<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:73-84</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:73-84</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="73"><p><label>Ψήφισμα</label><milestone unit="para" ed="P"/>οὕτω μέντοι οὑτοσὶ πολὺ ὑμῶν κατεφρόνει, ὥστε οὐκ ὢν Ἀθηναῖος καὶ ἐδίκαζε καὶ ἠκκλησίαζε καὶ γραφὰς τὰς ἐξ ἀνθρώπων ἐγράφετο, ἐπιγραφόμενος Ἀναγυράσιος, εἶναι. ἔπειτα δὲ καὶ ἕτερον μέγα τεκμήριον ὡς οὐκ <del>ἂν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> del. Contius</note> ἀπέκτεινε Φρύνιχον, διʼ ὃ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὃ</foreign> Sauppe: <foreign xml:lang="grc">ὃν</foreign> MSS.</note> Ἀθηναῖός φησι γεγενῆσθαι. ὁ Φρύνιχος γὰρ οὗτος τοὺς τετρακοσίους κατέστησεν· ἐπειδὴ δʼ ἐκεῖνος ἀπέθανεν, οἱ πολλοὶ τῶν τετρακοσίων ἔφυγον. </p></div><div type="textpart" subtype="section" n="74"><p>πότερον οὖν δοκοῦσιν ὑμῖν οἱ τριάκοντα καὶ ἡ βουλὴ ἡ τότε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡ τότε</foreign> Cobet: <foreign xml:lang="grc">ὅτʼ ἐπὶ τῶν</foreign>.</note> βουλεύουσα, οἳ αὐτοὶ ἦσαν ἅπαντες τῶν τετρακοσίων τῶν φυγόντων, ἀφεῖναι ἂν λαβόντες τὸν Φρύνιχον ἀποκτείναντα, ἢ τιμωρήσασθαι ὑπὲρ Φρυνίχου καὶ τῆς φυγῆς ἧς αὐτοὶ ἔφυγον; </p></div><div type="textpart" subtype="section" n="75"><p>ἐγὼ μὲν οἶμαι τιμωρεῖσθαι ἄν. εἰ μὲν οὖν μὴ ἀποκτείνας προσποιεῖται, ὡς ἐγώ φημι, ἀδικεῖ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὡς ἐγώ φημι, ἀδικεῖ</foreign> Gebauer: <foreign xml:lang="grc">ἀδικεῖ, ὡς ἐγώ φημι</foreign> MSS.</note>· εἰ δὲ ἀμφισβητεῖς καὶ φῂς Φρύνιχον ἀποκτεῖναι, δῆλον ὅτι μείζω τὸν δῆμον τὸν Ἀθηναίων κακὰ ποιήσας τὴν ὑπὲρ Φρυνίχου αἰτίαν πρὸς τοὺς τριάκοντα ἀπελύσω· οὐδέποτε γὰρ πείσεις οὐδένα ἀνθρώπων ὡς Φρύνιχον ἀποκτείνας ἀφείθης ἂν ὑπὸ τῶν τριάκοντα, εἰ μὴ μεγάλα τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἀνήκεστα κακὰ εἰργάσω. </p></div><div type="textpart" subtype="section" n="76"><p>ἐὰν μὲν οὖν φάσκῃ Φρύνιχον ἀποκτεῖναι, τούτων μέμνησθε καὶ τοῦτον τιμωρεῖσθε ἀνθʼ ὧν ἐποίησεν· ἐὰν δʼ οὐ φάσκῃ, ἔρεσθε αὐτὸν διʼ ὅ τι φησὶν Ἀθηναῖος ποιηθῆναι. ἐὰν δὲ μὴ ἔχῃ ἀποδεῖξαι, τιμωρεῖσθε αὐτὸν ὅτι καὶ ἐδίκαζε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐδικάζε</foreign> Taylor: <foreign xml:lang="grc">ἐδικάζετο</foreign> MSS.</note> καὶ ἠκκλησίαζε καὶ ἐσυκοφάντει πολλοὺς ὡς Ἀθηναῖος τοὔνομα ἐπιγραφόμενος. </p></div><div type="textpart" subtype="section" n="77"><p><milestone unit="para" ed="P"/>ἀκούω δὲ αὐτὸν παρασκευάζεσθαι ἀπολογεῖσθαι, ὡς ἐπὶ Φυλήν τε ᾤχετο καὶ συγκατῆλφεν ἀπὸ Φυλῆς, καὶ τοῦτο μέγιστον ἀγώνισμα εἶναι. ἐγένετο δὲ τοιοῦτον· ἦλθεν οὗτος ἐπὶ Φυλήν· καίτοι πῶς ἂν γένοιτο ἄνθρωπος μιαρώτερος; ὅστις εἰδὼς ὅτι εἰσί τινες ἐπὶ Φυλῇ τῶν ὑπὸ τούτου ἐκπεπτωκότων ἐτόλμησεν ἐλθεῖν ὡς τούτους. ἐπειδὴ δὲ εἶδον αὐτὸν τάχιστα, </p></div><div type="textpart" subtype="section" n="78"><p>συλλαβόντες ἄγουσιν ἄντικρυς ὡς ἀποκτενοῦντες, οὗπερ καὶ τοὺς ἄλλους ἀπέσφαττον, εἴ τινα λῃστὴν ἢ κακοῦργον συλλάβοιεν. στρατηγῶν δὲ Ἄνυτος <del>ἐπὶ Φυλὴν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπὶ</foreign> Fulh\n del. Dobree</note> οὐκ ἔφη χρῆναι ποιεῖν αὐτοὺς ταῦτα, λέγων ὅτι <add>οὔπω</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὔπω</foreign> add. Stephanus</note> οὕτω διακέοιντο, ὥστε τιμωρεῖσθαί τινας τῶν ἐχθρῶν, ἀλλὰ νῦν μὲν δεῖν αὐτοὺς ἡσυχίαν ἔχειν. εἰ δέ ποτε οἴκαδε κατέλθοιεν, τότε καὶ τιμωρήσοιντο τοὺς ἀδικοῦντας. </p></div><div type="textpart" subtype="section" n="79"><p>ταῦτα λέγων αἴτιος ἐγένετο τοῦ ἀποφυγεῖν τοῦτον ἐπὶ Φυλῇ· ἀνάγκη δὲ ἦν στρατηγοῦ ἀνδρὸς ἀκροᾶσθαι, εἴπερ ἔμελλον σωθήσεσθαι. ἀλλʼ ἕτερον· οὔτε γὰρ συσσιτήσας τούτῳ οὐδεὶς φανήσεται οὔτε σύσκηνος γενόμενος οὔτε <add>ὁ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁ</foreign> add. Sauppe</note> ταξίαρχος εἰς τὴν φυλὴν κατατάξας, ἀλλʼ ὥσπερ ἀλιτηρίῳ οὐδεὶς ἀνθρώπων αὐτῷ διελέγετο. καί μοι κάλει τὸν ταξίαρχον. </p></div><div type="textpart" subtype="section" n="80"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>ἐπειδὴ δὲ <add>αἱ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αἱ</foreign> add. Dobree</note> διαλλαγαὶ πρὸς ἀλλήλους
            ἐγένοντο καὶ ἔπεμψαν οἱ <del>πολῖται</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πολῖται</foreign> del. Dobree</note> ἐκ Πειραιῶς τὴν πομπὴν εἰς
            πόλιν, ἡγεῖτο μὲν Αἴσιμος <del>τῶν πολιτῶν</del><note resp="Loeb" anchored="true">—<foreign xml:lang="grc">ῶν πολιτῶν</foreign> del. Sauppe</note>, οὗτος δὲ οὕτω τολμηρὸς καὶ
              ἐκεῖ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐκεῖ</foreign> Brulart:
                <foreign xml:lang="grc">ἐκεῖνο, τότε</foreign> MSS.</note> ἐγένετο· συνηκολούθει γὰρ
            λαβὼν τὰ ὅπλα καὶ συνέπεμπε τὴν πομπὴν μετὰ τῶν ὁπλιτῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁπλιτῶν</foreign> Dobree: <foreign xml:lang="grc">πολιτῶν</foreign> MSS.</note> πρὸς τὸ ἄστυ. </p></div><div type="textpart" subtype="section" n="81"><p>ἐπειδὴ δὲ πρὸς ταῖς πύλαις<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πύλαις</foreign> Palmer: <foreign xml:lang="grc">φυλαῖς</foreign> MSS.</note> ἦσαν καὶ ἔθεντο τὰ ὅπλα, πρὶν εἰσιέναι εἰς τὸ ἄστυ, ὁ μὲν Αἴσιμος αἰσθάνεται καὶ προσελθὼν τήν τε ἀσπίδα αὐτοῦ λαβὼν ἔρριψε, καὶ ἀπιέναι ἐκέλευσεν ἐς κόρακας <del>ἐκ τῶν πολιτῶν.</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὲκ τῶν πολιτῶν</foreign> del. Naber</note> οὐ γὰρ ἔφη δεῖν ἀνδροφόνον αὐτὸν ὄντα συμπέμπειν τὴν πομπὴν τῇ Ἀθηνᾷ. τούτῳ τῷ τρόπῳ ὑπὸ Αἰσίμου ἀπηλάθη. ὡς δʼ ἀληθῆ λέγω, μάρτυρας παρέξομαι. </p></div><div type="textpart" subtype="section" n="82"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>τούτῳ τῷ τρόπῳ, ὦ ἄνδρες δικασταί, καὶ ἐπὶ Φυλῇ καὶ ἐν Πειραιεῖ πρὸς τοὺς ὁπλίτας διέκειτο· οὐδεὶς γὰρ αὐτῷ διελέγετο ὡς ἀνδροφόνῳ ὄντι, τοῦ τε μὴ ἀποθανεῖν Ἄνυτος ἐγένετο αὐτῷ αἴτιος. ἐὰν οὖν τῇ ἐπὶ Φυλὴν ὁδῷ ἀπολογίᾳ χρῆται, ὑπολαμβάνειν χρὴ εἰ Ἄνυτος αὐτῷ ἐγένετο αἴτιος μὴ ἀποθανεῖν ἑτοίμων ὄντων τιμωρεῖσθαι, καὶ ἔρριψεν αὐτοῦ Αἴσιμος τὴν ἀσπίδα καὶ οὐκ εἴα <del>μετὰ τῶν πολιτῶν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μετὰ τῶν πολιτῶν</foreign> del. Sauppe</note> συμπέμπειν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">συμπέμπειν</foreign> Fuhr: <foreign xml:lang="grc">πέμπειν</foreign> MSS.</note> τὴν πομπήν, <del>καὶ εἴ τις αὐτὸν ταξίαρχος εἰς τάξιν τινὰ κατέταξε</del>.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ <gap reason="lost"/> κατέταξε</foreign> del. Halbertsman</note> </p></div><div type="textpart" subtype="section" n="83"><p><milestone unit="para" ed="P"/>μήτε οὖν ταῦτα αὐτοῦ ἀποδέχεσθε, μήτʼ ἐὰν λέγῃ ὅτι πολλῷ χρόνῳ ὕστερον τιμωρούμεθα. οὐ γὰρ οἶμαι οὐδεμίαν τῶν τοιούτων ἀδικημάτων προθεσμίαν εἶναι, ἀλλʼ ἐγὼ μὲν οἶμαι, εἴτʼ εὐθὺς εἴτε χρόνῳ τις τιμωρεῖται, τοῦτον δεῖν ἀποδεικνύναι ὡς οὐ πεποίηκε περὶ ὧν ἐστιν ἡ αἰτία. </p></div><div type="textpart" subtype="section" n="84"><p>οὗτος τοίνυν τοῦτο ἀποφαινέτω, ἢ ὡς οὐκ ἀπέκτεινεν ἐκείνους ἢ ὡς δικαίως, κακόν τι ποιοῦντας τὸν δῆμον τὸν Ἀθηναίων. εἰ δὲ πάλαι δέον τιμωρεῖσθαι ὕστερον ἡμεῖς τιμωρούμεθα, τὸν χρόνον κερδαίνει ὃν ἔζη οὐ προσῆκον αὐτῷ, οἱ δὲ ἄνδρες ὑπὸ τούτου οὐδὲν ἧττον τεθνήκασιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>