<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="41"><p><milestone unit="para" ed="P"/>πολλάκις οὖν ἐθαύμασα τῆς
        τόλμης τῶν λεγόντων ὑπὲρ αὐτοῦ,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτοῦ</foreign> Dobree: <foreign xml:lang="grc">αὐτῶν</foreign> MSS.</note> πλὴν ὅταν
        ἐνθυμηθῶ ὅτι τῶν αὐτῶν ἐστιν αὐτούς τε πάντα τὰ κακὰ ἐργάζεσθαι καὶ τοὺς τοιούτους ἐπαινεῖν.
          </p></div><div type="textpart" subtype="section" n="42"><p>οὐ γὰρ νῦν πρῶτον τῷ ὑμετέρῳ πλήθει τὰ ἐναντία ἔπραξεν,
        ἀλλὰ καὶ ἐπὶ τῶν τετρακοσίων ἐν τῷ στρατοπέδῳ ὀλιγαρχίαν καθιστὰς ἔφευγεν ἐξ Ἑλλησπόντου
        τριήραρχος καταλιπὼν τὴν ναῦν, μετὰ Ἰατροκλέους καὶ ἑτέρων, ὧν τὰ ὀνόματα οὐδὲν δέομαι
        λέγειν. ἀφικόμενος δὲ δεῦρο τἀναντία τοῖς βουλομένοις δημοκρατίαν εἶναι ἔπραττε. καὶ τούτων
        μάρτυρας ὑμῖν παρέξομαι. 
               </p></div><div type="textpart" subtype="section" n="43"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>τὸν μὲν τοίνυν μεταξὺ βίον
        αὐτοῦ παρήσω· ἐπειδὴ δὲ ἡ ναυμαχία καὶ ἡ συμφορὰ τῇ πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης,
        ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων,
        συναγωγεῖς μὲν τῶν πολιτῶν ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῷ ὑμετέρῳ πλήθει
        πράττοντες· ὧν Ἐρατοσθένης καὶ Κριτίας ἦσαν. </p></div><div type="textpart" subtype="section" n="44"><p>οὗτοι δὲ
        φυλάρχους τε ἐπὶ τὰς φυλὰς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">φυλὰς</foreign> Taylor: <foreign xml:lang="grc">φυλακὰς</foreign> MSS.</note>
        κατέστησαν, καὶ ὅ τι δέοι χειροτονεῖσθαι καὶ οὕστινας χρείη<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">χρείη</foreign> Bekker: <foreign xml:lang="grc">χρὴ</foreign>
          MSS.</note> ἄρχειν παρήγγελλον, καὶ εἴ τι ἄλλο πράττειν βούλοιντο, κύριοι ἦσαν· οὕτως οὐχ
        ὑπὸ τῶν πολεμίων μόνον ἀλλὰ καὶ ὑπὸ τούτων πολιτῶν ὄντων ἐπεβουλεύεσθε ὅπως μήτʼ ἀγαθὸν
        μηδὲν ψηφιεῖσθε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Ψηφιεῖσθε</foreign>
          Cobet: <foreign xml:lang="grc">Ψηφίσεσθε, ψηφισεσθε</foreign> MSS.</note> πολλῶν τε
        ἐνδεεῖς ἔσεσθε. </p></div><div type="textpart" subtype="section" n="45"><p>τοῦτο γὰρ καλῶς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καλῶς</foreign> Frohberger: <foreign xml:lang="grc">καὶ</foreign> MSS.</note> ἠπίσταντο, ὅτι ἄλλως μὲν οὐχ οἷοί τε ἔσονται
        περιγενέσθαι, κακῶς δὲ πραττόντων δυνήσονται· καὶ ὑμᾶς ἡγοῦντο τῶν παρόντων κακῶν
        ἐπιθυμοῦντας ἀπαλλαγῆναι περὶ τῶν μελλόντων οὐκ ἐνθυμήσεσθαι. </p></div><div type="textpart" subtype="section" n="46"><p>ὡς τοίνυν τῶν ἐφόρων ἐγένετο, μάρτυρας ὑμῖν παρέξομαι, οὐ τοὺς τότε συμπράττοντας
        (οὐ γὰρ ἂν δυναίμην), ἀλλὰ τοὺς αὐτοῦ Ἐρατοσθένους ἀκούσαντας. </p></div><div type="textpart" subtype="section" n="47"><p>καίτοι εἰ ἐσωφρόνουν κατεμαρτύρουν ἂν αὐτῶν, καὶ τοὺς διδασκάλους τῶν σφετέρων
        ἁμαρτημάτων σφόδρʼ ἂν ἐκόλαζον, καὶ τοὺς ὅρκους, εἰ ἐσωφρόνουν, οὐκ ἂν ἐπὶ μὲν τοῖς τῶν
        πολιτῶν κακοῖς πιστοὺς ἐνόμιζον, ἐπὶ δὲ τοῖς τῆς πόλεως ἀγαθοῖς ῥᾳδίως παρέβαινον· πρὸς μὲν
        οὖν τούτους τοσαῦτα λέγω, τοὺς δὲ μάρτυράς μοι κάλει. καὶ ὑμεῖς ἀνάβητε. 
               </p></div><div type="textpart" subtype="section" n="48"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>τῶν μὲν μαρτύρων ἀκηκόατε.
        τὸ δὲ τελευταῖον εἰς τὴν ἀρχὴν καταστὰς ἀγαθοῦ μὲν οὐδενὸς μετέσχεν, ἄλλων δὲ πολλῶν. καίτοι
        εἴπερ ἦν ἀνὴρ ἀγαθός, ἐχρῆν αὐτὸν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸν</foreign> Bekker: <foreign xml:lang="grc">ἂν</foreign> MSS.</note> πρῶτον μὲν μὴ
        παρανόμως ἄρχειν, ἔπειτα τῇ βουλῇ μηνυτὴν γίγνεσθαι περὶ τῶν εἰσαγγελιῶν ἁπασῶν, ὅτι ψευδεῖς
        εἶεν, καὶ Βάτραχος καὶ Αἰσχυλίδης οὐ τἀληθῆ μηνύουσιν, ἀλλὰ τὰ ὑπὸ τῶν τριάκοντα πλασθέντα
        εἰσαγγέλλουσι, συγκείμενα ἐπὶ τῇ τῶν πολιτῶν βλάβῃ. </p></div><div type="textpart" subtype="section" n="49"><p>καὶ
        μὲν δή, ὦ ἄνδρες δικασταί, ὅσοι κακόνοι ἦσαν τῷ ὑμετέρῳ πλήθει, οὐδὲν ἔλαττον εἶχον
        σιωπῶντες· ἕτεροι γὰρ ἦσαν οἱ λέγοντες καὶ πράττοντες ὧν οὐχ οἷόν τʼ ἦν μείζω κακὰ γενέσθαι
        τῇ πόλει. ὁπόσοι δʼ εὖνοί φασιν εἶναι, πῶς οὐκ ἐνταῦθα ἔδειξαν, αὐτοί τε τὰ βέλτιστα
        λέγοντες καὶ τοὺς ἐξαμαρτάνοντας ἀποτρέποντες; </p></div><div type="textpart" subtype="section" n="50"><p><milestone unit="para" ed="P"/>ἴσως δʼ ἂν ἔχοι εἰπεῖν ὅτι ἐδεδοίκει, καὶ ὑμῶν τοῦτο ἐνίοις ἱκανὸν
        ἔσται. ὅπως τοίνυν μὴ φανήσεται ἐν τῷ λόγῳ τοῖς τριάκοντα ἐναντιούμενος· εἰ δὲ μή, ἐνταυθοῖ
        δῆλος ἔσται ὅτι ἐκεῖνά τε αὐτῷ ἤρεσκε, καὶ τοσοῦτον ἐδύνατο ὥστε ἐναντιούμενος μηδὲν κακὸν
        παθεῖν ὑπʼ αὐτῶν. χρῆν δʼ αὐτὸν ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ταύτην τὴν προθυμίαν ἔχειν, ἀλλὰ
        μὴ ὑπὲρ Θηραμένους, ὃς εἰς ὑμᾶς πολλὰ ἐξήμαρτεν. </p></div><div type="textpart" subtype="section" n="51"><p>ἀλλʼ
        οὗτος τὴν μὲν πόλιν ἐχθρὰν ἐνόμιζεν εἶναι, τοὺς δʼ ὑμετέρους ἐχθροὺς φίλους, ὡς ἀμφότερα
        ταῦτα ἐγὼ πολλοῖς τεκμηρίοις παραστήσω, καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς οὐχ ὑπὲρ ὑμῶν ἀλλʼ
        ὑπὲρ ἑαυτῶν γιγνομένας, ὁπότεροι τὰ πράγματα<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ πράγματα</foreign> Gebauer: <foreign xml:lang="grc">ταῦτα</foreign>
          MSS.</note> πράξουσι καὶ τῆς πόλεως ἄρξουσιν. </p></div><div type="textpart" subtype="section" n="52"><p>εἰ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ει</foreign> Schott: <foreign xml:lang="grc">καὶ</foreign> MSS.</note> γὰρ ὑπὲρ τῶν ἀδικουμένων ἐστασίαζον, ποῦ
        κάλλιον ἦν ἀνδρὶ ἄρχοντι, ἢ Θρασυβούλου Φυλὴν κατειληφότος, τότε ἐπιδείξασθαι τὴν αὑτοῦ
          εὔνοιαν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εὔνοιαν</foreign>
          Markland: <foreign xml:lang="grc">συνουσίαν</foreign> MSS.</note>; ὁ δʼ ἀντὶ τοῦ
        ἐπαγγείλασθαί τι ἢ πρᾶξαι ἀγαθὸν πρὸς τοὺς ἐπὶ Φυλῇ, ἐλθὼν μετὰ τῶν συναρχόντων εἰς Σαλαμῖνα
        καὶ Ἐλευσῖνάδε τριακοσίους τῶν πολιτῶν ἀπήγαγεν εἰς τὸ δεσμωτήριον, καὶ μιᾷ ψήφῳ αὐτῶν
        ἁπάντων θάνατον κατεψηφίσατο. </p></div><div type="textpart" subtype="section" n="53"><p><milestone unit="para" ed="P"/>ἐπειδὴ δὲ εἰς τὸν Πειραιᾶ ἤλθομεν καὶ αἱ ταραχαὶ γεγενημέναι ἦσαν καὶ περὶ τῶν
        διαλλαγῶν οἱ λόγοι ἐγίγνοντο, πολλὰς ἑκάτεροι ἐλπίδας εἴχομεν πρὸς ἀλλήλους ἔσεσθαι, ὡς
        ἀμφότεροι ἔδειξαν.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔδειξαν</foreign> Canter: <foreign xml:lang="grc">ἔδοξαν</foreign> MSS.</note> οἱ μὲν
        γὰρ ἐκ Πειραιῶς κρείττους ὄντες εἴασαν </p></div><div type="textpart" subtype="section" n="54"><p>αὐτοὺς ἀπελθεῖν· οἱ
        δὲ εἰς τὸ ἄστυ ἐλθόντες τοὺς μὲν τριάκοντα ἐξέβαλον πλὴν Φείδωνος καὶ Ἐρατοσθένους, ἄρχοντας
        δὲ τοὺς ἐκείνοις ἐχθίστους εἵλοντο, ἡγούμενοι δικαίως ἂν ὑπὸ τῶν αὐτῶν τούς τε τριάκοντα
        μισεῖσθαι καὶ τοὺς ἐν Πειραιεῖ φιλεῖσθαι. </p></div><div type="textpart" subtype="section" n="55"><p>τούτων τοίνυν
        Φείδων <del>ὁ τῶν τριάκοντα</del>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁ
            τῶν τριάκοντα</foreign> del. Fronhberger</note> γενόμενος καὶ Ἱπποκλῆς καὶ Ἐπιχάρης ὁ
        Λαμπτρεὺς καὶ ἕτεροι οἱ δοκοῦντες εἶναι ἐναντιώτατοι Χαρικλεῖ καὶ Κριτίᾳ καὶ τῇ ἐκείνων
        ἑταιρεία, ἐπειδή αὐτοὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτοὶ</foreign> Markland: <foreign xml:lang="grc">αὐτοὺς, αὐτοῖς</foreign> MSS.</note>
        εἰς τὴν ἀρχὴν κατέστησαν, πολὺ μείζω στάσιν καὶ πόλεμον ἐπὶ τοὺς ἐν Πειραιεῖ
          <del>ἢ</del>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἤ</foreign> del.
          Reiske</note> τοῖς ἐξ ἄστεως ἐποίησαν. </p></div><div type="textpart" subtype="section" n="56"><p>ᾧ καὶ φανερῶς
        ἐπεδείξαντο ὅτι οὐχ ὑπὲρ τῶν ἐν Πειραιεῖ οὐδʼ ὑπὲρ τῶν ἀδίκως ἀπολλυμένων ἐστασίαζον, οὐδʼ
        οἱ τεθνεῶτες αὐτοὺς ἐλύπουν οὐδʼ οἱ μέλλοντες ἀποθανεῖσθαι, ἀλλʼ οἱ μεῖζον δυνάμενοι καὶ
        θᾶττον πλουτοῦντες. </p></div><div type="textpart" subtype="section" n="57"><p>λαβόντες γὰρ τὰς ἀρχὰς καὶ τὴν πόλιν
        ἀμφοτέροις ἐπολέμουν, τοῖς τε τριάκοντα πάντα κακὰ εἰργασμένοις καὶ ὑμῖν πάντα κακὰ
        πεπονθόσι. καίτοι τοῦτο πᾶσι δῆλον ἦν, ὅτι εἰ μὲν ἐκεῖνοι δικαίως ἔφευγον, ὑμεῖς ἀδίκως, εἰ
        δʼ ὑμεῖς δικαίως, οἱ τριάκοντα ἀδίκως<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμεῖς δικαίως, οἱ τριάκοντα ἀδίκως</foreign> Reiske: <foreign xml:lang="grc">ὑμεῖς ἀδίκως, οἱ τριάκοντα δικαίως</foreign> MSS.</note>· οὐ γὰρ δὴ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὴ</foreign> Stephanus: <foreign xml:lang="grc">διʼ</foreign>.</note> ἑτέρων ἔργων αἰτίαν λαβόντες ἐκ τῆς πόλεως
        ἐξέπεσον, </p></div><div type="textpart" subtype="section" n="58"><p>ἀλλὰ τούτων. ὥστε σφόδρα χρὴ ὀργίζεσθαι, ὅτι
        Φείδων αἱρεθεὶς ὑμᾶς διαλλάξαι καὶ καταγαγεῖν τῶν αὐτῶν ἔργων Ἐρατοσθένει μετεῖχε καὶ τῇ
        αὐτῇ γνώμῃ τοὺς μὲν κρείττους αὑτῶν διʼ ὑμᾶς κακῶς ποιεῖν ἕτοιμος ἦν, ὑμῖν δὲ ἀδίκως
        φεύγουσιν οὐκ ἠθέλησεν ἀποδοῦναι τὴν πόλιν, ἀλλʼ ἐλθὼν εἰς Λακεδαίμονα ἔπειθεν αὐτοὺς
        στρατεύεσθαι, διαβάλλων ὅτι Βοιωτῶν ἡ πόλις ἔσται, καὶ ἄλλα λέγων οἷ ᾤετο πείσειν μάλιστα.
          </p></div><div type="textpart" subtype="section" n="59"><p>οὐ δυνάμενος δὲ τούτων τυχεῖν, εἴτε καὶ τῶν ἱερῶν
        ἐμποδὼν ὄντων εἴτε καὶ αὐτῶν οὐ βουλομένων, ἑκατὸν τάλαντα ἐδανείσατο, ἵνα ἔχοι ἐπικούρους
        μισθοῦσθαι, καὶ Λύσανδρον ἄρχοντα ᾐτήσατο, εὐνούστατον μὲν ὄντα τῇ ὀλιγαρχίᾳ, κακονούστατον
        δὲ τῇ πόλει, μισοῦντα δὲ μάλιστα τοὺς ἐν Πειραιεῖ. </p></div><div type="textpart" subtype="section" n="60"><p>μισθωσάμενοι δὲ πάντας ἀνθρώπους ἐπʼ ὀλέθρῳ τῆς πόλεως, καὶ πόλεις ἐπάγοντες, καὶ
        τελευτῶντες Λακεδαιμονίους καὶ τῶν συμμάχων ὁπόσους ἐδύναντο πεῖσαι, οὐ διαλλάξαι ἀλλʼ
        ἀπολέσαι παρεσκευάζοντο τὴν πόλιν εἰ μὴ διʼ ἄνδρας ἀγαθούς, οἷς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἷ</foreign> Taylor: <foreign xml:lang="grc">οὓ</foreign> MSS.</note> ὑμεῖς δηλώσατε παρὰ τῶν ἐχθρῶν δίκην λαβόντες, ὅτι καὶ
        ἐκείνοις χάριν ἀποδώσετε. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>