<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>πολλήν μοι ἀπορίαν παρέχει ὁ ἀγὼν οὑτοσί, ὦ ἄνδρες δικασταί, ὅταν ἐνθυμηθῶ ὅτι, ἐὰν ἐγὼ μὲν μὴ νῦν εὖ εἴπω, οὐ μόνον ἐγὼ ἀλλὰ καὶ ὁ πατὴρ δόξει ἄδικος εἶναι, καὶ τῶν ὄντων ἁπάντων στερήσομαι. ἀνάγκη οὖν, εἰ καὶ μὴ δεινὸς πρὸς ταῦτα πέφυκα, βοηθεῖν τῷ πατρὶ καὶ ἐμαυτῷ οὕτως ὅπως ἂν δύνωμαι. </p></div><div type="textpart" subtype="section" n="2"><p> τὴν μὲν οὖν παρασκευὴν καὶ <add>τὴν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign> add. Fuhr.</note> προθυμίαν τῶν ἐχθρῶν ὁρᾶτε, καὶ οὐδὲν δεῖ περὶ τούτων λέγειν· τὴν δʼ ἐμὴν ἀπειρίαν πάντες ἴσασιν, ὅσοι ἐμὲ γιγνώσκουσιν. αἰτήσομαι οὖν ὑμᾶς δίκαια καὶ ῥᾴδια χαρίσασθαι, ἄνευ ὀργῆς καὶ ἡμῶν ἀκοῦσαι, </p></div><div type="textpart" subtype="section" n="3"><p> ὥσπερ <add>καὶ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> add. Westermann.</note> τῶν κατηγόρων. ἀνάγκη γὰρ τὸν ἀπολογούμενον, κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἔλαττον ἔχειν. οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύοντες, αὐτοὶ ἄνευ κινδύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο, ἡμεῖς δὲ ἀγωνιζόμεθα μετὰ δέους καὶ διαβολῆς καὶ κινδύνου <add>τοῦ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign> add. Francken.</note> μεγίστου. εἰκὸς οὖν ὑμᾶς εὔνοιαν πλείω ἔχειν τοῖς ἀπολογουμένοις. </p></div><div type="textpart" subtype="section" n="4"><p> οἶμαι γὰρ πάντας ὑμᾶς εἰδέναι ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑπὸ πάντων τῶν παραγενομένων<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑπὸ πάντων τῶν παραγενομένων</foreign> Dobree: <foreign xml:lang="grc">ὑπὲρ πάντων τῶν πεπραγμένων</foreign> MSS.</note> μισηθέντες ἀπελθεῖν· οἱ δʼ αὖ μαρτυρήσαντες τὰ ψευδῆ καὶ ἀδίκως ἀπολέσαντες ἀνθρώπους ἑάλωσαν, </p></div><div type="textpart" subtype="section" n="5"><p> ἡνίκα οὐδὲν ἦν πλέον τοῖς πεπονθόσιν. ὅτʼ οὖν τοιαῦτα πολλὰ γεγένηται, ὡς ἐγὼ ἀκούω, εἰκὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μήπω τοὺς τῶν κατηγόρων λόγους ἡγεῖσθαι πιστούς, πρὶν ἂν καὶ ἡμεῖς εἴπωμεν. ἀκούω γὰρ ἔγωγε, καὶ ὑμῶν δὲ τοὺς πολλοὺς οἶμαι εἰδέναι, ὅτι πάντων δεινότατόν ἐστι διαβολή. </p></div><div type="textpart" subtype="section" n="6"><p> μάλιστα δὲ τοῦτο ἔχοι ἄν τις ἰδεῖν,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ιδεῖν</foreign> Contius: <foreign xml:lang="grc">δεινότατον</foreign> MSS.</note> ὅταν πολλοὶ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ εἰς ἀγῶνα καταστῶσιν. ὡς γὰρ ἐπὶ τὸ πολὺ οἱ τελευταῖοι κρινόμενοι σῴζονται· πεπαυμένοι γὰρ τῆς ὀργῆς αὐτῶν ἀκροᾶσθε, καὶ τοὺς ἐλέγχους ἤδη ἐθέλοντες ἀποδέχεσθε. </p></div><div type="textpart" subtype="section" n="7"><p><milestone unit="para" ed="P"/>ἐνθυμεῖσθε οὖν ὅτι Νικόφημος καὶ Ἀριστοφάνης ἄκριτοι ἀπέθανον, πρὶν παραγενέσθαι τινὰ αὐτοῖς ἐλεγχομένοις ὡς ἠδίκουν. οὐδεὶς γὰρ οὐδʼ εἶδεν ἐκείνους μετὰ τὴν σύλληψιν· οὐδὲ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδὲ</foreign> Dobree: <foreign xml:lang="grc">οὐ γὰρ</foreign>.</note> γὰρ θάψαι τὰ σώματʼ αὐτῶν ἀπέδοσαν, ἀλλʼ οὕτω δεινὴ <add>ἡ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡ</foreign> add. Reiske.</note> συμφορὰ γεγένηται ὥστε πρὸς τοῖς ἄλλοις καὶ τούτου ἐστέρηνται. </p></div><div type="textpart" subtype="section" n="8"><p> ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲν γὰρ ἂν περαίνοιμι· πολὺ δὲ ἀθλιώτεροι δοκοῦσί μοι οἱ παῖδες οἱ Ἀριστοφάνους· οὐδένα γὰρ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ ἠδικηκότες οὐ μόνον τὰ πατρῷα ἀπολωλέκασι παρὰ τοὺς νόμους τοὺς ὑμετέρους, ἀλλὰ καὶ ἣ ὑπόλοιπος ἐλπὶς ἦν, ἀπὸ <add>τῶν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπὸ τῶν</foreign> Halbertsmann: <foreign xml:lang="grc">ὐπὸ</foreign> MSS.</note> τοῦ πάππου ἐκτραφῆναι, ἐν οὕτω δεινῶ καθέστηκεν. ἔτι δʼ ἡμεῖς ἐστερημένοι μὲν κηδεστῶν, </p></div><div type="textpart" subtype="section" n="9"><p> ἐστερημένοι δὲ τῆς προικός, παιδάρια δὲ τρία ἠναγκασμένοι τρέφειν, προσέτι συκοφαντούμεθα καὶ κινδυνεύομεν περὶ ὧν οἱ πρόγονοι ἡμῖν κατέλιπον κτησάμενοι ἐκ τοῦ δικαίου. καίτοι, ὦ ἄνδρες δικασταί, ὁ ἐμὸς πατὴρ ἐν ἅπαντι τῷ βίῳ πλείω εἰς τὴν πόλιν ἀνήλωσεν ἢ εἰς αὑτὸν καὶ τοὺς οἰκείους, διπλάσια δὲ ἢ νῦν ἔστιν ἡμῖν, ὡς ἐγὼ λογιζομένῳ αὐτῷ πολλάκις παρεγενόμην. </p></div><div type="textpart" subtype="section" n="10"><p> μὴ οὖν προκαταγιγνώσκετε ἀδικίαν τοῦ εἰς αὑτὸν μὲν μικρὰ δαπανῶντος, ὑμῖν δὲ πολλὰ καθʼ ἕκαστον τὸν ἐνιαυτόν, ἀλλʼ ὅσοι καὶ τὰ πατρῷα καὶ ἐάν τί ποθεν λάβωσιν, εἰς τὰς αἰσχίστας ἡδονὰς εἰθισμένοι εἰσὶν ἀναλίσκειν. </p></div><div type="textpart" subtype="section" n="11"><p> χαλεπὸν μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἀπολογεῖσθαι πρὸς δόξαν ἣν ἔνιοι ἔχουσι περὶ τῆς Νικοφήμου οὐσίας, καὶ σπάνιν ἀργυρίου ἣ νῦν ἐστιν ἐν τῇ πόλει, καὶ τοῦ ἀγῶνος πρὸς τὸ δημόσιον ὄντος· ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ῥᾳδίως γνώσεσθε ὅτι οὐκ ἀληθῆ ἐστι τὰ κατηγορημένα. δέομαι δʼ ὑμῶν πάσῃ τέχνῃ καὶ μηχανῇ μετʼ εὐνοίας ἀκροασαμένους ἡμῶν διὰ τέλους ὅ τι ἂν ὑμῖν ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι, τοῦτο ψηφίσασθαι. </p></div><div type="textpart" subtype="section" n="12"><p><milestone unit="para" ed="P"/>πρῶτον μὲν οὖν, ᾧ τρόπῳ κηδεσταὶ ἡμῖν ἐγένοντο, διδάξω ὑμᾶς. στρατηγῶν γὰρ Κόνων περὶ Πελοπόννησον, τριηραρχήσαντι τῷ ἐμῷ πατρὶ πάλαι φίλος γεγενημένος, ἐδεήθη δοῦναι τὴν <add>ἐμὴν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμὴν</foreign> add. Taylor.</note> ἀδελφὴν αἰτοῦντι τῷ ὑεῖ τῷ Νικοφήμου. </p></div><div type="textpart" subtype="section" n="13"><p> ὁ δὲ ὁρῶν αὐτοὺς ὑπʼ ἐκείνου τε πεπιστευμένους γεγονότας τε ἐπιεικεῖς τῇ <add>τε</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τε</foreign> add. Reiske.</note> πόλει ἔν γε τῷ τότε χρόνῳ ἀρέσκοντας, ἐπείσθη δοῦναι, οὐκ εἰδὼς τὴν ἐσομένην διαβολήν, ἀλλʼ ὅτε καὶ ὑμῶν ὁστισοῦν ἂν ἐκείνοις ἠξίωσε κηδεστὴς γενέσθαι, ἐπεὶ ὅτι γε οὐ χρημάτων ἕνεκα, ῥᾴδιον γνῶναι ἐκ τοῦ βίου παντὸς καὶ τῶν ἔργων τῶν τοῦ πατρός. </p></div><div type="textpart" subtype="section" n="14"><p> ἐκεῖνος γὰρ ὅτʼ ἦν ἐν τῇ ἡλικίᾳ, παρὸν μετὰ πολλῶν χρημάτων γῆμαι ἄλλην, τὴν ἐμὴν μητέρα ἔλαβεν οὐδὲν ἐπιφερομένην, ὅτι δὲ Ξενοφῶντος ἦν θυγάτηρ τοῦ Εὐριπίδου ὑέος, ὃς οὐ μόνον ἰδίᾳ χρηστὸς ἐδόκει εἶναι, ἀλλὰ καὶ στρατηγεῖν αὐτὸν ἠξιώσατε, ὡς ἐγὼ ἀκούω. </p></div><div type="textpart" subtype="section" n="15"><p> τὰς τοίνυν ἐμὰς ἀδελφὰς ἐθελόντων τινῶν λαβεῖν ἀπροίκους πάνυ πλουσίων οὐκ ἔδωκεν, ὅτι ἐδόκουν κάκιον γεγονέναι, ἀλλὰ τὴν μὲν Φιλομήλῳ τῷ Παιανιεῖ, ὃν οἱ πολλοὶ βελτίω ἡγοῦνται εἶναι ἢ πλουσιώτερον, τὴν δὲ πένητι γεγενημένῳ οὐ διὰ κακίαν, ἀδελφιδῷ δὲ ὄντι Φαίδρῳ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὄντι φαίδρῳ</foreign> Taylor: <foreign xml:lang="grc">φαίδρω ὄντι</foreign>.</note> <add>τῷ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> Dobree.</note> Μυρρινουσίῳ, ἐπιδοὺς τετταράκοντα μνᾶς, </p></div><div type="textpart" subtype="section" n="16"><p> κᾆτʼ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κᾆτʼ</foreign> Sauppe: <foreign xml:lang="grc">καἰ</foreign> MSS.</note> Ἀριστοφάνει τὸ ἴσον. πρὸς δὲ τούτοις ἐμοὶ πολλὴν ἐξὸν πάνυ προῖκα λαβεῖν ἐλάττω συνεβούλευσεν, ὥστε εὖ εἰδέναι ὅτι κηδεσταῖς χρησοίμην κοσμίοις καὶ σώφροσι. καὶ νῦν ἔχω γυναῖκα τὴν Κριτοδήμου θυγατέρα τοῦ Ἀλωπεκῆθεν, ὃς ὑπὸ Λακεδαιμονίων ἀπέθανεν, ὅτε ἡ ναυμαχία ἐγένετο ἐν Ἑλλησπόντῳ. </p></div><div type="textpart" subtype="section" n="17"><p> καίτοι, ὦ ἄνδρες δικασταί, ὅστις αὐτός τε ἄνευ χρημάτων ἔγημε τοῖν τε θυγατέροιν πολὺ ἀργύριον ἐπέδωκε τῷ τε ὑεῖ ὀλίγην προῖκα ἔλαβε, πῶς οὐκ εἰκὸς περὶ τούτου πιστεύειν ὡς οὐχ ἕνεκα χρημάτων τούτοις κηδεστὴς ἐγένετο; </p></div><div type="textpart" subtype="section" n="18"><p><milestone unit="para" ed="P"/>ἀλλὰ μὴν ὅ γε Ἀριστοφάνης ἤδη ἔχων τὴν γυναῖκα ὅτι πολλοῖς ἂν μᾶλλον ἐχρῆτο ἢ τῷ ἐμῷ πατρί, ῥᾴδιον γνῶναι. ἥ τε γὰρ ἡλικία πολὺ διάφορος, ἥ τε φύσις ἔτι πλέον· ἐκείνου<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐκείνου</foreign> Heldmann: <foreign xml:lang="grc">ἐκείνῳ</foreign> MSS.</note> μὲν γὰρ ἦν τὰ ἑαυτοῦ πράττειν, Ἀριστοφάνης δὲ οὐ μόνον τῶν ἰδίων ἀλλὰ καὶ τῶν κοινῶν ἐβούλετο ἐπιμελεῖσθαι, καὶ εἴ τι ἦν αὐτῷ ἀργύριον, ἀνήλωσεν ἐπιθυμῶν τιμᾶσθαι. </p></div><div type="textpart" subtype="section" n="19"><p> γνώσεσθε δὲ ὅτι ἀληθῆ λέγω ἐξ αὐτῶν ὧν ἐκεῖνος ἔπραττε. πρῶτον μὲν γὰρ βουλομένου Κόνωνος πέμπειν τινὰ εἰς Σικελίαν, ᾤχετο ὑποστὰς μετὰ Εὐνόμου, Διονυσίου<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Διονυσίου</foreign> Sauppe: <foreign xml:lang="grc">καὶ Λυσίου</foreign>.</note> φίλου ὄντος καὶ ξένου, τὸ πλῆθος τὸ ὑμέτερον πλεῖστα ἀγαθὰ πεποιηκότος, ὡς ἐγὼ ἀκήκοα τῶν ἐν Πειραιεῖ παραγενομένων. </p></div><div type="textpart" subtype="section" n="20"><p> ἦσαν δʼ ἐλπίδες τοῦ πλοῦ πεῖσαι Διονύσιον κηδεστὴν μὲν γενέσθαι Εὐαγόρᾳ, πολέμιον δὲ Λακεδαιμονίοις, φίλον δὲ καὶ σύμμαχον τῇ πόλει τῇ ὑμετέρᾳ. καὶ ταῦτʼ ἔπραττον πολλῶν κινδύνων ὑπαρχόντων πρὸς τὴν θάλατταν καὶ τοὺς πολεμίους, καὶ ἔπεισαν Διονύσιον μὴ πέμψαι τριήρεις ἃς τότε παρεσκευάσατο Λακεδαιμονίοις.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>