<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg011.perseus-grc2:1-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg011.perseus-grc2:1-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>ὅτι μὲν τὸν πατέρα μʼ ἔφασκεν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔφασκεν</foreign> Taylor: <foreign xml:lang="grc">ἔφασκον</foreign> MSS.</note> ἀπεκτονέναι, πολλοὶ συνοίδασιν ὑμῶν, καὶ μαρτυροῦσι δέ μοι· ὅτι δὲ οὐ πεποίηκα, δῆλον· ἔτη γὰρ ἐστί μοι δύο καὶ τριάκοντα, ἐξ οὗ δʼ ὑμεῖς κατήλθετε, εἰκοστὸν τουτί. </p></div><div type="textpart" subtype="section" n="2"><p>φαίνομαι οὖν δωδεκαέτης ὤν, ὅτε ὁ πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνῃσκεν, ὥστʼ οὐδʼ ὅ τι ὀλιγαρχία ἦν ᾔδη, οὐδὲ τῷ πατρὶ βοηθεῖν οἷός τʼ ἦ. ἀλλὰ μὴν οὐδὲ τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα αὐτῷ· ὁ γὰρ πρεσβύτερος ἀδελφὸς πάντα λαβὼν ἀπεστέρησεν ἡμᾶς. </p></div><div type="textpart" subtype="section" n="3"><p><milestone unit="para" ed="P"/>ἴσως δʼ ἐρεῖ ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις φῇ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτʼ ἀπαγορεύειν, ἀλλʼ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν. ἐγὼ δʼ οἶμαι δεῖν οὐ περὶ τῶν ὀνομάτων διαφέρεσθαι, ἀλλὰ περὶ τῆς τῶν ἔργων διανοίας, καὶ πάντας εἰδέναι ὅτι ὁπόσοι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁπόσοι</foreign> Stephanus: <foreign xml:lang="grc">ὁποῖοι</foreign> MSS.</note> ἀπεκτόνασί τινας, καὶ ἀνδροφόνοι τῶν αὐτῶν εἰσι, καὶ ὅσοι ἀνδροφόνοι τινός, καὶ ἀπεκτόνασι τοῦτον. </p></div><div type="textpart" subtype="section" n="4"><p>πολὺ γὰρ ἂν ἔργον εἴη τῷ νομοθέτῃ πάντα γράφειν τὰ ὀνόματα, ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἑνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν. οὐ γὰρ δήπου ἐὰν μέν τις πατραλοίαν ἢ μητραλοίαν καλῇ σε,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καλῇ σε</foreign> Markland: <foreign xml:lang="grc">καλέσῃ</foreign> MSS.</note> ὑπόδικός ἐστιν, ἐὰν δέ τις τὴν τεκοῦσαν ἢ τὸν φυτεύσαντα τύπτειν <add>φῇ</add>,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τύπτειν φῇ</foreign> Emperius: <foreign xml:lang="grc">τύπτοι</foreign> MSS.</note> ἀζήμιος ἔσται. </p></div><div type="textpart" subtype="section" n="5"><p>καὶ ἐάν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐάν</foreign> Hermann: <foreign xml:lang="grc">εἴ</foreign> MSS.</note> τις εἴπῃ ῥίψασπιν, ἀθῷος ἔσται· τὸν γὰρ νόμον, ἐάν τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, ζημίαν τάττειν, ἀλλʼ οὐκ ἄν τις ῥῖψαι φῇ αὐτήν. ὁμοίως δʼ ἂν καὶ τῶν ἕνδεκα γενόμενος οὐκ ἂν ἀπεδέχου τὸν ἀπαγόμενον, ὅτι θοἰμάτιον ἐξέδυέ τινος<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐξέδυέ τινος</foreign> Emperius: <foreign xml:lang="grc">ἔξω θέμενος</foreign>.</note> ἢ τὸν χιτωνίσκον, </p></div><div type="textpart" subtype="section" n="6"><p>εἰ μὴ λωποδύτην ὠνόμαζεν. οὐδʼ εἴ τις παῖδʼ ἐξῆγεν, ὡς ἀνδραποδιστήν· καὶ αὐτὸς μὲν ἐδικάσω κακηγορίας τῷ εἰπόντι σε ῥῖψαι τὴν ἀσπίδα. καίτοι ἐν τῷ νόμῳ οὐ γέγραπται, ἀλλʼ ἐάν τις φῇ ἀποβεβληκέναι. πῶς οὖν οὐ δεινόν, ἐὰν μέν τις σὲ ἔπῃ, τοὺς νόμους ἐκλαμβάνειν οὕτως ὥσπερ ἐγὼ νῦν, καὶ τιμωρεῖσθαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τιμωρεῖσθαι</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc">τιμωρεῖν</foreign> MSS.</note> τοὺς ἐχθρούς, ἐὰν δʼ αὐτὸς εἴπῃς, οὐκ ἀξιοῦν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀξιοῦν</foreign> Taylor: <foreign xml:lang="grc">ἄξιον</foreign> MSS.</note> δοῦναι δίκην; </p></div><div type="textpart" subtype="section" n="7"><p>βοηθήσατε οὖν μοι, ἐνθυμούμενοι ὅτι μεῖζόν ἐστι κακὸν <add>ἀκοῦσαι</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀκοῦσαι</foreign> add. Baiter et Sauppe</note> τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ῥῖψαι. ἐγὼ γοῦν δεξαίμην <add>ἂν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Markland</note> πάσας ἀποβεβληκέναι ἢ τοιαύτην γνώμην περὶ τὸν πατέρα ἔχειν. καίτοι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καίτοι</foreign> Contius: <foreign xml:lang="grc">καί</foreign> MSS.</note> γε τοῦτον μὲν ἑώρακα ποιοῦντα, ὡς καὶ ὑμεῖς ἴστε, αὐτὸς δʼ ἔσωσα τὴν ἀσπίδα. ὥστε διὰ τί οὐκ ἂν λάβοιμι δίκην παρʼ αὐτοῦ; </p></div><div type="textpart" subtype="section" n="8"><p>τίνος ἐγκλήματός μοι ὄντος; πότερον ὡς δικαίως ἤκουσα; ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε. ἀλλʼ ὡς βελτίων οὗτος<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">βελτίων οὗτος</foreign> Sluiter: <foreign xml:lang="grc">βελτίονος ὄντος</foreign>.</note>; ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα σώσαντι δικάζομαι; ἀλλʼ οὐχ οὗτος ὁ λόγος διέσπαρται κατὰ τὴν πόλιν. μὴ δὴ κακῶς ἀκούοντα τὰ προσήκοντα ἐλεεῖτε, </p></div><div type="textpart" subtype="section" n="9"><p>μηδʼ ὑβρίζοντί τε καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε, καὶ ταῦτα εἰς ἄνδρα ὃς πολλὰς μὲν στρατηγίας ἐστρατήγηκε, πολλοὺς δὲ μεθʼ ὑμῶν <add>κινδύνους</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κινδύνους</foreign> add. Taylor</note> κεκινδύνευκε, καὶ οὔτε τοῖς πολεμίοις ὑποχείριος γέγονεν οὔθʼ ὑμῖν εὔθυναν ὦφλεν, ἑβδομήκοντα δʼ ἐτῶν ὢν ἐπʼ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπʼ</foreign> Baiter: <foreign xml:lang="grc">ὑπʼ</foreign>.</note> ὀλιγαρχίας ἐτελεύτησε διὰ τὴν ὑμετέραν εὔνοιαν. </p></div><div type="textpart" subtype="section" n="10"><p>ἄξιον δὲὀργισθῆναι ὑπὲρ αὐτοῦ· τί γὰρ ἂν τούτου ἀνιαρότερον ἀκούσειεν, εἰ τεθνηκὼς ὑπὸ τῶν ἐχθρῶν αἰτίαν ἔχοι ὑπὸ τῶν τέκνων ἀνῃρῆσθαι; οὗ τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις ἱεροῖς ἀνάκειται, τῆς δὲ τούτων κακίας πρὸς τοῖς τῶν πολεμίων. </p></div><div type="textpart" subtype="section" n="11"><p><milestone unit="para" ed="P"/>ἐρεῖ δὲ ὡς ὀργισθεὶς εἴρηκεν. ὑμεῖς δʼ ἐνθυμεῖσθε ὅτι ὁ νομοθέτης οὐδεμίαν συγγνώμην ὀργῇ δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποδεικνύῃ ἀληθῆ. ἐγὼ δὲ δὶς περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόντας<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἰδόντας</foreign> Contius: <foreign xml:lang="grc">ἰδιώτας</foreign> MSS.</note> τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε. δέομαι οὖν καταψηφίσασθαι αὐτοῦ. </p></div><div type="textpart" subtype="section" n="12"><p>νυνὶ γὰρ διώκω μὲν κακηγορίας, τῇ δʼ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, οὗ μείζων ἀγὼν οὐκ ἂν γένοιτό μοι, ὃς μόνος δοκιμασθεὶς τοῖς τριάκοντʼ ἐπεξῆλθον ἐν Ἀρείῳ πάγῳ. βοηθήσατʼ οὖν κἀκείνῳ κἀμοί.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>