<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:36-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:36-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2"><div type="textpart" subtype="section" n="36"><p>οὐ γὰρ δήπου, ὅτε μὲν ἔφευγε, διὰ τὴν δύναμιν κακῶς οἷός τʼ ἦν ποιεῖν τὴν πόλιν,
                  ἐπειδὴ δὲ ὑμᾶς ἐξαπατήσας κατῆλθε καὶ πολλῶν ἦρξε τριήρων, οὔτε τοὺς πολεμίους
                  ἐδύνατο ἐκ τῆς χώρας ἐκβαλεῖν, οὔτε Χίους οὓς ἀπέστησε πάλιν φίλους ποιῆσαι, οὔτε
                  ἄλλο οὐδὲν ἀγαθὸν ὑμᾶς ἐργάσασθαι. </p></div><div type="textpart" subtype="section" n="37"><p>ὥστʼ οὐ χαλεπὸν γνῶναι ὅτι Ἀλκιβιάδης δυνάμει μὲν οὐδὲν τῶν ἄλλων διέφερε, πονηρία
                  δὲ τῶν πολιτῶν πρῶτος ἦν. ἃ μὲν γὰρ ᾔδει τῶν ὑμετέρων κακῶς ἔχοντα, μηνυτὴς
                     αὐτῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτῶν</foreign> Markland: <foreign xml:lang="grc">αὐτοῖς</foreign> MSS.</note> Λακεδαιμονίοις ἐγένετο· ἐπειδὴ δʼ ἔδει αὐτὸν
                  στρατηγεῖν, οὐδὲν κακὸν ποιεῖν ἐκείνους ἐδύνατο, ἀλλʼ ὑποσχόμενος διʼ ἑαυτὸν
                  παρέξειν βασιλέα χρήματα, πλεῖν ἢ διακόσια τάλαντα τῆς πόλεως ὑφείλετο. </p></div><div type="textpart" subtype="section" n="38"><p>καὶ οὕτω πολλὰ ἐνόμιζεν εἰς ὑμᾶς ἡμαρτηκέναι, ὥστε λέγειν δυνάμενος καὶ φίλων
                  ὄντων καὶ χρήματα κεκτημένος οὐδέποτʼ ἐλθὼν εὐθύνας ἐτόλμησε δοῦναι, ἀλλὰ φυγὴν
                  αὑτοῦ καταγνοὺς καὶ Θράκης καὶ πάσης πόλεως ἐβούλετο πολίτης γενέσθαι μᾶλλον ἢ τῆς
                  πατρίδος εἶναι τῆς ἑαυτοῦ. καὶ τὸ τελευταῖον, ὦ ἄνδρες δικασταί, ὑπερβολὴν
                  ποιησάμενος τῆς προτέρας πονηρίας ἐτόλμησε τὰς ναῦς Λυσάνδρῳ μετὰ Ἀδειμάντου
                  προδοῦναι. </p></div><div type="textpart" subtype="section" n="39"><p>ὥστε εἴ τις ὑμῶν ἢ τοὺς τεθνεῶτας ἐν <add>τῇ</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῇ</foreign> add. Reiske</note> ναυμαχίᾳ ἐλεεῖ, ἢ ὑπὲρ
                  τῶν δουλευσάντων τοῖς πολεμίοις αἰσχύνεται, ἢ τῶν τειχῶν καθῃρημένων ἀγανακτεῖ, ἢ
                  Λακεδαιμονίους μισεῖ, ἢ τοῖς τριάκοντα ὀργίζεται, τούτων ἁπάντων χρὴ τὸν τούτου
                  πατέρα αἴτιον ἡγεῖσθαι, καὶ ἐνθυμηθῆναι ὅτι Ἀλκιβιάδην μὲν τὸν πρόπαππον αὐτοῦ καὶ
                  τὸν πατρὸς πρὸς μητρὸς <add>πάππον</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πάππον</foreign> add. Sauppe</note> Μεγακλέα οἱ ὑμέτεροι
                  πρόγονοι δὶς ἀμφοτέρους ἐξωστράκισαν, τοῦ δὲ πατρὸς αὐτοῦ οἱ πρεσβύτεροι ὑμῶν
                  θάνατον κατέγνωσαν, </p></div><div type="textpart" subtype="section" n="40"><p>ὥστε νῦν χρὴ ἡγησαμένους πατρικὸν ἐχθρὸν τοῦτον εἶναι τῇ πόλει καταψηφίσασθαι, καὶ
                  μήτε ἔλεον μήτε συγγνώμην μήτε χάριν μηδεμίαν περὶ πλείονος ποιήσασθαι τῶν νόμων
                  τῶν κειμένων καὶ τῶν ὅρκων οὓς ὠμόσατε. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>