<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:10-11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:10-11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2"><div type="textpart" subtype="section" n="10"><p>καὶ ἕτεροι μὲν οὐδεπώποτε ὁπλιτεύσαντες, ἱππεύοντες δὲ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἱππεύοντες δὲ</foreign> Emperius: <foreign xml:lang="grc">ἵππου ὄντες
                        δὲ, ἔφιπποι δὲ ὄντες</foreign> MSS.</note> τὸν ἄλλον χρόνον καὶ πολλὰ κακὰ
                  τοὺς πολεμίους πεποιηκότες, οὐκ ἐτόλμησαν ἐπὶ τοὺς ἵππους ἀναβῆναι, δεδιότες ὑμᾶς
                  καὶ τὸν νόμον· οὕτω γὰρ ἦσαν παρεσκευασμένοι, οὐχ ὡς ἀπολουμένης τῆς πόλεως, ἀλλʼ
                  ὡς σωθησομένης καὶ μεγάλης ἐσομένης καὶ τιμωρησομένης τοὺς ἀδικοῦντας· Ἀλκιβιάδης
                  δʼ ἐτόλμησεν ἀναβῆναι, βῆναι, οὔτε εὔνους ὢν τῷ πλήθει οὔτε πρότερον ἱππεύσας οὔτε
                  νῦν ἐπιστάμενος οὔτε ὑφʼ ὑμῶν δοκιμασθείς, ὡς οὐκ ἐξεσόμενον τῇ πόλει δίκην παρὰ
                  τῶν ἀδικούντων λαμβάνειν. </p></div><div type="textpart" subtype="section" n="11"><p>ἐνθυμηθῆναι δὲ χρὴ ὅτι, εἰ ἐξέσται ὅ τι ἄν τις βούληται ποιεῖν, οὐδὲν ὄφελος
                  νόμους κεῖσθαι ἢ ὑμᾶς συλλέγεσθαι ἢ στρατηγοὺς αἱρεῖσθαι. θαυμάζω δέ, ὦ ἄνδρες
                  δικασταί, εἴ τις ἀξιοῖ, ἐὰν μέν τις προσιόντων τῶν πολεμίων τῆς πρώτης τάξεως
                  τεταγμένος τῆς δευτέρας γένηται, τούτου μὲν δειλίαν καταψηφίζεσθαι, ἐὰν δέ τις ἐν
                  τοῖς ὁπλίταις τεταγμένος ἐν τοῖς ἱππεῦσιν ἀναφανῇ, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>