεις ἧκον ἐκ Κύπρου ἐπὶ τὴν βοήθειαν, οὐδὲν ἐνέλιπε προθυμίας σπεύδων. ὑμεῖς δὲ <add>δέκα</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δέκα</foreign> add. Westermann.</note> τριήρεις αὐτοῖς ἔδοτε καὶ τἆλλα ἐψηφίσασθε, ἀργυρίου δʼ εἰς τὸν ἀπόστολον ἠπόρουν. ὀλίγα μὲν γὰρ ἦλθον ἔχοντες χρήματα, πολλῶν δὲ προσεδεήθησαν· οὐ γὰρ μόνον εἰς τὰς ναῦς, ἀλλὰ καὶ πελταστὰς ἐμισθώσαντο καὶ ὅπλα ἐπρίαντο.</p></div><div type="textpart" subtype="section" n="22"><p>Ἀριστοφάνης <del>δʼ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δʼ</foreign> del. Frohberger.</note> οὖν τῶν χρημάτων τὰ μὲν πλεῖστα αὐτὸς παρέσχεν· ἐπειδὴ δὲ οὐχ ἱκανὰ ἦν, τοὺς φίλους ἔπειθε δεόμενος καὶ ἐγγυώμενος, καὶ τοῦ ἀδελφοῦ τοῦ ὁμοπατρίου ἀποκειμένας παρʼ αὐτῷ τετταράκοντα μνᾶς λαβὼν κατεχρήσατο. τῇ δὲ προτεραίᾳ ᾗ ἀνήγετο, εἰσελθὼν ὡς τὸν πατέρα τὸν ἐμὸν ἐκέλευσε χρῆσαι ὅ τι εἴη ἀργύριον. προσδεῖν γὰρ ἔφη πρὸς τὸν μισθὸν τοῖς πελτασταῖς. ἦσαν δʼ ἡμῖν ἔνδον ἑπτὰ μναῖ· ὁ δὲ καὶ ταύτας λαβὼν κατεχρήσατο. </p></div><div type="textpart" subtype="section" n="23"><p> τίνα γὰρ οἴεσθε, ὦ ἄνδρες δικασταί, φιλότιμον μὲν ὄντα, ἐπιστολῶν δʼ αὐτῷ ἡκουσῶν παρὰ τοῦ πατρὸς μηδενὸς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μηδενὸς</foreign> Markland: <foreign xml:lang="grc">μηδὲν</foreign> MSS.</note> ἀπορήσειν ἐν Κύπρῳ,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐν Κύπρῳ</foreign> Markland: <foreign xml:lang="grc">ἐκ Κύπρου</foreign>.</note> ᾑρημένον δὲ πρεσβευτὴν καὶ μέλλοντα πλεῖν ὡς Εὐαγόραν, ὑπολιπέσθαι ἄν τι τῶν ὄντων, ἀλλʼ οὐχ ἃ ἦν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐχ ἂ ἦν</foreign> Bekker: <foreign xml:lang="grc">οὐκ εἵην</foreign>.</note> δυνατὸς πάντα παρασχόντα χαρίσασθαι ἐκείνῳ τε καὶ κομίσασθαι μὴ ἐλάττω; ὡς τοίνυν ταῦτʼ ἐστὶν ἀληθῆ, κάλει μοι Εὔνομον.</p><label>Μαρτυρία</label><p><milestone unit="para" ed="P"/><add>κάλει μοι καὶ τοὺς ἄλλους μάρτυρας.</add></p></div><div type="textpart" subtype="section" n="24"><p><label><add>Μάρτυρες</add></label><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κάλει <gap reason="lost"/> μαρτυρες</foreign> suppl. Westermann.</note><milestone unit="para" ed="P"/>τῶν μὲν μαρτύρων ἀκούετε, οὐ μόνον ὅτι ἔχρησαν τὸ <add>ἀργύριον</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀργύριον</foreign> add. Reiske.</note> ἐκείνου δεηθέντος, ἀλλὰ καὶ ὅτι ἀπειλήφασιν· ἐκομίσθη γὰρ αὐτοῖς ἐπὶ τῆς τριήρους. 
  <milestone unit="para" ed="P"/>ῥᾴδιον μὲν οὖν ἐκ τῶν εἰρημένων γνῶναι ὅτι τοιούτων καιρῶν συμπεσόντων οὐδενὸς ἂν ἐφείσατο τῶν ἑαυτοῦ· </p></div><div type="textpart" subtype="section" n="25"><p> ὃ δὲ μέγιστον τεκμήριον· δῆμος γὰρ ὁ Πυριλάμπους, τριηραρχῶν εἰς Κύπρον, ἐδεήθη μου προσελθεῖν αὐτῷ, λέγων ὅτι ἔλαβε <add>μὲν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὲν</foreign> add. Sauppe.</note> σύμβολον παρὰ βασιλέως τοῦ μεγάλου φιάλην χρυσῆν, δώσει δʼ Ἀριστοφάνει, λαβὼν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δώσει δ’ Ἀριστοφάνει λαβὼν</foreign> Sauppe: <foreign xml:lang="grc">ὡς Ἀριστοφάνην λαβεῖν</foreign>.</note> ἑκκαίδεκα μνᾶς ἐπʼ αὐτῇ, ἵνʼ ἔχοι ἀναλίσκειν εἰς τὴν τριηραρχίαν· ἐπειδὴ δὲ εἰς Κύπρον ἀφίκοιτο, λύσεσθαι ἀποδοὺς εἴκοσι μνᾶς· πολλῶν γὰρ ἀγαθῶν καὶ ἄλλων χρημάτων εὐπορήσειν διὰ τὸ σύμβολον ἐν πάσῃ τῇ ἠπείρῳ. </p></div><div type="textpart" subtype="section" n="26"><p> Ἀριστοφάνης τοίνυν ἀκούων μὲν ταῦτα Δήμου, δεομένου δʼ ἐμοῦ, μέλλων δʼ ἄξειν <add>τὸ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὸ</foreign> add. Sauppe.</note> χρυσίον, τέτταρας δὲ μνᾶς τόκον λήψεσθαι, οὐκ ἔφη εἶναι, ἀλλʼ ὤμνυε καὶ προσδεδανεῖσθαι τοῖς ξένοις ἄλλοθεν, ἐπειδὴ ἥδιστʼ <add>ἂν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Markland.</note> ἀνθρώπων ἄγειν τε εὐθὺς ἐκεῖνο τὸ σύμβολον καὶ χαρίσασθαι ἡμῖν ἃ ἐδεόμεθα. </p></div><div type="textpart" subtype="section" n="27"><p><label>Μάρτυρες</label> ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, μάρτυρας ὑμῖν παρέξομαι. 
  <milestone unit="para" ed="P"/>ὅτι μὲν τοίνυν οὐ κατέλιπεν Ἀριστοφάνης ἀργύριον οὐδὲ χρυσίον, ῥᾴδιον γνῶναι ἐκ τῶν εἰρημένων καὶ μεμαρτυρημένων· χαλκώματα δὲ σύμμεικτα οὐ πολλὰ ἐκέκτητο, ἀλλὰ καὶ ὅθʼ εἱστία τοὺς παρʼ Εὐαγόρου πρεσβεύοντας, αἰτησάμενος ἐχρήσατο. ἃ δὲ κατέλιπεν, ἀναγνώσεται ὑμῖν.</p></div><div type="textpart" subtype="section" n="28"><p><label>Ἀπογραφὴ Χαλκωμάτων</label><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">χαλκωμάτων</foreign> Reiske: <foreign xml:lang="grc">χρημάτων</foreign> cod. Laur. C: in Pal. titulus deest.</note><milestone unit="para" ed="P"/>ἴσως ἐνίοις ὑμῶν, ὦ ἄνδρες δικασταί, δοκεῖ ὀλίγα εἶναι· ἀλλʼ ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι <add>αὐτῷ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτῷ</foreign> add. Fuhr.</note> <del>πρὶν Νικοφήμῳ ἢ καὶ Ἀριστοφάνει</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πρὶν <gap reason="lost"/> Ἀριστοφάνει</foreign> del. Sluiter.</note> πρὶν τὴν ναυμαχίαν νικῆσαι <add>Κόνωνα</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Κόνωνα</foreign> add. Bekker.</note> γῆ μὲν οὐκ ἦν ἀλλʼ ἢ χωρίδιον μικρὸν Ῥαμνοῦντι. ἐγένετο δʼ <add>ἡ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡ</foreign> add. Reiske.</note> ναυμαχία ἐπʼ Εὐβουλίδου<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Εὐβουλίδου</foreign> Meursius: <foreign xml:lang="grc">εὐβούλου</foreign> MSS.</note> ἄρχοντος. </p></div><div type="textpart" subtype="section" n="29"><p> ἐν οὖν τέτταρσιν ἢ πέντε ἔτεσι, πρότερον μὴ ὑπαρχούσης οὐσίας, χαλεπόν, ὦ ἄνδρες δικασταί, τραγῳδοῖς τε δὶς χορηγῆσαι,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὶς χορ.</foreign> Reiske: <foreign xml:lang="grc">διαχορ</foreign>. MSS.</note> ὑπὲρ τε καὶ τοῦ πατρός, καὶ τρία ἔτη συνεχῶς τριηραρχῆσαι, εἰσφοράς τε πολλάς εἰσενηνοχέναι, οἰκίαν τε πεντήκοντα μνῶν πρίασθαι, γῆς τε πλέον ἢ τριακόσια πλέθρα κτήσασθαι· ἔτι δὲ πρὸς τούτοις οἴεσθε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἴεσθε</foreign> Reiske: <foreign xml:lang="grc">οἴεσθαι</foreign> MSS.</note> χρῆναι ἔπιπλα πολλὰ καταλελοιπέναι;</p></div><div type="textpart" subtype="section" n="30"><p> ἀλλʼ οὐδʼ οἱ πάλαι πλούσιοι δοκοῦντες εἶναι ἄξια λόγου ἔχοιεν ἂν ἐξενεγκεῖν· ἐνίοτε γὰρ οὐκ ἔστιν, οὐδʼ ἐάν τις πάνυ ἐπιθυμῇ, πρίασθαι τοιαῦτα <add>ἃ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἃ</foreign> add. Taylor.</note> κτησαμένῳ εἰς τὸν λοιπὸν χρόνον ἡδονὴν ἂν παρέχοι. </p></div><div type="textpart" subtype="section" n="31"><p> ἀλλὰ τόδε σκοπεῖτε· τῶν ἄλλων, ὅσων ἐδημεύσατε <add>τὰ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ</foreign> add. Sauppe.</note> χρήματα, οὐχ ὅπως σκεύη ἀπέδοσθε, ἀλλὰ καὶ αἱ θύραι ἀπὸ τῶν οἰκημάτων ἀφηρπάσθησαν· ἡμεῖς δὲ ἤδη δεδημευμένων καὶ ἐξεληλυθυίας τῆς ἐμῆς ἀδελφῆς φύλακα κατεστήσαμεν <add>ἐν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐν</foreign> add. Emperius.</note> τῇ ἐρήμῃ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐρήμῃ</foreign> P. Mueller: <foreign xml:lang="grc">ἐμῆ</foreign> MSS.</note> οἰκίᾳ, ἵνα μήτε θυρώματα μήτε ἀγγεῖα μήτε ἄλλο μηδὲν ἀπόλοιτο. ἔπιπλα δὲ ἀπεφαίνετο<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπεφαίνετο</foreign> Pertz: <foreign xml:lang="grc">ἀπεφαίνοντο</foreign> MSS.</note> πλεῖν ἢ χιλίων δραχμῶν, </p></div><div type="textpart" subtype="section" n="32"><p> ὅσα οὐδενὸς πώποτʼ ἐλάβετε. πρὸς δὲ τούτοις καὶ πρότερον πρὸς τοὺς συνδίκους καὶ νῦν ἐθέλομεν πίστιν δοῦναι, ἥτις ἐστὶ μεγίστη τοῖς ἀνθρώποις, μηδὲν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μηδὲν</foreign> Westermann: <foreign xml:lang="grc">μὴ</foreign> MSS.</note> ἔχειν τῶν Ἀριστοφάνους χρημάτων, ἐνοφείλεσθαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐνοφείλεσθαι</foreign> Bekker: <foreign xml:lang="grc">ὀφείλεσθαι</foreign> MSS.</note> δὲ τὴν προῖκα τῆς ἀδελφῆς καὶ ἑπτὰ μνᾶς ἃς ᾤχετο λαβὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ. </p></div><div type="textpart" subtype="section" n="33"><p> πῶς ἂν οὖν εἶεν ἄνθρωποι ἀθλιώτεροι, ἢ εἰ τὰ σφέτερʼ αὐτῶν ἀπολωλεκότες δοκοῖεν τἀκείνων ἔχειν; ὅ δὲ πάντων δεινότατον, τὴν ἀδελφὴν ὑποδέξασθαι παιδία ἔχουσαν πολλά, καὶ ταῦτα τρέφειν, μηδʼ αὐτοὺς ἔχοντας μηδέν, ἐὰν ὑμεῖς τὰ ὄντʼ ἀφέλησθε. </p></div><div type="textpart" subtype="section" n="34"><p><milestone unit="para" ed="P"/>φέρε πρὸς θεῶν Ὀλυμπίων· οὕτω γὰρ σκοπεῖτε, ὦ <add>ἄνδρες</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄνδρες</foreign> add. Fuhr.</note> δικασταί. εἴ τις ὑμῶν ἔτυχε δοὺς Τιμοθέῳ τῷ Κόνωνος τὴν θυγατέρα ἢ τὴν ἀδελφήν, καὶ ἐκείνου ἀποδημήσαντος καὶ ἐν διαβολῇ γενομένου ἐδημεύθη ἡ οὐσία, καὶ μὴ ἐγένετο τῇ πόλει πραθέντων ἁπάντων τέτταρα τάλαντα ἀργυρίου, διὰ τοῦτο ἠξιοῦτε ἂν τοὺς ἐκείνου καὶ τοὺς προσήκοντας ἀπολέσθαι, ὅτι οὐδὲ πολλοστὸν μέρος τῆς δόξης τῆς παρʼ ὑμῖν ἐφάνη τὰ χρήματα; </p></div><div type="textpart" subtype="section" n="35"><p> ἀλλὰ μὴν τοῦτο πάντες ἐπίστασθε Κόνωνα μὲν ἄρχοντα, Νικόφημον δὲ ποιοῦντα ὅ τι ἐκεῖνος προστάττοι. τῶν οὖν ὠφελειῶν Κόνωνα εἰκὸς πολλοστὸν μέρος ἄλλῳ τινὶ μεταδιδόναι, ὥστʼ εἰ οἴονται πολλὰ γενέσθαι Νικοφήμῳ, ὁμολογήσειαν <add>ἂν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Emperius.</note> τὰ Κόνωνος εἶναι πλεῖν ἢ δεκαπλάσια.</p></div><div type="textpart" subtype="section" n="36"><p> ἔτι δὲ φαίνονται οὐδὲν πώποτε διενεχθέντες, ὥστʼ εἰκὸς καὶ περὶ τῶν χρημάτων ταὐτὰ γνῶναι, ἱκανὰ μὲν ἐνθάδε τῷ ὑεῖ ἑκάτερον καταλιπεῖν, τὰ δὲ ἄλλα παρʼ αὑτοῖς ἔχειν· ἦν γὰρ Κόνωνι μὲν ὑὸς ἐν Κύπρῳ καὶ γυνή, Νικοφήμῳ δὲ γυνὴ καὶ θυγάτηρ, ἡγοῦντο δὲ καὶ τὰ ἐκεῖ ὁμοίως<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁμοίως</foreign> Reiske: <foreign xml:lang="grc">ὅμως</foreign> MSS.</note> σφίσιν εἶναι σᾶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">σᾶ</foreign> Cobet: <foreign xml:lang="grc">ἴσα</foreign> MSS.</note> ὥσπερ καὶ τὰ ἐνθάδε. </p></div><div type="textpart" subtype="section" n="37"><p> πρὸς δὲ τούτοις ἐνθυμεῖσθε ὅτι καὶ εἴ τις μὴ κτησάμενος ἀλλὰ παρὰ τοῦ πατρὸς παραλαβὼν τοῖς παισὶ διένειμεν, οὐκ ἐλάχιστα ἂν αὑτῷ ὑπέλιπε· βούλονται γὰρ πάντες ὑπὸ τῶν παίδων θεραπεύεσθαι ἔχοντες χρήματα μᾶλλον ἢ ἐκείνων δεῖσθαι ἀποροῦντες. </p></div><div type="textpart" subtype="section" n="38"><p><milestone unit="para" ed="P"/>νῦν τοίνυν εἰ δημεύσαιτε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δημεύσαιτε</foreign> Reiske: <foreign xml:lang="grc">δημεύσετε</foreign> MSS.</note> τὰ τοῦ Τιμοθέου, —— ὃ μὴ γένοιτο, εἰ μή τι μέλλει μέγα ἀγαθὸν ἔσεσθαι τῇ πόλει, —— ἐλάττω δὲ ἐξ αὐτῶν λάβοιτʼ ἢ ἃ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">λάβοιτ’ ἢ ἃ </foreign>Fuhr: <foreign xml:lang="grc">λάβοι τὴν, λάβοιτε ὡς καὶ</foreign> MSS.</note> ἐκ τῶν Ἀριστοφάνους γεγένηται, τούτου ἕνεκα ἠξιοῦτε ἂν τοὺς ἀναγκαίους τοὺς ἐκείνου τὰ σφέτερʼ αὐτῶν ἀπολέσαι; ἀλλʼ οὐκ εἰκός, ὦ ἄνδρες δικασταί· ὁ γὰρ Κόνωνος θάνατος καὶ αἱ διαθῆκαι, </p></div><div type="textpart" subtype="section" n="39"><p> ἃς διέθετο ἐν Κύπρῳ, σαφῶς ἐδήλωσαν ὅτι πολλοστὸν μέρος ἦν τὰ χρήματα ὧν ὑμεῖς προσεδοκᾶτε· τῇ μὲν γὰρ Ἀθηναίᾳ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Ἀθηναίᾳ</foreign> Fuhr: <foreign xml:lang="grc">Ἀθηνᾷ</foreign> MSS.</note> καθιέρωσεν εἰς ἀναθήματα καὶ τῷ Ἀπόλλωνι εἰς Δελφοὺς πεντακισχιλίους στατῆρας· τῷ δὲ ἀδελφιδῷ τῷ ἑαυτοῦ, </p></div><div type="textpart" subtype="section" n="40"><p> ὃς ἐφύλαττεν αὐτῷ καὶ ἐταμίευε πάντα τὰ ἐν Κύπρῳ, ἔδωκεν ὡς μυρίας δραχμάς, τῷ δὲ ἀδελφῷ τρία τάλαντα· τὰ δὲ λοιπὰ τῷ ὑεῖ κατέλιπε, τάλαντα ἑπτακαίδεκα. τούτων δὲ κεφάλαιόν τι γίγνεται περὶ τετταράκοντα τάλαντα. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>