<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg018.perseus-grc2:13-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg018.perseus-grc2:13-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="13"><p><milestone unit="para" ed="P"/>εὖ δʼ οἶδʼ, ὦ ἄνδρες δικασταί, ὅτι περὶ πλείστου ἂν ποιήσαιτο Πολίοχος τοῦτον τὸν ἀγῶνα κατορθῶσαι, ἡγούμενος αὑτῷ καλὴν εἶναι τὴν ἐπίδειξιν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπίδειξιν</foreign> Dobree: <foreign xml:lang="grc">ἀπόδειξιν</foreign> MSS.</note> καὶ πρὸς τοὺς πολίτας καὶ τοὺς ξένους, ὅτι Ἀθήνῃσι τοσοῦτον δύναται, ὥσθʼ ὑμᾶς τοὺς αὐτούς, περὶ ὧν ὅρκους ὀμωμόκατε, ὑμῖν αὐτοῖς τὰ ἐναντία ποιεῖν ψηφίζεσθαι. </p></div><div type="textpart" subtype="section" n="14"><p> πάντες γὰρ εἴσονται ὅτι τότε μὲν χιλίαις δραχμαῖς ἐζημιώσατε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐζημιώσατε</foreign> Markland:<foreign xml:lang="grc">ἐζημίωσε</foreign> MSS.</note> τὸν βουλόμενον τὴν ἡμετέραν γῆν δημοσίαν ποιῆσαι, νυνὶ δὲ κελεύων δημεῦσαι νενίκηκε, καὶ περὶ τούτων δὴ ἀμφοτέρων Ἀθηναῖοι, παρὰ νόμον<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παρὰ νόμον</foreign> Taylor: <foreign xml:lang="grc">παρανόμων</foreign> MSS.</note> φεύγοντος τοῦ αὐτοῦ ἀνδρός, </p></div><div type="textpart" subtype="section" n="15"><p> τἀναντία σφίσιν αὐτοῖς ἐψηφίσαντο. οὐκ οὖν αἰσχρόν, εἰ ἃ μὲν Λακεδαιμονίοις συνέθεσθε βεβαιώσετε, ἃ δὲ αὑτοῖς ἐψηφίσασθε οὕτω ῥᾳδίως διαλύσετε, καὶ τὰς μὲν πρὸς ἐκείνους συνθήκας κυρίας ποιήσετε, τὰς δὲ πρὸς αὑτοὺς ἀκύρους; καὶ τοῖς μὲν ἄλλοις Ἕλλησιν ὀργίζεσθε,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὀργιζεσθε</foreign> Cobet: <foreign xml:lang="grc">ὀργζοισθε</foreign> MSS.</note> εἴ τις Λακεδαιμονίους ὑμῶν περὶ πλείονος ποιεῖται, ὑμεῖς δʼ αὐτοὶ φανήσεσθε πιστότερον πρὸς ἐκείνους ἢ πρὸς ὑμᾶς αὐτοὺς διακείμενοι; </p></div><div type="textpart" subtype="section" n="16"><p> ἄξιον δὲ μάλιστʼ ἀγανακτῆσαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μάλιστ’ ἀγανακτῆσαι</foreign> Dobree: <foreign xml:lang="grc">μάλιστα φθονῆσαι</foreign> MSS.</note> ὅτι οὕτως ἤδη οἱ τὰ τῆς πόλεως πράττοντες διάκεινται, ὥστʼ οὐχ ὅ τι ἂν τῇ πόλει βέλτιστον ᾖ, τοῦτο οἱ ῥήτορες λέγουσιν, ἀλλʼ ἀφʼ ὧν ἂν αὐτοὶ κερδαίνειν μέλλωσι, ταῦτα ὑμεῖς ψηφίζεσθε. </p></div><div type="textpart" subtype="section" n="17"><p> καὶ εἰ μὲν τῷ ὑμετέρῳ πλήθει συνέφερε τοὺς μὲν ἔχειν τὰ αὑτῶν, τῶν δὲ ἀδίκως δεδημεῦσθαι τὴν οὐσίαν, εἰκότως ἂν ἠμελεῖτε τῶν ὑφʼ ἡμῶν λεγομένων· νυνὶ δὲ πάντες ἂν ὁμολογήσαιτε ὁμόνοιαν <add>μὲν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὲν</foreign> add. Bekker.</note> μέγιστον ἀγαθὸν εἶναι πόλει, στάσιν δὲ πάντῶν κακῶν αἰτίαν, διαφέρεσθαι δὲ πρὸς ἀλλήλους ἐκ τῶν τοιούτων μάλιστʼ, ἐὰν οἱ μὲν τῶν ἀλλοτρίων ἐπιθυμῶσιν, οἱ δʼ ἐκ τῶν ὄντων ἐκπίπτωσι. </p></div><div type="textpart" subtype="section" n="18"><p> καὶ ταῦθʼ ὑμεῖς ἔγνωτε νεωστὶ κατελθόντες, ὀρθῶς βουλευόμενοι· ἔτι γὰρ ἐμέμνησθε τῶν γεγενημένων συμφορῶν, καὶ τοῖς θεοῖς εἰς ὁμόνοιαν ηὔχεσθε καταστῆναι τὴν πόλιν μᾶλλον ἢ ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπομένων<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τραπομένων</foreign> Hude: <foreign xml:lang="grc">τραπόμενοι</foreign> MSS.</note> τὴν μὲν πόλιν στασιάσαι, τοὺς δὲ λέγοντας ταχέως πλουτῆσαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>