<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:81-97</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:81-97</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="81"><p>ἐπειδὴ δὲ πρὸς ταῖς πύλαις<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πύλαις</foreign> Palmer: <foreign xml:lang="grc">φυλαῖς</foreign> MSS.</note> ἦσαν καὶ ἔθεντο τὰ ὅπλα, πρὶν εἰσιέναι εἰς τὸ ἄστυ, ὁ μὲν Αἴσιμος αἰσθάνεται καὶ προσελθὼν τήν τε ἀσπίδα αὐτοῦ λαβὼν ἔρριψε, καὶ ἀπιέναι ἐκέλευσεν ἐς κόρακας <del>ἐκ τῶν πολιτῶν.</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὲκ τῶν πολιτῶν</foreign> del. Naber</note> οὐ γὰρ ἔφη δεῖν ἀνδροφόνον αὐτὸν ὄντα συμπέμπειν τὴν πομπὴν τῇ Ἀθηνᾷ. τούτῳ τῷ τρόπῳ ὑπὸ Αἰσίμου ἀπηλάθη. ὡς δʼ ἀληθῆ λέγω, μάρτυρας παρέξομαι. </p></div><div type="textpart" subtype="section" n="82"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>τούτῳ τῷ τρόπῳ, ὦ ἄνδρες δικασταί, καὶ ἐπὶ Φυλῇ καὶ ἐν Πειραιεῖ πρὸς τοὺς ὁπλίτας διέκειτο· οὐδεὶς γὰρ αὐτῷ διελέγετο ὡς ἀνδροφόνῳ ὄντι, τοῦ τε μὴ ἀποθανεῖν Ἄνυτος ἐγένετο αὐτῷ αἴτιος. ἐὰν οὖν τῇ ἐπὶ Φυλὴν ὁδῷ ἀπολογίᾳ χρῆται, ὑπολαμβάνειν χρὴ εἰ Ἄνυτος αὐτῷ ἐγένετο αἴτιος μὴ ἀποθανεῖν ἑτοίμων ὄντων τιμωρεῖσθαι, καὶ ἔρριψεν αὐτοῦ Αἴσιμος τὴν ἀσπίδα καὶ οὐκ εἴα <del>μετὰ τῶν πολιτῶν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μετὰ τῶν πολιτῶν</foreign> del. Sauppe</note> συμπέμπειν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">συμπέμπειν</foreign> Fuhr: <foreign xml:lang="grc">πέμπειν</foreign> MSS.</note> τὴν πομπήν, <del>καὶ εἴ τις αὐτὸν ταξίαρχος εἰς τάξιν τινὰ κατέταξε</del>.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ <gap reason="lost"/> κατέταξε</foreign> del. Halbertsman</note> </p></div><div type="textpart" subtype="section" n="83"><p><milestone unit="para" ed="P"/>μήτε οὖν ταῦτα αὐτοῦ ἀποδέχεσθε, μήτʼ ἐὰν λέγῃ ὅτι πολλῷ χρόνῳ ὕστερον τιμωρούμεθα. οὐ γὰρ οἶμαι οὐδεμίαν τῶν τοιούτων ἀδικημάτων προθεσμίαν εἶναι, ἀλλʼ ἐγὼ μὲν οἶμαι, εἴτʼ εὐθὺς εἴτε χρόνῳ τις τιμωρεῖται, τοῦτον δεῖν ἀποδεικνύναι ὡς οὐ πεποίηκε περὶ ὧν ἐστιν ἡ αἰτία. </p></div><div type="textpart" subtype="section" n="84"><p>οὗτος τοίνυν τοῦτο ἀποφαινέτω, ἢ ὡς οὐκ ἀπέκτεινεν ἐκείνους ἢ ὡς δικαίως, κακόν τι ποιοῦντας τὸν δῆμον τὸν Ἀθηναίων. εἰ δὲ πάλαι δέον τιμωρεῖσθαι ὕστερον ἡμεῖς τιμωρούμεθα, τὸν χρόνον κερδαίνει ὃν ἔζη οὐ προσῆκον αὐτῷ, οἱ δὲ ἄνδρες ὑπὸ τούτου οὐδὲν ἧττον τεθνήκασιν. </p></div><div type="textpart" subtype="section" n="85"><p><milestone unit="para" ed="P"/>ἀκούω δʼ αὐτὸν καὶ <add>τούτῳ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τούτῳ</foreign> add. Kayser</note> διισχυρίζεσθαι, ὅτι <q>ἐπʼ αὐτοφώρῳ</q> τῇ ἀπαγωγῇ ἐπιγέγραπται, ὃ πάντων ἐγὼ οἶμαι εὐηθέστατον· ὡς εἰ μὲν τὸ ἐπʼ αὐτοφώρῳ μὴ προσεγέγραπτο, ἔνοχος <add>ἂν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἃν</foreign> add. Herwerden</note> ὢν τῇ ἀπαγωγῇ· διότι δὲ τοῦτο προσγέγραπται, <del>ἔνοχος ὢν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔνοχος ὢν</foreign> del. Dobree</note> ῥᾳστώνην τινὰ οἴεται αὑτῷ εἶναι. τοῦτο δὲ οὐδὲν ἄλλο<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδὲν ἄλλο</foreign> Sauppe: <foreign xml:lang="grc">οὐδενὶ ἄλλω</foreign>.</note> ἔοικεν ἢ ὁμολογεῖν ἀποκτεῖναι, μὴ ἐπʼ αὐτοφώρῳ δέ, καὶ περὶ τούτου διισχυρίζεσθαι, ὥσπερ, εἰ μὴ ἐπʼ αὐτοφώρῳ μέν, ἀπέκτεινε δέ, τούτου ἕνεκα δέον αὐτὸν σῴζεσθαι. </p></div><div type="textpart" subtype="section" n="86"><p>δοκοῦσι δʼ ἔμοιγε οἱ ἕνδεκα οἱ παραδεξάμενοι τὴν ἀπαγωγὴν ταύτην, <add>οὐκ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐκ</foreign> add. Taylor</note> οἰόμενοι
            Ἀγοράτῳ συμπράττειν καὶ τότε διισχυριζομένῳ,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ τότε διισχυριζομένῳ</foreign> Kocks: <foreign xml:lang="grc">τότε
                καὶ διισχυριζόμενοι</foreign>.</note> σφόδρα ὀρθῶς ποιῆσαι Διονύσιον τὴν ἀπαγωγὴν
              ἀπάγοντʼ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπάγοντʼ</foreign>
              Falk: <foreign xml:lang="grc">ἀπάγειν</foreign> MSS.</note> ἀναγκάζοντες τό γε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τό γε</foreign> Sluiter: <foreign xml:lang="grc">τότε</foreign> MSS.</note> προσγράψασθαι ἐπʼ αὐτοφώρῳ· ἢ πῶς οὐκ ἂν
              εἴη<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πῶς οὐκ ἂν εἴη</foreign>
              Sauppe: <foreign xml:lang="grc">ὄπου ἂν ἦ</foreign>.</note>
            <add>ὃς</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὃς</foreign> add.
              Gebauer</note> πρῶτον μὲν ἐναντίον πεντακοσίων <add>ἐν τῇ βουλῇ</add>,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐν τῇ βουλῇ</foreign> et
                <foreign xml:lang="grc">ἐν τῷ δήμῳ</foreign> del. Kayser</note> εἶτα πάλιν ἐναντίον Ἀθηναίων
            ἁπάντων <del>ἐν τῷ δήμῳ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐν τῇ βουλῇ</foreign> et <foreign xml:lang="grc">ἐν τῷ δήμῳ</foreign> del. Kayser</note>
            ἀπογράψας τινὰς ἀποκτείνειε καὶ αἴτιος γένοιτο τοῦ θανάτου; </p></div><div type="textpart" subtype="section" n="87"><p>οὐ γὰρ δήπου τοῦτο μόνον οἴει τὸ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἴει τὸ</foreign> Westermann: <foreign xml:lang="grc">οἴεται</foreign> MSS.</note> ἐπʼ αὐτοφώρῳ, ἐάν τις ξύλῳ ἢ μαχαίρᾳ πατάξας καταβάλῃ, ἐπεὶ ἔκ γε τοῦ σοῦ λόγου οὐδεὶς φανήσεται ἀποκτείνας τοὺς ἄνδρας οὓς σὺ ἀπέγραψας· οὔτε γὰρ ἐπάταξεν αὐτοὺς οὐδεὶς οὔτʼ ἀπέσφαξεν, ἀλλʼ ἀναγκασθέντες ὑπὸ τῆς σῆς ἀπογραφῆς ἀπέθανον. οὐκ οὖν <add>ὁ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁ</foreign> add. Emperius</note> αἴτιος τοῦ θανάτου, οὗτος ἐπʼ αὐτοφώρῳ ἐστί; τίς οὖν ἄλλος αἴτιος ἢ σὺ ἀπογράψας; ὥστε πῶς οὐκ ἐπʼ αὐτοφώρῳ σὺ εἶ ὁ ἀποκτείνας; </p></div><div type="textpart" subtype="section" n="88"><p><milestone unit="para" ed="P"/>πυνθάνομαι δʼ αὐτὸν καὶ περὶ τῶν ὅρκων καὶ περὶ τῶν συνθηκῶν μέλλειν λέγειν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ἀγωνίζεται ἃς συνεθέμεθα πρὸς τοὺς ἐν ἄστει οἱ ἐν <del>τῷ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> del. Baiter</note> Πειραιεῖ. σχεδὸν μὲν οὖν τούτοις ἰσχυριζόμενος ὁμολογεῖ ἀνδροφόνος εἶναι· ἐμποδὼν γοῦν ἢ ὅρκους ἢ συνθήκας ἢ χρόνον ἢ <add>τὸ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὸ</foreign> add. Dobree</note> ἐπʼ αὐτοφώρῳ <del>τι</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τι</foreign> del. Reiske</note> ποιεῖται, αὐτῷ δὲ τῷ πράγματι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πράγματι</foreign> Reiske: <foreign xml:lang="grc">γράμματι</foreign> MSS.</note> οὔ τι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὔ τι</foreign> Reiske: <foreign xml:lang="grc">οὔτε, οὐ</foreign> MSS.</note> πιστεύει καλῶς ἀγωνιεῖσθαι. </p></div><div type="textpart" subtype="section" n="89"><p>ὑμῖν δέ, ὦ ἄνδρες δικασταί, οὐ προσήκει περὶ τούτων ἀποδέχεσθαι· ἀλλʼ ὡς οὐκ ἀπέγραψεν οὐδὲ οἱ ἄνδρες τεθνᾶσι, περὶ τούτων κελεύετε αὐτὸν ἀπολογεῖσθαι. ἔπειτα τοὺς ὅρκους καὶ τὰς συνθήκας οὐδὲν ἡγοῦμαι προσήκειν ἡμῖν πρὸς τοῦτον. οἱ γὰρ ὅρκοι τοῖς ἐν ἄστει πρὸς τοὺς ἐν Πειραιεῖ γεγένηνται. </p></div><div type="textpart" subtype="section" n="90"><p>εἰ μὲν οὖν οὗτος μὲν ἐν ἄστει ἡμεῖς δʼ ἐν Πειραιεῖ ἦμεν, εἶχον <add>ἄν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄν</foreign> add. Baiter</note> τινα λόγον αὐτῷ αἱ συνθῆκαι· νῦν δὲ καὶ οὗτος ἐν Πειραιεῖ ἦν καὶ ἐγὼ καὶ Διονύσιος καὶ οὗτοι ἅπαντες οἱ τοῦτον τιμωρούμενοι, ὥστε οὔκ εἰσιν ἡμῖν ἐμποδὼν <add>οὐδέν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδέν</foreign> add. Reiske</note>· οὐδένα γὰρ ὅρκον οἱ ἐν Πειραιεῖ τοῖς ἐν Πειραιεῖ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Πειραιεῖ</foreign> Palmer: <foreign xml:lang="grc">ἄστει</foreign> MSS.</note> ὤμοσαν. </p></div><div type="textpart" subtype="section" n="91"><p><milestone unit="para" ed="P"/>ἐκ παντὸς δὲ τρόπου ἔμοιγε δοκεῖ οὐχ ἑνὸς θανάτου ἄξιος εἶναι, ὅστις φησὶ μὲν ὑπὸ τοῦ δήμου <add>πεποιῆσθαι</add>,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πεποιῆσθαι</foreign> add. Reiske</note> τὸν δὲ δῆμον, ὃν αὐτός φησι πατέρα αὑτοῦ εἶναι, φαίνεται κακώσας, καθυφεὶς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καθυφεὶς</foreign> Francken: <foreign xml:lang="grc">καὶ ἀφεὶς</foreign>.</note> καὶ προδοὺς ἐξ ὧν ἐκεῖνος μείζων καὶ ἰσχυρότερος ἐγίγνετο. ὅστις οὖν τόν τε γόνῳ πατέρα τὸν αὑτοῦ ἔτυπτε καὶ οὐδὲν παρεῖχε τῶν ἐπιτηδείων, τόν τε ποιητὸν πατέρα ἀφείλετο ἃ ἦν ὑπάρχοντα ἐκείνῳ ἀγαθά, πῶς οὐ καὶ διὰ τοῦτο κατὰ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κατὰ</foreign> Emperius: <foreign xml:lang="grc">καὶ διὰ</foreign>.</note> τὸν τῆς κακώσεως νόμον ἄξιός ἐστι θανάτῳ ζημιωθῆναι; </p></div><div type="textpart" subtype="section" n="92"><p><milestone unit="para" ed="P"/>προσήκει δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἅπασι τιμωρεῖν ὑπὲρ ἐκείνων τῶν ἀνδρῶν ὁμοίως ὥσπερ ἡμῶν ἑνὶ ἑκάστῳ. ἀποθνῄσκοντες γὰρ <del>ὑμῖν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμῖν</foreign> del. Sauppe</note> ἐπέσκηψαν καὶ ἡμῖν καὶ τοῖς φίλοις<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">φίλοις</foreign> Sauppe: <foreign xml:lang="grc">ἄλλοις</foreign> MSS.</note> ἅπασι τιμωρεῖν ὑπὲρ σφῶν αὐτῶν Ἀγόρατον τουτονὶ ὡς φονέα ὄντα, καὶ κακῶς ποιεῖν καθʼ ὅσον ἂν ἔμβραχυ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔμβραχυ</foreign> Dobree: <foreign xml:lang="grc">βραχὺ</foreign> MSS.</note> ἕκαστος δύνηται. εἰ τοίνυν τι ἐκεῖνοι ἀγαθὸν τὴν πόλιν ἢ τὸ πλῆθος τὸ ὑμέτερον φανεροί εἰσι πεποιηκότες, ὃ καὶ αὐτοὶ ὑμεῖς ὁμολογεῖτε, ἀνάγκη ὑμᾶς ἐστι πάντας ἐκείνοις φίλους καὶ ἐπιτηδείους εἶναι, ὥστε οὐδὲν μᾶλλον ἡμῖν ἢ καὶ ὑμῶν ἑνὶ ἑκάστῳ ἐπέσκηψαν. </p></div><div type="textpart" subtype="section" n="93"><p>οὔκουν οὔτε ὅσιον οὔτε νόμιμον ὑμῖν ἐστιν ἀνεῖναι Ἀγόρατον τουτονί. ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, νυνὶ δή, ἐπεὶ ἐν τῷ τότε χρόνῳ, ἐν ᾧ ἐκεῖνοι ἀπέθνῃσκον, οὐχ οἷοί τε ἦστε ἐπαρκέσαι διὰ τὰ πράγματα τὰ περιεστηκότα,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">περιεστηκότα</foreign> Markland: <foreign xml:lang="grc">παρεστηκότα</foreign> MSS.</note> νυνί, ἐν ᾧ δύνασθε, τιμωρήσατε τὸν ἐκείνων φονέα. ἐνθυμεῖσθε δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μὴ πάντων ἔργον σχετλιώτατον ἐργάσησθε. εἰ γὰρ ἀποψηφιεῖσθε Ἀγοράτου τουτουί, οὐ μόνον τοῦτο διαπράττεσθε, ἀλλὰ καὶ ἐκείνων τῶν ἀνδρῶν, οὓς ὁμολογεῖτε ὑμῖν εὔνους εἶναι, τῇ αὐτῇ ψήφῳ ταύτῃ θάνατον καταψηφίζεσθε· </p></div><div type="textpart" subtype="section" n="94"><p>ἀπολύοντες γὰρ τὸν αἴτιον ὄντα ἐκείνοις τοῦ θανάτου οὐδὲν ἄλλο γιγνώσκετε ἢ ἐκείνους δικαίως ὑπὸ τούτου τεθνηκέναι. καὶ οὕτως ἂν δεινότατα πάντων πάθοιεν, εἰ οἷς ἐπέσκηπτον ἐκεῖνοι ὡς φίλοις οὖσι τιμωρεῖν ὑπὲρ αὑτῶν, οὗτοι ὁμόψηφοι κατʼ ἐκείνων τῶν ἀνδρῶν τοῖς τριάκοντα γενήσονται.</p></div><div type="textpart" subtype="section" n="95"><p>μηδαμῶς, ὦ ἄνδρες δικασταί, πρὸς θεῶν Ὀλυμπίων, μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ θάνατον ἐκείνων τῶν ἀνδρῶν καταψηφίσησθε, οἳ πολλὰ κἀγαθὰ ὑμᾶς ποιήσαντες διὰ ταῦτα ὑπὸ τῶν τριάκοντα καὶ Ἀγοράτου τουτουὶ ἀπέθανον. ἀναμνησθέντες οὖν ἁπάντων τῶν δεινῶν, καὶ τῶν κοινῶν τῇ πόλει καὶ τῶν ἰδίων, ὅσα ἑκάστῳ ἐγένετο ἐπειδὴ ἐκεῖνοι οἱ ἄνδρες ἐτελεύτησαν, τιμωρήσατε τὸν αἴτιον τούτων. ἀποδέδεικται δʼ ὑμῖν <del>ἅπαντα</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἅπαντα</foreign> del. Taylor</note> καὶ ἐκ τῶν ψηφισμάτων καὶ ἐκ τῶν ἀπογραφῶν καὶ ἐκ τῶν ἄλλων ἁπάντων Ἀγόρατος ὢν αὐτοῖς τοῦ θανάτου. </p></div><div type="textpart" subtype="section" n="96"><p><milestone unit="para" ed="P"/>ἔτι δὲ καὶ προσήκει ὑμῖν ἐναντία τοῖς τριάκοντα ψηφίζεσθαι· ὧν μὲν τοίνυν ἐκεῖνοι θάνατον κατέγνωσαν, ὑμεῖς ἀποψηφίσασθε· ὧν δʼ ἐκεῖνοι θάνατον οὐ κατέγνωσαν, ὑμεῖς καταψηφίσασθε.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καταψηφίσασθε</foreign> Fuhr: <foreign xml:lang="grc">καταγινώσκετε</foreign> MSS.</note> οἱ τριάκοντα τοίνυν τῶν μὲν ἀνδρῶν τούτων, οἳ ἦσαν ὑμέτεροι φίλοι, θάνατον κατέγνωσαν, ὧν δεῖ ὑμᾶς ἀποψηφίζεσθαι· Ἀγοράτου δὲ ἀπεψηφίσαντο, διότι ἐδόκει προθύμως τούτους ἀπολλύναι· οὗ προσήκει καταψηφίζεσθαι. </p></div><div type="textpart" subtype="section" n="97"><p>ἐὰν οὖν τὰ ἐναντία τοῖς τριάκοντα ψηφίζησθε, πρῶτον μὲν οὐχ ὁμόψηφοι <add>τοῖς ἐχθροῖς</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῖς ἐχθροῖς</foreign> add. Francken</note> γίγνεσθε, ἔπειτα τοῖς ὑμετέροις αὐτῶν φίλοις τετιμωρηκότες ἔσεσθε, ἔπειτα τοῖς πᾶσιν ἀνθρώποις δόξετε δίκαια καὶ ὅσια ψηφίσασθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>