<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:13-29</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2:13-29</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="13"><p>Θηραμένης δὲ ὕστερον ἀφικνεῖται ἐκ Λακεδαίμονος. προσιόντες δʼ αὐτῷ τῶν τε στρατηγῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">στρατηγῶν</foreign> Markland: <foreign xml:lang="grc">στρατιωτῶν</foreign> MSS.</note> τινες καὶ τῶν ταξιάρχων, ὧν ἦν Στρομβιχίδης καὶ Διονυσόδωρος, καὶ ἄλλοι τινὲς τῶν πολιτῶν εὐνοοῦντες ὑμῖν, ὥς γʼ ἐδήλωσαν ὕστερον, ἠγανάκτουν σφόδρα. ἦλθε γὰρ φέρων εἰρήνην τοιαύτην, ἣν ἡμεῖς ἔργῳ μαθόντες ἔγνωμεν· πολλοὺς γὰρ τῶν πολιτῶν καὶ ἀγαθοὺς ἀπωλέσαμεν, </p></div><div type="textpart" subtype="section" n="14"><p>καὶ αὐτοὶ ὑπὸ τῶν τριάκοντα ἐξηλάθημεν. ἐνῆν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐνῆν</foreign> Halbertsman: <foreign xml:lang="grc">ἦν</foreign> MSS.</note> γὰρ ἀντὶ μὲν τοῦ ἐπὶ δέκα στάδια τῶν μακρῶν τειχῶν διελεῖν ὅλα τὰ μακρὰ τείχη διασκάψαι, ἀντὶ δὲ τοῦ ἄλλο τι ἀγαθὸν τῇ πόλει εὑρέσθαι τάς τε ναῦς παραδοῦναι <del>τοῖς Λακεδαιμονίοις</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῖς Λακεδαιμονίοις</foreign> del. Fuhr</note> καὶ τὸ περὶ τὸν Πειραιᾶ τεῖχος περιελεῖν. </p></div><div type="textpart" subtype="section" n="15"><p>ὁρῶντες δὲ οὗτοι οἱ ἄνδρες ὀνόματι μὲν εἰρήνην λεγομένην, τῷ δʼ ἔργῳ τὴν δημοκρατίαν καταλυομένην, οὐκ ἔφασαν ἐπιτρέψειν ταῦτα γενέσθαι, οὐκ ἐλεοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τείχη, εἰ πεσεῖται, οὐδὲ κηδόμενοι τῶν νεῶν, εἰ Λακεδαιμονίοις παραδοθήσονται (οὐδὲν γὰρ αὐτοῖς τούτων πλέον ἤ ὑμῶν ἑκάστῳ προσῆκεν), </p></div><div type="textpart" subtype="section" n="16"><p>ἀλλʼ αἰσθόμενοι ἐκ τοῦ τρόπου τούτου τὸ ὑμέτερον πλῆθος καταλυθησόμενον, οὐδʼ, ὥς φασί τινες, οὐκ ἐπιθυμοῦντες εἰρήνην γίγνεσθαι, ἀλλὰ βουλόμενοι βελτίω ταύτης εἰρήνην τῷ δήμῳ τῷ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> Fuhr: <foreign xml:lang="grc">τῶν</foreign> MSS.</note> Ἀθηναίων ποιήσασθαι. ἐνόμιζον δὲ δυνήσεσθαι, καὶ ἔπραξαν ἂν ταῦτα, εἰ μὴ ὑπʼ Ἀγοράτου τουτουὶ ἀπώλοντο. </p></div><div type="textpart" subtype="section" n="17"><p>γνοὺς δὲ ταῦτα Θηραμένης καὶ οἱ ἄλλοι οἱ ἐπιβουλεύοντες ὑμῖν, ὅτι εἰσί τινες οἳ κωλύσουσι τὸν δῆμον καταλυθῆναι καὶ ἐναντιώσονται περὶ τῆς ἐλευθερίας, εἵλοντο, πρὶν τὴν ἐκκλησίαν τὴν περὶ τῆς εἰρήνης γενέσθαι, τούτους πρῶτον εἰς διαβολὰς καὶ κινδύνους καταστῆσαι, ἵνα μηδεὶς ἐκεῖ ὑπὲρ τοῦ ὑμετέρου πλήθους ἀντιλέγοι. ἐπιβουλὴν οὖν τοιαύτην ἐπιβουλεύουσι. </p></div><div type="textpart" subtype="section" n="18"><p>πείθουσι γὰρ Ἀγόρατον τουτονὶ μηνυτὴν κατὰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων γενέσθαι, οὐ συνειδότα ἐκείνοις, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέν (οὐ γὰρ δήπου ἐκεῖνοι οὕτως ἀνόητοι ἦσαν καὶ ἄφιλοι, ὥστε περὶ τηλικούτων ἂν πραγμάτων πράττοντες Ἀγόρατον ὡς πιστὸν καὶ εὔνουν, δοῦλον καὶ ἐκ δούλων ὄντα, παρεκάλεσαν), ἀλλʼ ἐδόκει αὐτοῖς οὗτος ἐπιτήδειος εἶναι μηνυτής. </p></div><div type="textpart" subtype="section" n="19"><p>ἐβούλοντο οὖν ἄκοντα δοκεῖν αὐτὸν καὶ μὴ ἑκόντα μηνύειν, ὅπως πιστοτέρα ἡ μήνυσις φαίνοιτο.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πιστοτέρα ἡ μήνυσις
                φαίνοιτο</foreign> Francken: <foreign xml:lang="grc">πιστότερα ὑμῖν ὑποφαίνοιτο</foreign> 
              MSS.</note> ὡς δὲ ἑκὼν ἐμήνυσε, καὶ ὑμᾶς οἶμαι ἐκ τῶν πεπραγμένων αἰσθήσεσθαι.
              εἰσπέμπουσι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰσπέμπουσι</foreign> Dobree: <foreign xml:lang="grc">ἐκπέμπουσι</foreign>
              MSS.</note> γὰρ εἰς τὴν βουλὴν <del>τὴν πρὸ τῶν τριάκοντα βουλεύουσαν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὴν .. βουλεύουσαν</foreign> del.
              Sluiter</note> Θεόκριτον τὸν τοῦ Ἐλαφοστίκτου καλούμενον· ὁ δὲ Θεόκριτος οὗτος ἑταῖρος
            ἦν τῷ Ἀγοράτῳ καὶ ἐπιτήδειος. </p></div><div type="textpart" subtype="section" n="20"><p>ἡ δὲ βουλὴ ἡ πρὸ τῶν τριάκοντα βουλεύουσα διέφθαρτο καὶ ὀλιγαρχίας ἐπεθύμει, ὡς ἴστε, μάλιστα. τεκμήριον δέ· οἱ γὰρ πολλοὶ <add>οἱ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἱ</foreign> add. Scheibe</note> ἐξ ἐκείνης τῆς βουλῆς τὴν ὑστέραν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑστέραν</foreign> Taylor: <foreign xml:lang="grc">ὑμετέραν</foreign> MSS.</note> βουλὴν <add>τὴν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign> add. Markland</note> ἐπὶ τῶν τριάκοντα ἐβούλευον. τοῦ δʼ ἕνεκα ταῦτα λέγω ὑμῖν; ἵνʼ εἰδῆτε, ὅτι τὰ ψηφίσματα <add>τὰ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ</foreign> add. Bekker</note> ἐξ ἐκείνης τῆς βουλῆς οὐκ ἐπʼ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐκ ἐπʼ</foreign> Foertsch: <foreign xml:lang="grc">οὐκέτι</foreign> MSS.</note> εὐνοίᾳ τῇ ὑμετέρᾳ ἀλλʼ ἐπὶ καταλύσει τοῦ δήμου τοῦ ὑμετέρου ἅπαντα ἐγένετο,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγένετο</foreign> Markland: <foreign xml:lang="grc">ἐλέγετο</foreign> MSS.</note> καὶ ὡς τοιούτοις οὖσιν αὐτοῖς τὸν νοῦν προσέχητε. </p></div><div type="textpart" subtype="section" n="21"><p>εἰσελθὼν δὲ εἰς ταύτην τὴν βουλὴν ἐν ἀπορρήτῳ Θεόκριτος μηνύει ὅτι συλλέγονταί τινες ἐναντιωσόμενοι τοῖς τότε καθισταμένοις πράγμασι. τὰ μὲν οὖν ὀνόματα οὐκ ἔφη αὐτῶν ἐρεῖν καθʼ ἕκαστον· ὅρκους τε γὰρ ὀμωμοκέναι τοὺς αὐτοὺς ἐκείνοις, καὶ εἶναι ἑτέρους οἳ ἐροῦσι τὰ ὀνόματα, αὐτὸς δὲ οὐκ ἄν ποτε ποιῆσαι ταῦτα. </p></div><div type="textpart" subtype="section" n="22"><p>καίτοι εἰ μὴ ἐκ παρασκευῆς ἐμηνύετο, πῶς οὐκ ἂν ἠνάγκασεν ἡ βουλὴ εἰπεῖν τὰ ὀνόματα Θεόκριτον καὶ μὴ ἀνώνυμον τὴν μήνυσιν ποιήσασθαι; νυνὶ δὲ τοῦτο τὸ ψήφισμα ψηφίζεται.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ψηφίζεται</foreign> Scheibe: <foreign xml:lang="grc">ψηφίσετε, ψηφίσατο</foreign> MSS.</note></p></div><div type="textpart" subtype="section" n="23"><p><label>Ψήφισμα</label><milestone unit="para" ed="P"/>ἐπειδὴ τοίνυν τοῦτο τὸ ψήφισμα ἐψηφίσθη, κατέρχονται ἐπὶ τὸν Ἀγόρατον εἰς τὸν Πειραιᾶ οἱ αἱρεθέντες<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αἱρεθέντες</foreign> Reiske: <foreign xml:lang="grc">διαιρεθέντες</foreign> MSS.</note> τῶν βουλευτῶν, καὶ περιτυχόντες αὐτῷ ἐν ἀγορᾷ ἐζήτουν ἄγειν. παραγενόμενος δὲ Νικίας καὶ Νικομένης καὶ ἄλλοι τινές, ὁρῶντες τὰ πράγματα οὐχ οἷα βέλτιστα ἐν τῇ πόλει ὄντα, ἄγειν μὲν τὸν Ἀγόρατον οὐκ ἔφασαν προήσεσθαι, ἀφῃροῦντο δὲ καὶ ἠγγυῶντο καὶ ὡμολόγουν παρέξειν εἰς τὴν βουλήν. </p></div><div type="textpart" subtype="section" n="24"><p>γραψάμενοι δὲ οἱ βουλευταὶ τὰ ὀνόματα τῶν ἐγγυωμένων καὶ κωλυόντων, ἀπιόντες ᾤχοντο εἰς ἄστυ. ὁ δὲ Ἀγόρατος καὶ οἱ ἐγγυηταὶ καθίζουσιν ἐπὶ τὸν βωμὸν Μουνιχίασιν· ἐπειδὴ δὲ ἐκάθισαν, ἐβουλεύοντο τί χρὴ ποιεῖν. ἐδόκει οὖν τοῖς ἐγγυηταῖς καὶ τοῖς ἄλλοις ἅπασιν ἐκποδὼν ποιήσασθαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ποιήσασθαι</foreign> Foertsch: <foreign xml:lang="grc">ποιῆσαι</foreign> MSS.</note> τὸν Ἀγόρατον ὡς τάχιστα, </p></div><div type="textpart" subtype="section" n="25"><p>καὶ παρορμίσαντες δύο πλοῖα <del>Μουνιχίασιν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Μουνιχίασιν</foreign> del. Dobree</note> ἐδέοντο αὐτοῦ παντὶ τρόπῳ ἀπελθεῖν Ἀθήνηθεν, καὶ αὐτοὶ ἔφασαν συνεκπλευσεῖσθαι, ἕως τὰ πράγματα κατασταίη, λέγοντες ὅτι, εἰ κομισθείη εἰς τὴν βουλήν, βασανιζόμενος ἴσως ἀναγκασθήσεται ὀνόματα εἰπεῖν Ἀθηναίων ὧν ἂν ὑποβάλωσιν οἱ βουλόμενοι κακόν τι ἐν τῇ πόλει ἐργάζεσθαι. </p></div><div type="textpart" subtype="section" n="26"><p>ταῦτα ἐκείνων δεομένων καὶ παρασκευασάντων πλοῖα καὶ αὐτῶν ἑτοίμων ὄντων συνεκπλεῖν, οὐκ ἠθέλησε πείθεσθαι αὐτοῖς Ἀγόρατος οὑτοσί. καίτοι, ὦ Ἀγόρατε, εἰ μή τί σοι ἦν παρεσκευασμένον καὶ ἐπίστευες μηδὲν κακὸν πείσεσθαι, πῶς οὐκ ἂν ᾤχου καὶ πλοίων παρεσκευασμένων καὶ τῶν ἐγγυητῶν ἑτοίμων ὄντων σοι συνεκπλεῖν; ἔτι γὰρ οἷόν τέ σοι ἦν, καὶ οὔπω ἡ βουλή σου ἐκράτει. </p></div><div type="textpart" subtype="section" n="27"><p>ἀλλὰ μὲν δὴ οὐχ ὅμοιά γε σοὶ καὶ ἐκείνοις ὑπῆρχε. πρῶτον μὲν γὰρ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign> Mehler: <foreign xml:lang="grc">γε</foreign> MSS.</note> Ἀθηναῖοι ἦσαν ὥστε οὐκ ἐδέδισαν βασανισθῆναι· ἔπειτα πατρίδα σφετέραν αὐτῶν καταλιπόντες ἕτοιμοι ἦσαν συνεκπλεῖν μετὰ σοῦ, ἡγησάμενοι ταῦτα μᾶλλον λυσιτελεῖν ἢ τῶν πολιτῶν πολλοὺς καὶ ἀγαθοὺς ὑπὸ σοῦ ἀδίκως ἀπολέσθαι. σοὶ δὲ πρῶτον μὲν κίνδυνος ἦν βασανισθῆναι ὑπομείναντι, ἔπειτα οὐ πατρίδα ἂν σαυτοῦ ἀπέλιπες· </p></div><div type="textpart" subtype="section" n="28"><p>ὥστʼ ἐκ παντὸς τρόπου σοὶ μᾶλλον ἢ ἐκείνοις ἐκπλεῦσαι συνέφερεν, εἰ μή τι ἦν ᾧ ἐπίστευες. νῦν δὲ ἄκων μὲν προσποιεῖ, ἑκὼν δὲ πολλοὺς καὶ ἀγαθοὺς Ἀθηναίων ἀπέκτεινας. ὡς δὲ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὡς δὲ</foreign> Taylor: <foreign xml:lang="grc">ὥστε</foreign> MSS.</note> παρεσκευάσθη ἅπαντα ἃ ἐγὼ λέγω, καὶ μάρτυρές εἰσι καὶ αὐτὸ τὸ ψήφισμά σου τὸ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">σου τὸ</foreign> Reiske: <foreign xml:lang="grc">οὕτω, τοῦτο</foreign> MSS.</note> τῆς βουλῆς καταμαρτυρήσει. </p></div><div type="textpart" subtype="section" n="29"><p><label><add>Μάρτυρες</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μάρτυρες</foreign> add. Markland</note> Ψήφισμα</label><milestone unit="para" ed="P"/>ἐπειδὴ τοίνυν τοῦτο τὸ ψήφισμα ἐψηφίσθη καὶ ἦλθον οἱ ἐκ τῆς βουλῆς Μουνιχίαζε, ἑκὼν ἀνέστη Ἀγόρατος ἀπὸ τοῦ βωμοῦ· καίτοι νῦν γε βίᾳ φησὶν ἀφαιρεθῆναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>