<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p>εἰσελθὼν δὲ εἰς ταύτην τὴν βουλὴν ἐν ἀπορρήτῳ Θεόκριτος μηνύει ὅτι συλλέγονταί τινες ἐναντιωσόμενοι τοῖς τότε καθισταμένοις πράγμασι. τὰ μὲν οὖν ὀνόματα οὐκ ἔφη αὐτῶν ἐρεῖν καθʼ ἕκαστον· ὅρκους τε γὰρ ὀμωμοκέναι τοὺς αὐτοὺς ἐκείνοις, καὶ εἶναι ἑτέρους οἳ ἐροῦσι τὰ ὀνόματα, αὐτὸς δὲ οὐκ ἄν ποτε ποιῆσαι ταῦτα. </p></div><div type="textpart" subtype="section" n="22"><p>καίτοι εἰ μὴ ἐκ παρασκευῆς ἐμηνύετο, πῶς οὐκ ἂν ἠνάγκασεν ἡ βουλὴ εἰπεῖν τὰ ὀνόματα Θεόκριτον καὶ μὴ ἀνώνυμον τὴν μήνυσιν ποιήσασθαι; νυνὶ δὲ τοῦτο τὸ ψήφισμα ψηφίζεται.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ψηφίζεται</foreign> Scheibe: <foreign xml:lang="grc">ψηφίσετε, ψηφίσατο</foreign> MSS.</note></p></div><div type="textpart" subtype="section" n="23"><p><label>Ψήφισμα</label><milestone unit="para" ed="P"/>ἐπειδὴ τοίνυν τοῦτο τὸ ψήφισμα ἐψηφίσθη, κατέρχονται ἐπὶ τὸν Ἀγόρατον εἰς τὸν Πειραιᾶ οἱ αἱρεθέντες<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αἱρεθέντες</foreign> Reiske: <foreign xml:lang="grc">διαιρεθέντες</foreign> MSS.</note> τῶν βουλευτῶν, καὶ περιτυχόντες αὐτῷ ἐν ἀγορᾷ ἐζήτουν ἄγειν. παραγενόμενος δὲ Νικίας καὶ Νικομένης καὶ ἄλλοι τινές, ὁρῶντες τὰ πράγματα οὐχ οἷα βέλτιστα ἐν τῇ πόλει ὄντα, ἄγειν μὲν τὸν Ἀγόρατον οὐκ ἔφασαν προήσεσθαι, ἀφῃροῦντο δὲ καὶ ἠγγυῶντο καὶ ὡμολόγουν παρέξειν εἰς τὴν βουλήν. </p></div><div type="textpart" subtype="section" n="24"><p>γραψάμενοι δὲ οἱ βουλευταὶ τὰ ὀνόματα τῶν ἐγγυωμένων καὶ κωλυόντων, ἀπιόντες ᾤχοντο εἰς ἄστυ. ὁ δὲ Ἀγόρατος καὶ οἱ ἐγγυηταὶ καθίζουσιν ἐπὶ τὸν βωμὸν Μουνιχίασιν· ἐπειδὴ δὲ ἐκάθισαν, ἐβουλεύοντο τί χρὴ ποιεῖν. ἐδόκει οὖν τοῖς ἐγγυηταῖς καὶ τοῖς ἄλλοις ἅπασιν ἐκποδὼν ποιήσασθαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ποιήσασθαι</foreign> Foertsch: <foreign xml:lang="grc">ποιῆσαι</foreign> MSS.</note> τὸν Ἀγόρατον ὡς τάχιστα, </p></div><div type="textpart" subtype="section" n="25"><p>καὶ παρορμίσαντες δύο πλοῖα <del>Μουνιχίασιν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Μουνιχίασιν</foreign> del. Dobree</note> ἐδέοντο αὐτοῦ παντὶ τρόπῳ ἀπελθεῖν Ἀθήνηθεν, καὶ αὐτοὶ ἔφασαν συνεκπλευσεῖσθαι, ἕως τὰ πράγματα κατασταίη, λέγοντες ὅτι, εἰ κομισθείη εἰς τὴν βουλήν, βασανιζόμενος ἴσως ἀναγκασθήσεται ὀνόματα εἰπεῖν Ἀθηναίων ὧν ἂν ὑποβάλωσιν οἱ βουλόμενοι κακόν τι ἐν τῇ πόλει ἐργάζεσθαι. </p></div><div type="textpart" subtype="section" n="26"><p>ταῦτα ἐκείνων δεομένων καὶ παρασκευασάντων πλοῖα καὶ αὐτῶν ἑτοίμων ὄντων συνεκπλεῖν, οὐκ ἠθέλησε πείθεσθαι αὐτοῖς Ἀγόρατος οὑτοσί. καίτοι, ὦ Ἀγόρατε, εἰ μή τί σοι ἦν παρεσκευασμένον καὶ ἐπίστευες μηδὲν κακὸν πείσεσθαι, πῶς οὐκ ἂν ᾤχου καὶ πλοίων παρεσκευασμένων καὶ τῶν ἐγγυητῶν ἑτοίμων ὄντων σοι συνεκπλεῖν; ἔτι γὰρ οἷόν τέ σοι ἦν, καὶ οὔπω ἡ βουλή σου ἐκράτει. </p></div><div type="textpart" subtype="section" n="27"><p>ἀλλὰ μὲν δὴ οὐχ ὅμοιά γε σοὶ καὶ ἐκείνοις ὑπῆρχε. πρῶτον μὲν γὰρ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign> Mehler: <foreign xml:lang="grc">γε</foreign> MSS.</note> Ἀθηναῖοι ἦσαν ὥστε οὐκ ἐδέδισαν βασανισθῆναι· ἔπειτα πατρίδα σφετέραν αὐτῶν καταλιπόντες ἕτοιμοι ἦσαν συνεκπλεῖν μετὰ σοῦ, ἡγησάμενοι ταῦτα μᾶλλον λυσιτελεῖν ἢ τῶν πολιτῶν πολλοὺς καὶ ἀγαθοὺς ὑπὸ σοῦ ἀδίκως ἀπολέσθαι. σοὶ δὲ πρῶτον μὲν κίνδυνος ἦν βασανισθῆναι ὑπομείναντι, ἔπειτα οὐ πατρίδα ἂν σαυτοῦ ἀπέλιπες· </p></div><div type="textpart" subtype="section" n="28"><p>ὥστʼ ἐκ παντὸς τρόπου σοὶ μᾶλλον ἢ ἐκείνοις ἐκπλεῦσαι συνέφερεν, εἰ μή τι ἦν ᾧ ἐπίστευες. νῦν δὲ ἄκων μὲν προσποιεῖ, ἑκὼν δὲ πολλοὺς καὶ ἀγαθοὺς Ἀθηναίων ἀπέκτεινας. ὡς δὲ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὡς δὲ</foreign> Taylor: <foreign xml:lang="grc">ὥστε</foreign> MSS.</note> παρεσκευάσθη ἅπαντα ἃ ἐγὼ λέγω, καὶ μάρτυρές εἰσι καὶ αὐτὸ τὸ ψήφισμά σου τὸ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">σου τὸ</foreign> Reiske: <foreign xml:lang="grc">οὕτω, τοῦτο</foreign> MSS.</note> τῆς βουλῆς καταμαρτυρήσει. </p></div><div type="textpart" subtype="section" n="29"><p><label><add>Μάρτυρες</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μάρτυρες</foreign> add. Markland</note> Ψήφισμα</label><milestone unit="para" ed="P"/>ἐπειδὴ τοίνυν τοῦτο τὸ ψήφισμα ἐψηφίσθη καὶ ἦλθον οἱ ἐκ τῆς βουλῆς Μουνιχίαζε, ἑκὼν ἀνέστη Ἀγόρατος ἀπὸ τοῦ βωμοῦ· καίτοι νῦν γε βίᾳ φησὶν ἀφαιρεθῆναι. </p></div><div type="textpart" subtype="section" n="30"><p>ἐπειδὴ δὲ εἰς τὴν βουλὴν ἐκομίσθησαν, ἀπογράφει Ἀγόρατος πρῶτον μὲν τῶν αὑτοῦ ἐγγυητῶν τὰ ὀνόματα, ἔπειτα τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων, ἔπειτα δὲ καὶ ἄλλων τινῶν πολιτῶν. ἡ δὲ ἀρχὴ αὕτη τοῦ παντὸς κακοῦ ἐγένετο. ὡς δὲ ἀπέγραψε τὰ ὀνόματα, οἶμαι μὲν καὶ αὐτὸν ὁμολογήσειν· εἰ δὲ μή, ἐπʼ αὐτοφώρῳ ἐγὼ αὐτὸν ἐξελέγξω. ἀπόκριναι δή μοι. </p></div><div type="textpart" subtype="section" n="31"><p><label>Ἐρώτησις</label><milestone unit="para" ed="P"/>ἐβούλοντο τοίνυν, ὦ ἄνδρες δικασταί, ἔτι πλειόνων αὐτὸν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸν</foreign> Taylor: <foreign xml:lang="grc">αὐτοὶ</foreign> MSS.</note> τὰ ὀνόματα ἀπογράψαι· οὕτω ἔρρωτο ἡ βουλὴ κακόν τι ἐργάζεσθαι <del>αὐτὸν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸν</foreign> del. Gerknet et Bizos</note> ὥστʼ οὐκ ἐδόκει αὐτοῖς ἅπαντα τἀληθῆ πω κατηγορηκέναι. τούτους μὲν οὖν ἅπαντας ἑκὼν ἀπογράφει, οὐδεμιᾶς αὐτῶνἀνάγκης οὔσης. <del>μετὰ τοῦτο προσαπογράφει ἑτέρους τῶν πολιτῶν.</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μετὰ <gap reason="lost"/> πολιτῶν</foreign> del. Dobree</note> </p></div><div type="textpart" subtype="section" n="32"><p>ἐπειδὴ δὲ ἡ ἐκκλησία Μουνιχίασιν ἐν τῷ θεάτρῳ ἐγίγνετο, οὕτω σφόδρα τινὲς ἐπεμελοῦντο ὅπως καὶ ἐν
            τῷ δήμῳ περὶ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων μήνυσις γένοιτο (περὶ δὲ τῶν ἄλλων ἀπέχρη
            ἐν τῇ βουλῇ <del>μήνυσις</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μήνυσις</foreign> del. Bremi</note> μόνῃ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μόνῃ</foreign> Frohberger: <foreign xml:lang="grc">μέν ἡ, ἡ</foreign>
              MSS.</note> γεγενημένη), ὥστε καὶ ἐκεῖ παράγουσιν <add>αὐτὸν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸν</foreign> add. Gebauer.</note> εἰς τὸν
            δῆμον. καί μοι ἀπόκριναι, ὦ Ἀγόρατε· οὐ γὰρ οἶμαί σε ἔξαρνον γενήσεσθαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γενήσεσθαι</foreign> Markland:
              <foreign xml:lang="grc">γενέσθαι</foreign> MSS.</note> ἃ ἐναντίον Ἀθηναίων ἁπάντων ἐποίησας.</p></div><div type="textpart" subtype="section" n="33"><p><label>Ἐρώτησις</label><milestone unit="para" ed="P"/>ὁμολογεῖ μὲν καὶ αὐτός, ὅμως δὲ καὶ τὰ ψηφίσματα ὑμῖν τοῦ δήμου ἀναγνώσεται.</p><p><label>Ψηφίσματα</label><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ψηφίσματα</foreign> Reiske</note><milestone unit="para" ed="P"/>ὅτι μὲν ἀπέγραψεν Ἀγόρατος οὑτοσὶ τῶν ἀνδρῶν ἐκείνων τὰ ὀνόματα, καὶ τὰ ἐν τῇ βουλῇ καὶ τὰ ἐν τῷ δήμῳ, καὶ ἔστι φονεὺς ἐκείνων, σχεδόν τι οἶμαι ὑμᾶς ἐπίστασθαι· ὡς τοίνυν ἁπάντων τῶν κακῶν αἴτιος τῇ πόλει ἐγένετο καὶ οὐδʼ ὑφʼ ἑνὸς αὐτὸν προσήκει ἐλεεῖσθαι, ἐγὼ οἶμαι ὑμῖν ἐν κεφαλαίοις ἀποδείξειν. </p></div><div type="textpart" subtype="section" n="34"><p>ἐπειδὴ γὰρ ἐκεῖνοι συλληφθέντες ἐδέθησαν, τότε καὶ ὁ Λύσανδρος εἰς τοὺς λιμένας τοὺς ὑμετέρους εἰσέπλευσε, καὶ αἱ νῆες αἱ ὑμέτεραι Λακεδαιμονίοις παρεδόθησαν, καὶ τὰ τείχη κατεσκάφη, καὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κατεσκάφη καὶ</foreign> Reiske: <foreign xml:lang="grc">κατεσκάφησαν</foreign> MSS.</note> οἱ τριάκοντα κατέστησαν, καὶ τί οὐ τῶν δεινῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τί οὐ τῶν δεινῶν</foreign> Sauppe: <foreign xml:lang="grc">τοιοῦτον δεινὸν</foreign>.</note> τῇ πόλει ἐγένετο. </p></div><div type="textpart" subtype="section" n="35"><p>ἐπειδὴ τοίνυν οἱ τριάκοντα κατεστάθησαν εὐθέως κρίσιν τοῖς ἀνδράσι τούτοις ἐποίουν ἐν τῇ βουλῇ, ὁ δὲ δῆμος <q>ἐν τῷ δικαστηρίῳ ἐν δισχιλίοις</q> ἐψήφιστο.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐψήφιστο</foreign> Naber: <foreign xml:lang="grc">ἑψηφίσατο</foreign> MSS.</note> καί μοι ἀνάγνωθι τὸ ψήφισμα. </p></div><div type="textpart" subtype="section" n="36"><p><label>Ψήφισμα</label><milestone unit="para" ed="P"/>εἰ μὲν οὖν ἐν τῷ δικαστηρίῳ ἐκρίνοντο, ῥαδίως ἂν ἐσῴζοντο· ἅπαντες γὰρ ἤδη ἐγνωκότες ἦτε οὗ ἦν κακοῦ ἡ πόλις, ἐν ᾧ οὐδὲν ἔτι ὠφελεῖν ἐδύνασθε νῦν δʼ εἰς τὴν βουλὴν αὐτοὺς τὴν ἐπὶ τῶν τριάκοντα εἰσάγουσιν. ἡ δὲ κρίσις τοιαύτη ἐγίγνετο, οἵαν καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε. </p></div><div type="textpart" subtype="section" n="37"><p>οἱ μὲν γὰρ τριάκοντα ἐκάθηντο ἐπὶ τῶν βάθρων, οὗ νῖν οἱ πρυτάνεις καθέζονται· δύο δὲ τράπεζαι ἐν τῷ πρόσθεν τῶν τριάκοντα ἐκείσθην· τὴν δὲ ψῆφον οὐκ εἰς καδίσκους ἀλλὰ φανερὰν ἐπὶ τὰς τραπέζας ταύτας ἔδει τίθεσθαι, τὴν μὲν καθαιροῦσαν ἐπὶ τὴν ὑστέραν<gap reason="lost"/>, ὥστε ἐκ τίνος τρόπου ἔμελλέ τις αὐτῶν σωθήσεσθαι; ἑνὶ δὲ λόγῳ, </p></div><div type="textpart" subtype="section" n="38"><p>ὅσοι εἰς τὸ βουλευτήριον <del>ἐπὶ τῶν τριάκοντα</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπὶ τῶν τριάκοντα</foreign> del. Sauppe</note> εἰσῆλθον κριθησόμενοι, ἁπάντων θάνατος κατεγιγνώσκετο καὶ οὐδενὸς ἀπεψηφίσαντο, πλὴν Ἀγοράτου τουτουί· τοῦτον δὲ ἀφεῖσαν ὡς εὐεργέτην ὄντα· ἵνα δὲ εἰδῆτε ὡς πολλοὶ ὑπὸ τούτου τεθνᾶσι, βούλομαι ὑμῖν τὰ ὀνόματα αὐτῶν ἀναγνῶναι.</p></div><div type="textpart" subtype="section" n="39"><p><label>Ὀνόματα</label><milestone unit="para" ed="P"/>ἐπειδὴ τοίνυν, ὦ ἄνδρες δικασταί, θάνατος αὐτῶν κατεγνώσθη καὶ ἔδει αὐτοὺς ἀποθνήσκειν, μεταπέμπονται εἰς τὸ δεσμωτήριον ὁ μὲν ἀδελφήν, ὁ δὲ μητέρα, ὁ δὲ γυναῖκα, ὁ δʼ ἥ τις ἦν ἑκάστῳ αὐτῶν προσήκουσα, ἵνα τὰ ὕστατα ἀσπασάμενοι τοὺς αὑτῶν οὕτω τὸν βίον τελευτήσειαν. </p></div><div type="textpart" subtype="section" n="40"><p>καὶ δὴ καὶ Διονυσόδωρος μεταπέμπεται τὴν ἀδελφὴν τὴν ἐμὴν εἰς τὸ δεσμωτήριον, γυναῖκα ἑαυτοῦ οὖσαν. πυθομένη δʼ ἐκείνη ἀφικνεῖται, μέλαν τε ἱμάτιον ἠμφιεσμένη<gap reason="lost"/>, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>