<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:26-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:26-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2"><div type="textpart" subtype="section" n="26"><p>μετεπέμφθη δʼ ὑπὸ Ἀλκιβιάδου, ἐπειδὴ φανερῶς ἐξημάρτανε. καίτοι ποῖόν τινα χρὴ
                  αὐτὸν ὑφʼ ὑμῶν νομίζεσθαι εἶναι, ὅστις κἀκείνῳ τοιαῦτʼ ἐπιτηδεύων διεβέβλητο ὃς
                  τοὺς ἄλλους ταῦτʼ ἐδίδασκε; μετὰ Θεοτίμου δὲ ἐπιβουλεύσας τῷ πατρὶ Ὄρνους
                  προὔδωκεν. ὁ δὲ παραλαβὼν τὸ χωρίον πρότερον μὲν ὕβριζεν αὐτὸν ὡραῖον ὄντα,
                  τελευτῶν δὲ δήσας ἀργύριον εἰσεπράττετο. </p></div><div type="textpart" subtype="section" n="27"><p>ὁ δὲ πατὴρ αὐτὸν οὕτως ἐμίσει σφόδρα, ὥστʼ οὐδʼ <add>ἂν</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδʼ ἂν</foreign> Reiske: <foreign xml:lang="grc">οὐδὲ</foreign> MSS.</note> ἀποθανόντος ἔφασκε τὰ ὀστᾶ κομίσασθαι.
                  τελευτήσαντος δʼ ἐκείνου ἐραστὴς γενόμενος Ἀρχεβιάδης αὐτὸν ἐλύσατο. οὐ πολλῷ δὲ
                  χρόνῳ ὕστερον κατακυβεύσας τὰ ὄντα, ἐκ Λευκῆς ἀκτῆς ὁρμώμενος τοὺς φίλους
                  κατεπόντιζεν. </p></div><div type="textpart" subtype="section" n="28"><p>ὅσα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἢ εἰς τοὺς πολίτας ἢ εἰς τοὺς ξένους ἢ περὶ τοὺς
                  αὑτοῦ οἰκείους
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἰκείους</foreign><gap reason="lost"/> ce/nous transp.
                     Frohberger</note> ἢ περὶ τοὺς ἄλλους ἡμάρτηκε, μακρὸν ἂν εἴη λέγειν· Ἱππόνικος
                  δὲ πολλοὺς παρακαλέσας ἐξέπεμψε τὴν αὑτοῦ γυναῖκα, φάσκων τοῦτον οὐχ ὡς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐχ ὡς</foreign> Contius: <foreign xml:lang="grc">ὡς
                        οὐκ</foreign>.</note> ἀδελφὸν αὐτῆς ἀλλʼ ὡς ἄνδρα ἐκείνης εἰς τὴν οἰκίαν
                  εἰσιέναι τὴν αὑτοῦ. </p></div><div type="textpart" subtype="section" n="29"><p>καὶ τοιαῦθʼ ἡμαρτηκότι καὶ οὕτω δεινὰ καὶ πολλὰ καὶ μεγάλα πεποιηκότι οὔτε τῶν
                  γεγενημένων αὐτῷ μέλει<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μέλει</foreign> Kayser: <foreign xml:lang="grc">μεταμέλει</foreign> MSS.</note> οὔτε τῶν μελλόντων ἔσεσθαι, ἀλλʼ ὃν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀλλʼ ὃν</foreign> Reiske: <foreign xml:lang="grc">ὃν
                        μᾶλλον</foreign>.</note> ἔδει κοσμιώτατον εἶναι τῶν πολιτῶν, ἀπολογίαν
                  ποιούμενον τὸν ἑαυτοῦ βίον τῶν τοῦ πατρὸς ἁμαρτημάτων, οὗτος ἑτέρους ὑβρίζειν
                  πειρᾶται, ὥσπερ δυνάμενος ἂν πολλοστὸν μέρος τῶν ὀνειδῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῶν ὀνειδῶν</foreign> Markland: <foreign xml:lang="grc">τῶν
                        εἱδῶν</foreign> cod. pal</note> τῶν ἑαυτῷ προσηκόντων τοῖς ἄλλοις
                  μεταδοῦναι, καὶ ταῦθʼ ὑὸς ὢν Ἀλκιβιάδου, </p></div><div type="textpart" subtype="section" n="30"><p>ὃς ἔπεισε μὲν Δεκέλειαν Λακεδαιμονίους ἐπιτειχίσαι, ἐπὶ δὲ τὰς νήσους ἀποστήσων
                  ἔπλευσε, διδάσκαλος δὲ τῶν τῆς πόλεως κακῶν ἐγένετο, πλεονάκις δὲ μετὰ τῶν ἐχθρῶν
                  ἐπὶ τὴν πατρίδα ἐστρατεύσατο ἢ μετὰ τῶν πολιτῶν ἐπʼ ἐκείνους. ἀνθʼ ὧν καὶ ὑμῖν καὶ
                  τοῖς μέλλουσιν ἔσεσθαι τιμωρεῖσθαι προσήκει ὅντινα λαμβάνετε τούτων. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>