<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p>οὗτοι γὰρ πολλοὺς μὲν τῶν πολιτῶν εἰς τοὺς πολεμίους ἐξήλασαν,
        πολλοὺς δʼ ἀδίκως ἀποκτείναντες ἀτάφους ἐποίησαν, πολλοὺς δʼ ἐπιτίμους ὄντας ἀτίμους
          <del>τῆς πόλεως</del>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῆς
            πόλεως</foreign> del. Markland</note> κατέστησαν, πολλῶν δὲ θυγατέρας μελλούσας
        ἐκδίδοσθαι ἐκώλυσαν. </p></div><div type="textpart" subtype="section" n="22"><p>καὶ εἰς τοσοῦτόν εἰσι τόλμης
        ἀφιγμένοι ὥσθʼ ἥκουσιν ἀπολογησόμενοι, καὶ λέγουσιν ὡς οὐδὲν κακὸν οὐδʼ αἰσχρὸν εἰργασμένοι
        εἰσίν. ἐγὼ δʼ ἐβουλόμην ἂν αὐτοὺς ἀληθῆ λέγειν· μετῆν γὰρ ἂν καὶ ἐμοὶ τούτου τἀγαθοῦ οὐκ
        ἐλάχιστον μέρος. </p></div><div type="textpart" subtype="section" n="23"><p>νῦν δὲ οὔτε πρὸς τὴν πόλιν αὐτοῖς τοιαῦτα
        ὑπάρχει οὔτε πρὸς ἐμέ· τὸν ἀδελφὸν γὰρ μου, ὥσπερ καὶ πρότερον εἶπον, Ἐρατοσθένης
        ἀπέκτεινεν, οὔτε αὐτὸς ἰδίᾳ ἀδικούμενος οὔτε εἰς τὴν πόλιν ὁρῶν ἐξαμαρτάνοντα, ἀλλὰ τῇ
        ἑαυτοῦ παρανομία προθύμως ἐξυπηρετῶν. </p></div><div type="textpart" subtype="section" n="24"><p>ἀναβιβασάμενος δʼ
        αὐτὸν βούλομαι ἐρέσθαι, ὦ ἄνδρες δικασταί. τοιαύτην γὰρ γνώμην ἔχω· ἐπὶ μὲν τῇ τούτου
        ὠφελείᾳ καὶ πρὸς ἕτερον περὶ τούτου διαλέγεσθαι ἀσεβὲς εἶναι νομίζω, ἐπὶ δὲ τῇ τούτου βλάβῃ
        καὶ πρὸς αὐτὸν τοῦτον ὅσιον καὶ εὐσεβές. ἀνάβηθι οὖν μοι καὶ ἀπόκριναι, ὅ τι ἄν σε ἐρωτῶ.
          </p></div><div type="textpart" subtype="section" n="25"><p><milestone unit="para" ed="P"/>ἀπήγαγες Πολέμαρχον ἢ οὔ;
          <q>τὰ ὑπὸ τῶν ἀρχόντων προσταχθέντα δεδιὼς ἐποίουν.</q> ἦσθα δʼ ἐν τῷ βουλευτηρίῳ, ὅτε οἱ
        λόγοι ἐγίγνοντο περὶ ἡμῶν; <q>ἦ.</q> πότερον συνηγόρευες τοῖς κελεύουσιν ἀποκτεῖναι ἢ
        ἀντέλεγες; <q>ἀντέλεγον.</q> ἵνα μὴ ἀποθάνωμεν; <q>ἵνα μὴ ἀποθάνητε.</q> ἡγούμενος ἡμᾶς
        ἄδικα πάσχειν ἢ δίκαια; <q>ἄδικα.</q>
               </p></div><div type="textpart" subtype="section" n="26"><p><milestone unit="para" ed="P"/>εἶτʼ, ὦ σχετλιώτατε πάντων,
        ἀντέλεγες μὲν ἵνα σώσειας, συνελάμβανες δὲ ἵνα ἀποκτείνῃς; καὶ ὅτε μὲν τὸ πλῆθος ἦν ὑμῶν
        κύριον τῆς σωτηρίας τῆς ἡμετέρας, ἀντιλέγειν φῂς τοῖς βουλομένοις ἡμᾶς ἀπολέσαι, ἐπειδὴ δὲ
        ἐπὶ σοὶ μόνῳ ἐγένετο καὶ σῶσαι Πολέμαρχον καὶ μή, εἰς τὸ δεσμωτήριον ἀπήγαγες; εἶθʼ ὅ μέν,
        ὡς φῄς, ἀντειπὼν οὐδὲν ὠφέλησας, ἀξιοῖς χρηστὸς νομίζεσθαι, ὅτι δὲ συλλαβὼν ἀπέκτεινας, οὐκ
          <del>οἴει</del>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἴει</foreign>
          del. Madvig</note> ἐμοὶ καὶ τουτοισὶ δοῦναι δίκην; </p></div><div type="textpart" subtype="section" n="27"><p><milestone unit="para" ed="P"/>καὶ μὴν οὐδὲ τοῦτο εἰκὸς αὐτῷ πιστεύειν, εἴπερ ἀληθῆ
        λέγει φάσκων ἀντειπεῖν, ὡς αὐτῷ προσετάχθη.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προσετάχθη</foreign> Reiske: <foreign xml:lang="grc">ἐτάχθη</foreign>
          MSS.</note> οὐ γὰρ δήπου ἐν τοῖς μετοίκοις πίστιν παρʼ αὐτοῦ ἐλάμβανον. ἔπειτα τῷ
          ἧττον<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἧττον</foreign> Canter:
            <foreign xml:lang="grc">πίστιν</foreign> MSS.</note> εἰκὸς ἦν προσταχθῆναι ἢ ὅστις
        ἀντειπών γε ἐτύγχανε καὶ γνώμην ἀποδεδειγμένος; τίνα γὰρ εἰκὸς ἦν ἧττον ταῦτα ὑπηρετῆσαι ἢ
        τὸν ἀντειπόντα οἷς ἐκεῖνοι ἐβούλοντο πραχθῆναι; </p></div><div type="textpart" subtype="section" n="28"><p>ἔτι δὲ
        τοῖς μὲν ἄλλοις Ἀθηναίοις ἱκανή μοι δοκεῖ πρόφασις εἶναι τῶν γεγενημένων εἰς τοὺς τριάκοντα
        ἀναφέρειν τὴν αἰτίαν· αὐτοὺς δὲ τοὺς τριάκοντα, ἐὰν εἰς σφᾶς αὐτοὺς ἀναφέρωσι, πῶς ὑμᾶς
        εἰκὸς ἀποδέχεσθαι; </p></div><div type="textpart" subtype="section" n="29"><p>εἰ μὲν γάρ τις ἦν ἐν τῇ πόλει ἀρχὴ ἰσχυροτέρα <del>αὐτῆς</del>, <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτῆς</foreign> del. Dobree</note> ὑφʼ ἧς αὐτῷ
                  προσετάττετο παρὰ τὸ δίκαιον ἀνθρώπους ἀπολλύναι, ἴσως ἂν εἰκότως αὐτῷ συγγνώμην
                  εἴχετε· νῦν δὲ παρὰ τοῦ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παρὰ τοῦ</foreign> Canter: <foreign xml:lang="grc">παρ’
                        αὐτοῦ</foreign> MSS.</note> ποτε καὶ λήψεσθε δίκην, εἴπερ ἐξέσται τοῖς
                  τριάκοντα λέγειν ὅτι τὰ ὑπὸ τῶν τριάκοντα προσταχθέντα ἐποίουν; </p></div><div type="textpart" subtype="section" n="30"><p>καὶ μὲν δὴ οὐκ ἐν τῇ οἰκία ἀλλʼ ἐν τῇ ὁδῷ, σῴζειν τε αὐτὸν καὶ τὰ τούτοις
                  ἐψηφισμένα παρόν,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">σῴζειν τε</foreign> et paro/n Sauppe: 
                     <foreign xml:lang="grc">sw/zonta</foreign> et <foreign xml:lang="grc">ὃν</foreign>
                     MSS.</note> συλλαβὼν ἀπήγαγεν. ὑμεῖς δὲ πᾶσιν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πᾶσιν</foreign> Reiske: <foreign xml:lang="grc">πάντες</foreign> MSS.</note> ὀργίζεσθε, ὅσοι εἰς τὰς οἰκίας ἦλθον τὰς
                  ὑμετέρας ζήτησιν ποιούμενοι ἢ ὑμῶν ἢ τῶν ὑμετέρων τινός. </p></div><div type="textpart" subtype="section" n="31"><p>καίτοι εἰ χρὴ τοῖς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῖς</foreign>
          Reiske: <foreign xml:lang="grc">τούτοις</foreign> MSS.</note> διὰ τὴν ἑαυτῶν σωτηρίαν
        ἑτέρους ἀπολέσασι συγγνώμην ἔχειν, ἐκείνοις ἂν δικαιότερον ἔχοιτε· κίνδυνος γὰρ ἦν πεμφθεῖσι
        μὴ ἐλθεῖν καὶ καταλαβοῦσιν ἐξάρνοις γενέσθαι. τῷ δὲ Ἐρατοσθένει ἐξῆν εἰπεῖν ὅτι οὐκ
        ἀπήντησεν, ἔπειτα ὅτι οὐκ εἶδεν· ταῦτα γὰρ οὔτʼ ἔλεγχον οὔτε βάσανον εἶχεν, ὥστε μηδʼ ὑπὸ
        τῶν ἐχθρῶν βουλομένων οἷόν τʼ εἶναι ἐξελεγχθῆναι. </p></div><div type="textpart" subtype="section" n="32"><p>χρῆν δέ
        σε, ὦ Ἐρατόσθενες, εἴπερ ἦσθα χρηστός, πολὺ μᾶλλον τοῖς μέλλουσιν ἀδίκως ἀποθανεῖσθαι
        μηνυτὴν γενέσθαι ἢ τοὺς ἀδίκως ἀπολουμένους συλλαμβάνειν. νῦν δέ σου τὰ ἔργα φανερὰ
        γεγένηται οὐχ ὡς ἀνιωμένου ἀλλʼ ὡς ἡδομένου τοῖς γιγνομένοις, </p></div><div type="textpart" subtype="section" n="33"><p>ὥστε τούσδε ἐκ τῶν ἔργων χρὴ μᾶλλον ἢ ἐκ τῶν λόγων τὴν ψῆφον φέρειν, ἃ ἴσασι
        γεγενημένα τῶν τότε λεγομένων τεκμήρια λαμβάνοντας, ἐπειδὴ μάρτυρας περὶ αὐτῶν οὐχ οἷόν τε
        παρασχέσθαι. οὐ γὰρ μόνον ἡμῖν παρεῖναι οὐκ ἐξῆν, ἀλλʼ οὐδὲ παρʼ αὑτοῖς εἶναι, ὥστʼ ἐπὶ
        τούτοις ἐστὶ πάντα τὰ κακὰ εἰργασμένοις τὴν πόλιν πάντα τἀγαθὰ περὶ αὑτῶν λέγειν. </p></div><div type="textpart" subtype="section" n="34"><p>τοῦτο μέντοι οὐ φεύγω, ἀλλʼ ὁμολογῶ σοι, εἰ βούλει, ἀντειπεῖν.
        θαυμάζω δὲ τί ἄν ποτʼ ἐποίησας συνειπών, ὁπότε ἀντειπεῖν φάσκων ἀπέκτεινας Πολέμαρχον.
          <milestone unit="para" ed="P"/>φέρε δή, τί ἄν, εἰ καὶ ἀδελφοὶ ὄντες ἐτύχετε αὐτοῦ ἢ καὶ
        ὑεῖς; ἀπεψηφίσασθε; δεῖ γάρ, ὦ ἄνδρες δικασταί, Ἐρατοσθένην δυοῖν θάτερον ἀποδεῖξαι, ἢ ὡς
        οὐκ ἀπήγαγεν αὐτόν, ἢ ὡς δικαίως τοῦτʼ ἔπραξεν. οὗτος δὲ ὡμολόγηκεν ἀδίκως συλλαβεῖν, ὥστε
        ῥᾳδίαν ὑμῖν τὴν διαψήφισιν περὶ αὑτοῦ πεποίηκε. </p></div><div type="textpart" subtype="section" n="35"><p>καὶ μὲν δὴ
        πολλοὶ καὶ τῶν ἀστῶν καὶ τῶν ξένων ἥκουσιν εἰσόμενοι τίνα γνώμην περὶ τούτων ἕξετε. ὧν οἱ
        μὲν ὑμέτεροι ὄντες πολῖται μαθόντες ἀπίασιν ὅτι ἢ δίκην δώσουσιν ὧν ἂν ἐξαμάρτωσιν, ἢ
        πράξαντες μὲν ὧν ἐφίενται τύραννοι τῆς πόλεως ἔσονται, δυστυχήσαντες δὲ τὸ ἴσον ὑμῖν
        ἕξουσιν· ὅσοι δὲ ξένοι ἐπιδημοῦσιν, εἴσονται πότερον ἀδίκως τοὺς τριάκοντα ἐκκηρύττουσιν ἐκ
        τῶν πόλεων ἢ δικαίως. εἰ γὰρ δὴ αὐτοὶ οἱ κακῶς πεπονθότες λαβόντες ἀφήσουσιν, ἦ που σφᾶς
          <add>γʼ</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γʼ</foreign> add.
          Fuhr</note> αὐτοὺς ἡγήσονται περιέργους ὑπὲρ ὑμῶν τηρουμένους. </p></div><div type="textpart" subtype="section" n="36"><p>οὐκ οὖν δεινὸν εἰ τοὺς μὲν στρατηγούς, οἳ ἐνίκων ναυμαχοῦντες, ὅτε διὰ χειμῶνα οὐχ
        οἷοί τʼ ἔφασαν εἶναι τοὺς ἐκ τῆς θαλάττης ἀνελέσθαι, θανάτῳ ἐζημιώσατε, ἡγούμενοι χρῆναι τῇ
        τῶν τεθνεώτων ἀρετῇ παρʼ ἐκείνων δίκην λαβεῖν, τούτους δέ, οἳ ἰδιῶται μὲν ὄντες καθʼ ὅσον
        ἐδύναντο ἐποίησαν ἡττηθῆναι ναυμαχοῦντας, ἐπειδὴ δὲ εἰς τὴν ἀρχὴν κατέστησαν, ὁμολογοῦσιν
        ἑκόντες πολλοὺς τῶν πολιτῶν ἀκρίτους ἀποκτιννύναι, οὐκ ἄρα χρὴ αὐτοὺς καὶ τοὺς παῖδας ὑφʼ
        ὑμῶν ταῖς ἐσχάταις ζημίαις κολάζεσθαι; </p></div><div type="textpart" subtype="section" n="37"><p><milestone unit="para" ed="P"/>ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, ἠξίουν ἱκανὰ εἶναι τὰ κατηγορημένα·
        μέχρι γὰρ τούτου νομίζω χρῆναι κατηγορεῖν, ἕως ἂν θανάτου δόξῃ τῷ φεύγοντι ἄξια εἰργάσθαι.
        ταύτην γὰρ ἐσχάτην δίκην δυνάμεθα παρʼ αὐτῶν λαβεῖν. ὥστʼ οὐκ οἶδʼ ὅ τι δεῖ πολλὰ κατηγορεῖν
        τοιούτων ἀνδρῶν, οἳ οὐδʼ ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων δὶς ἀποθανόντες δίκην δοῦναι
        δύναιντʼ ἂν <add>ἀξίαν</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀξίαν</foreign> add. Frohberger</note>. οὐ γὰρ δὴ οὐδὲ τοῦτο αὐτῷ προσήκει ποιῆσαι,
          </p></div><div type="textpart" subtype="section" n="38"><p>ὅπερ ἐν τῇδε τῇ πόλει εἰθισμένον ἐστί, πρὸς μὲν τὰ
        κατηγορημένα μηδὲν ἀπολογεῖσθαι, περὶ δὲ σφῶν αὐτῶν ἕτερα λέγοντες ἐνίοτε ἐξαπατῶσιν, ὑμῖν
        ἀποδεικνύντες ὡς στρατιῶται ἀγαθοί εἰσιν, ἢ ὡς πολλὰς τῶν πολεμίων ναῦς ἔλαβον
        τριηραρχήσαντες, <add>ἢ</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἤ</foreign> add. Markland</note> πόλεις πολεμίας οὔσας φίλας </p></div><div type="textpart" subtype="section" n="39"><p>ἐποίησαν· ἐπεὶ κελεύετε αὐτὸν ἀποδεῖξαι ὅπου τοσούτους τῶν πολεμίων ἀπέκτειναν
        ὅσους τῶν πολιτῶν, ἢ ναῦς ὅπου τοσαύτας ἕσας αὐτοὶ παρέδοσαν, ἢ πόλιν ἥντινα τοιαύτην
        προσεκτήσαντο οἵαν τὴν ὑμετέραν κατεδουλώσαντο. </p></div><div type="textpart" subtype="section" n="40"><p>ἀλλὰ γὰρ
        ὅπλα τῶν πολεμίων <add>τοσαῦτα</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοσαῦτα</foreign> add.
          Reiske</note> ἐσκύλευσαν ὅσα περ ὑμῶν ἀφείλοντο, ἀλλὰ τείχη τοιαῦτα εἷλον οἷα τῆς ἑαυτῶν
        πατρίδος κατέσκαψαν; οἵτινες καὶ τὰ περὶ τὴν Ἀττικὴν φρούρια καθεῖλον, καὶ ὑμῖν ἐδήλωσαν ὅτι
        οὐδὲ τὸν Πειραιᾶ Λακεδαιμονίων προσταττόντων περιεῖλον, ἀλλʼ ὅτι ἑαυτοῖς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὅτι ἑαυτοῖς</foreign> Sluiter: <foreign xml:lang="grc">οῖς αὐτοῖς</foreign>.</note> τὴν ἀρχὴν οὕτω βεβαιοτέραν ἐνόμιζον εἶναι.
          </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>