<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:41-47</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:41-47</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2"><div type="textpart" subtype="section" n="41"><p><milestone unit="para" ed="P"/>σκέψασθαι δὲ χρή, ὦ ἄνδρες δικασταί, διὰ τί ἄν τις
                  τοιούτων ἀνδρῶν φείσαιτο; πότερον ὡς πρὸς μὲν τὴν πόλιν δεδυστυχήκασιν, ἄλλως δὲ
                  κόσμοί εἰσι καὶ σωφρόνως βεβιώκασιν; οὐχ οἱ μὲν πολλοὶ αὐτῶν ἡταιρήκασιν, οἱ δʼ
                  ἀδελφαῖς συγγεγόνασι, τοῖς δʼ ἐκ θυγατέρων παῖδες γεγόνασιν, </p></div><div type="textpart" subtype="section" n="42"><p>οἱ δὲ μυστήρια πεποιήκασι καὶ τοὺς Ἑρμᾶς περικεκόφασι καὶ περὶ πάντας τοὺς θεοὺς
                  ἠσεβήκασι καὶ εἰς ἅπασαν τὴν πόλιν ἡμαρτήκασιν, ἀδίκως καὶ παρανόμως καὶ πρὸς τοὺς
                  ἄλλους πολιτευόμενοι καὶ πρὸς σφᾶς αὐτοὺς διακείμενοι,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διακείμενοι <gap reason="lost"/> πολιτευόμενοι</foreign> MSS.: transp.
                     Bekker</note> οὐδεμιᾶς τόλμης ἀπεχόμενοι, οὐδὲ ἔργου δεινοῦ ἄπειροι
                  γεγενημένοι; ἀλλὰ καὶ πεπόνθασιν καὶ πεποιήκασιν ἅπαντα. οὕτω γὰρ διάκεινται, ὥστʼ
                  ἐπὶ μὲν τοῖς καλοῖς αἰσχύνεσθαι, ἐπὶ δὲ τοῖς κακοῖς φιλοτιμεῖσθαι. </p></div><div type="textpart" subtype="section" n="43"><p>καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἤδη τινῶν ἀπεψηφίσασθε ἀδικεῖν μὲν νομίσαντες,
                  οἰόμενοι δʼ εἰς τὸ λοιπὸν χρησίμους ὑμῖν ἔσεσθαι. τίς οὖν ἐλπὶς ὑπὸ τούτου τι
                  ἀγαθὸν πείσεσθαι τὴν πόλιν, ὃν ὑμεῖς, ὅτι μὲν οὐδενὸς ἄξιός ἐστιν, ἐπειδὰν
                  ἀπολογῆται, εἴσεσθε, ὅτι δὲ πονηρός ἐστιν ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἤσθησθε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἤσθησθε</foreign> Dobree: <foreign xml:lang="grc">εἴσεσθε</foreign> MSS.</note>; </p></div><div type="textpart" subtype="section" n="44"><p>ἀλλὰ μὲν δὴ οὐδʼ ἂν ἐξελθὼν ἐκ τῆς πόλεως οὐδὲν δύναιτο κακὸν ὑμᾶς ἐργάσασθαι,
                  δειλὸς ὢν καὶ πένης καὶ πράττειν ἀδύνατος καὶ τοῖς οἰκείοις διάφορος καὶ ὑπὸ τῶν
                  ἄλλων μισούμενος. ὥστʼ οὐδὲ τούτων ἕνεκα αὐτὸν ἄξιον φυλάττεσθαι, </p></div><div type="textpart" subtype="section" n="45"><p>ἀλλὰ πολὺ μᾶλλον παράδειγμα ποιῆσαι καὶ τοῖς ἄλλοις καὶ τοῖς τούτου φίλοις, οἳ τὰ
                  μὲν προσταττόμενα ποιεῖν οὐκ ἐθέλουσι, τοιούτων δʼ ἔργων ἐπιθυμοῦσι, καὶ περὶ τῶν
                  σφετέρων αὐτῶν κακῶς βουλευσάμενοι περὶ τῶν ὑμετέρων δημηγοροῦσιν. </p></div><div type="textpart" subtype="section" n="46"><p><milestone unit="para" ed="P"/>ἐγὼ μὲν οὖν ὡς ἐδυνάμην ἄριστα κατηγόρηκα,
                  ἐπίσταμαι δʼ ὅτι οἱ μὲν ἄλλοι τῶν ἀκροωμένων θαυμάζουσιν, ὅπως ποθʼ οὕτως ἀκριβῶς
                  ἐδυνήθην ἐξευρεῖν τὰ τούτων ἁμαρτήματα, οὗτος δέ μου καταγελᾷ, ὅτι οὐδὲ πολλοστὸν
                  μέρος εἴρηκα τῶν τούτοις ὑπαρχόντων κακῶν. </p></div><div type="textpart" subtype="section" n="47"><p>ὑμεῖς οὖν καὶ τὰ εἰρημένα καὶ τὰ παραλελειμμένα ἀναλογισάμενοι πολὺ μᾶλλον αὐτοῦ
                  καταψηφίσασθε, ἐνθυμηθέντες ὅτι ἔνοχος μέν ἐστι τῇ γραφῇ, μεγάλη δʼ εὐτυχία τὸ
                  τοιούτων πολιτῶν ἀπαλλαγῆναι <add>τῇ</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῇ</foreign> add. Markland</note> πόλει. ἀνάγνωθι δʼ
                  αὐτοῖς τοὺς νόμους καὶ τοὺς ὅρκους καὶ τὴν γραφήν· καὶ τούτων μεμνημένοι
                  ψηφιοῦνται τὰ δίκαια.</p><p><label>Νόμοι</label></p><p><label>Ὅρκοι</label></p><p><label>Γραφή</label></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>