<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:47-63</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:47-63</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="47"><p>πρὸς δὲ τούτοις τὰς ἰδίας <add>οὐσίας</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐσίας</foreign> Aldus</note> ἀπωλέσατε, καὶ τὸ τελευταῖον συλλήβδην ἅπαντες ὑπὸ τῶν τριάκοντα ἐκ τῆς πατρίδος ἐξηλάθητε. ταῦτα ἐκεῖνοι οἱ ἀγαθοὶ ἄνδρες αἰσθόμενοι οὐκ ἔφασαν ἐπιτρέψειν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπιτρέψειν</foreign> Dobree: <foreign xml:lang="grc">ἐπιτρέψαι</foreign> MSS.</note> τὴν εἰρήνην, ὦ ἄνδρες δικασταί, ποιήσασθαι· </p></div><div type="textpart" subtype="section" n="48"><p>οὓς σύ, Ἀγόρατε, βουλομένους ἀγαθόν τι πρᾶξαι τῇ πόλει ἀπέκτεινας, μηνύσας αὐτοὺς <del>τῇ πόλει</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῇ πόλει</foreign> del. Jacobs</note> ἐπιβουλεύειν τῷ πλήθει τῷ ὑμετέρῳ, καὶ αἴτιος εἶ ἁπάντων τῇ πόλει τῶν κακῶν τῶν γεγενημένων. νῦν οὖν μνησθέντες καὶ τῶν ἰδίων ἕκαστος δυστυχημάτων καὶ τῶν κοινῶν τῆς πόλεως τιμωρεῖσθε τὸν αἴτιον τούτων. </p></div><div type="textpart" subtype="section" n="49"><p><milestone unit="para" ed="P"/>θαυμάζω δʼ ἔγωγε, ὦ ἄνδρες δικασταί, ὅ τί ποτε τολμήσει πρὸς ὑμᾶς ἀπολογεῖσθαι· δεῖ γὰρ αὐτὸν ἀποδεῖξαι ὡς οὐ κατεμήνυσε τῶν ἀνδρῶν τούτων οὐδʼ αἴτιος αὐτοῖς ἐστι τοῦ θανάτου, ὃ οὐκ ἂν δύναιτο οὐδέποτε ἀποδεῖξαι. </p></div><div type="textpart" subtype="section" n="50"><p>πρῶτον μὲν γὰρ τὰ ψηφίσματα αὐτοῦ τὰ ἐκ τῆς βουλῆς καὶ <add>τὸ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὸ</foreign> add. Cobet</note> τοῦ δήμου καταμαρτυρεῖ, διαρρήδην ἀγορεύοντα <q>περὶ ὧν Ἀγόρατος κατείρηκεν.</q>  ἔπειτα ἡ κρίσις, ἣν ἐκρίθη ἐπὶ τῶν τριάκοντα καὶ ἀφείθη, διαρρήδην λέγει,  <q>διότι</q> φησίν <q>ἔδοξε τἀληθῆ εἰσαγγεῖλαι.</q> καί μοι ἀνάγνωθι.</p></div><div type="textpart" subtype="section" n="51"><p><label>Ψηφίσματα. Γνῶσις. <del>Γραφαί</del></label><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γραφαὶ</foreign> del. Westermann</note><milestone unit="para" ed="P"/>ὡς μὲν οὖν οὐκ ἀπέγραψεν, οὐδενὶ τρόπῳ δύναιτʼ ἂν ἀποδεῖξαι· δεῖ τοίνυν αὐτὸν ὡς δικαίως ἐμήνυσε ταῦτα ἀποφαίνειν, ὁρῶν αὐτοὺς πονηρὰ καὶ οὐκ ἐπιτήδεια τῷ δήμῳ τῷ ὑμετέρῳ πράττοντας. οἴομαι δʼ οὐδʼ ἂν τοῦτο αὐτὸν ἐπιχειρῆσαι ἀποδεικνύναι. οὐ γὰρ δήπου, εἴ τι κακὸν τὸν δῆμον τὸν Ἀθηναίων εἰργάσαντο, οἱ τριάκοντα, δεδιότες μὴ καταλυθείη ἂν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καταλυθείη ἂν</foreign> Markland: <foreign xml:lang="grc">καταλυθείησαν</foreign> MSS.</note> ὁ δῆμος, τιμωροῦντες ὑπὲρ τοῦ δήμου ἂν αὐτοὺς ἀπέκτειναν, ἀλλʼ οἶμαι πολὺ τοὐναντίον τούτου. </p></div><div type="textpart" subtype="section" n="52"><p><milestone unit="para" ed="P"/>ἀλλʼ ἴσως φήσει ἄκων τοσαῦτα κακὰ ἐργάσασθαι. ἐγὼ δʼ οὐκ οἶμαι, ὦ ἄνδρες δικασταί, οὐδʼ ἐάν τις ὑμᾶς ὡς μάλιστα ἄκων μεγάλα κακὰ ἐργάσηται, ὧν μὴ οἷόν τε γενέσθαι ἐστὶν ὑπερβολήν, οὐ τούτου ἕνεκα οὐ δεῖν ὑμᾶς ἀμύνεσθαι. εἶτα δὲ καὶ ἐκείνων μέμνησθε, ὅτι ἐξῆν Ἀγοράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν κομισθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο Μουνιχίασι, σωθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο καὶ <add>οἱ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἱ</foreign> add. Markland</note> ἐγγυηταὶ ἕτοιμοι ἦσαν συναπιέναι. </p></div><div type="textpart" subtype="section" n="53"><p>καίτοι εἰ ἐκείνοις ἐπίθου<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπίθου</foreign> Cobet: <foreign xml:lang="grc">ἐπείθου</foreign> MSS.</note> καὶ ἠθέλησας ἐκπλεῦσαι μετʼ ἐκείνων, οὔτʼ ἂν ἑκὼν οὔτε ἄκων τοσούτους Ἀθηναίων ἀπέκτεινας· νῦν δὲ πεισθεὶς ὑφʼ ὧν τότε ἐπείσθης, εἰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων τὰ ὀνόματα μόνον εἴποις, μέγα τι ᾤου παρʼ αὐτῶν διαπράξεσθαι. οὔκουν τούτου ἕνεκα δεῖ σε παρʼ ἡμῶν συγγνώμης τινὸς τυχεῖν, ἐπεὶ οὐδὲ ἐκεῖνοι παρὰ σοῦ οὐδεμιᾶς ἔτυχον, οὓς σὺ ἀπέκτεινας. </p></div><div type="textpart" subtype="section" n="54"><p>καὶ Ἱππίας μὲν ὁ Θάσιος καὶ Ξενοφῶν ὁ Κουριεύς, οἳ ἐπὶ τῇ αὐτῇ αἰτία τούτῳ ὑπὸ τῆς βουλῆς μετεπέμφθησαν, οὗτοι μὲν ἀπέθανον, ὁ μὲν στρεβλωθείς, Ξενοφῶν, ὁ δὲ Ἱππίας οὕτω<gap reason="lost"/>, διότι οὐκ ἄξιοι ἐδόκουν τοῖς τριάκοντα σωτηρίας εἶναι (οὐδένα γὰρ Ἀθηναίων ἀπώλλυσαν)· Ἀγόρατος δὲ ἀφείθη, διότι ἐδόκει ἐκείνοις τὰ ἥδιστα πεποιηκέναι. </p></div><div type="textpart" subtype="section" n="55"><p><milestone unit="para" ed="P"/>ἀκούω δʼ αὐτὸν καὶ εἰς Μενέστρατον ἀναφέρειν τι περὶ τῶν ἀπογραφῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπογραφῶν</foreign> Auger: <foreign xml:lang="grc">γραφῶν</foreign> MSS.</note> τούτων. τὸ δὲ τοῦ Μενεστράτου πρᾶγμα τοιοῦτον ἐγένετο. ὁ Μενέστρατος οὗτος ἀπεγράφη ὑπὸ τοῦ Ἀγοράτου καὶ συλληφθεὶς ἐδέδετο· Ἁγνόδωρος δʼ ἦν Ἀμφιτροπαιεύς, δημότης τοῦ Μενεστράτου, Κριτίου κηδεστὴς τοῦ τῶν τριάκοντα. οὗτος οὖν, ὅτε ἡ ἐκκλησία Μουνιχίασιν ἐν τῷ θεάτρῳ ἐγίγνετο, ἅμα μὲν βουλόμενος τὸν Μενέστρατον σωθῆναι, ἅμα δὲ ὡς πλείστους ἀπογραφέντας ἀπολέσθαι, παράγει αὐτὸν εἰς τὸν δῆμον, καὶ εὑρίσκονται<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εὑρίσκονται</foreign> Reiske: <foreign xml:lang="grc">εὑρίσκων τε</foreign>.</note> αὐτῷ κατὰ τὸ ψήφισμα τουτὶ ἄδειαν.</p></div><div type="textpart" subtype="section" n="56"><p><label>Ψήφισμα</label><milestone unit="para" ed="P"/>ἐπειδὴ δὲ τοῦτο τὸ ψήφισμα ἐγένετο, μηνύει ὁ Μενέστρατος καὶ προσαπογράφει ἑτέρους τῶν πολιτῶν. τοῦτον μέντοι οἱ μὲν τριάκοντα ἀφεῖσαν ὥσπερ Ἀγόρατον τουτονί, δόξαντα τἀληθῆ εἰσαγγεῖλαι, ὑμεῖς δὲ πολλῷ χρόνω ὕστερον λαβόντες ἐν δικαστηρίῳ ὡς ἀνδροφόνον ὄντα, θάνατον δικαίως καταψηφισάμενοι τῷ δημίῳ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δημίψ, δημίῳ</foreign> Schott: <foreign xml:lang="grc">δήμω</foreign> MSS.</note> παρέδοτε καὶ ἀπετυμπανίσθη. </p></div><div type="textpart" subtype="section" n="57"><p>καίτοι εἰ ἐκεῖνος ἀπέθανεν, ἦ που Ἀγόρατός γε δικαίως ἀποθανεῖται, ὅς γε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὅς γε</foreign> Toup: <foreign xml:lang="grc">ὥστε</foreign> MSS.</note> τόν τε Μενέστρατον ἀπογράψας αἴτιος ἐκείνῳ ἐστὶ τοῦ θανάτου, καὶ τοῖς ὑπὸ Μενεστράτου ἀπογραφεῖσι τίς αἰτιώτερος ἢ ὁ εἰς τοιαύτην ἀνάγκην ἐκεῖνον καταστήσας; </p></div><div type="textpart" subtype="section" n="58"><p><milestone unit="para" ed="P"/>ἀνόμοιος δέ μοι δοκεῖ Ἀριστοφάνει γενέσθαι τῷ Χολλείδῃ, ὃς ἐγγυητὴς τότε τούτου ἐγένετο καὶ τὰ πλοῖα παρασκευάσας Μουνιχίασιν ἕτοιμος ἦν συνεκπλεῖν μετὰ τούτου. καὶ τό γε ἐπʼ ἐκεῖνον εἶναι ἐσώθης, καὶ οὔτʼ ἂν Ἀθηναίων οὐδένα ἀπώλεσας οὔτʼ ἂν αὐτὸς σὺ εἰς τοιούτους κινδύνους κατέστης· </p></div><div type="textpart" subtype="section" n="59"><p>νῦν δὲ καὶ τὸν σωτῆρα τὸν σαυτοῦ ἐτόλμησας ἀπογράψαι, καὶ ἀπογράψας <add>ἀπέκτεινας</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπέκτεινας</foreign> add. Jacobs</note> καὶ ἐκεῖνον καὶ τοὺς ἄλλους ἐγγυητάς. τοῦτον μέντοι ὡς οὐ καθαρῶς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καθαρῶς</foreign> Taylor: <foreign xml:lang="grc">καλῶς</foreign> MSS.</note> Ἀθηναῖον ὄντα ἐβούλοντό τινες βασανισθῆναι, καὶ τουτὶ τὸ ψήφισμα τὸν δῆμον ἀναπείθουσι ψηφίζεσθαι. </p></div><div type="textpart" subtype="section" n="60"><p><label>Ψήφισμα</label><milestone unit="para" ed="P"/>μετὰ τοῦτο τοίνυν προσιόντες τῷ Ἀριστοφάνει οἱ πράττοντες τότε τὰ πράγματα ἐδέοντο αὐτοῦ κατειπεῖν καὶ σῴζεσθαι, καὶ μὴ κινδυνεύειν ἀγωνισάμενον τῆς ξενίας τὰ ἔσχατα παθεῖν. ὁ δὲ οὐκ ἔφη οὐδέποτε· οὕτω χρηστὸς ἦν καὶ περὶ τοὺς δεδεμένους καὶ περὶ τὸν δῆμον τὸν Ἀθηναίων, ὥστε εἵλετο μᾶλλον ἀποθανεῖν ἢ κατειπεῖν καὶ ἀδίκως τινὰς ἀπολέσαι. </p></div><div type="textpart" subtype="section" n="61"><p>ἐκεῖνος μὲν τοίνυν καὶ ὑπὸ σοῦ ἀπολλύμενος τοιουτοσὶ ἐγένετο <del>καὶ Ξενοφῶν ὁ στρεβλωθεὶς καὶ Ἱππίας ὁ Θάσιος</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ <gap reason="lost"/> Θάσιος</foreign> del. Dobree</note>. σὺ δʼ οὐδὲν τοῖς ἀνδράσιν ἐκείνοις συνειδώς, πεισθεὶς δὲ ὡς σύ γε, ἐὰν ἐκεῖνοι ἀπόλωνται, μεθέξεις τῆς τότε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τότε</foreign> Markland: <foreign xml:lang="grc">τε</foreign> MSS.</note> πολιτείας καθισταμένης, ἀπέγραψας<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπέγραψας</foreign> Fuhr: <foreign xml:lang="grc">ἀπεγράφης</foreign> MSS.</note> καὶ ἀπέκτεινας Ἀθηναίων πολλοὺς καὶ ἀγαθούς. </p></div><div type="textpart" subtype="section" n="62"><p><milestone unit="para" ed="P"/>βούλομαι δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδεῖξαι οἵων ἀνδρῶν ὑπʼ Ἀγοράτου ἀπεστέρησθε. εἰ μὲν οὖν οὐ πολλοὶ ἦσαν, καθʼ ἕκαστον ἂν περὶ αὐτῶν ἠκούετε, νῦν δὲ συλλήβδην περὶ πάντων. οἱ μὲν γὰρ στρατηγήσαντες ὑμῖν πολλάκις μείζω τὴν πόλιν τοῖς διαδεχομένοις στρατηγοῖς παρεδίδοσαν· </p></div><div type="textpart" subtype="section" n="63"><p> οἱ δʼ ἑτέρας μεγάλας ἀρχὰς ἄρξαντες καὶ τριηραρχίας πολλὰς τριηραρχήσαντες οὐδεπώποτε ὑφʼ ὑμῶν οὐδεμίαν αἰτίαν αἰσχρὰν ἔσχον. οἱ δʼ αὐτῶν περιγενόμενοι καὶ σωθέντες, οὓς οὗτος μὲν ἀπέκτεινεν ὁμοίως<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁμοίως</foreign> Lipsius: <foreign xml:lang="grc">ὠμῶς</foreign> MSS.</note> καὶ θάνατος αὐτῶν κατεγνώσθη, ἡ δὲ τύχη καὶ ὁ δαίμων περιεποίησε, φυγόντες <del>γὰρ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign> del. Reiske</note> ἐνθένδε καὶ οὐ συλληφθέντες οὐδὲ ὑπομείναντες μείναντες τὴν κρίσιν, κατελθόντες ἀπὸ Φυλῆς τιμῶνται ὑφʼ ὑμῶν ὡς ἄνδρες ἀγαθοὶ ὄντες. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>