<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2:9-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2:9-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="9"><p>ἡδέως γὰρ ἄν σου πυθοίμην (περὶ τοῦτο γὰρ δεινὸς εἶ καὶ μεμελέτηκας καὶ ποιεῖν καὶ λέγειν)· εἴ τίς σε εἴποι ῥῖψαι τὴν ἀσπίδα (ἐν δὲ τῷ νόμῳ εἴρηται,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἴρηται</foreign> Dobree: <foreign xml:lang="grc">εἴρητο</foreign> MSS.</note> <q>ἐάν τις φάσκῃ ἀποβεβληκέναι, ὑπόδικον εἶναι</q>), οὐκ ἂν ἐδικάζου αὐτῷ ἀλλʼ ἐξήρκει ἄν σοι ἐρριφέναι τὴν ἀσπίδα λέγοντι οὐδέν σοι μέλειν; </p></div><div type="textpart" subtype="section" n="10"><p>οὐδὲ γὰρ τὸ αὐτό ἐστι ῥῖψαι καὶ ἀποβεβληκέναι· ἀλλʼ οὐδʼ ἂν τῶν ἕνδεκα γενόμενος ἀποδέξαιο, εἴ τις ἀπάγοι τινὰ φάσκων θοἰμάτιον ἀποδεδύσθαι ἢ τὸν χιτωνίσκον ἐκδεδύσθαι, ἀλλʼ ἀφείης ἂν τὸν αὐτὸν τρόπον, ὅτι οὐ λωποδύτης ὀνομάζεται. οὐδʼ εἴ τις παῖδα ἐξαγαγὼν ληφθείη, οὐκ ἂν φάσκοις αὐτὸν ἀνδραποδιστὴν εἶναι, εἴπερ μαχεῖ τοῖς ὀνόμασιν, ἀλλὰ μὴ τοῖς ἔργοις τὸν νοῦν προσέξεις, ὧν ἕνεκα τὰ ὀνόματα πάντες τίθενται.</p></div><div type="textpart" subtype="section" n="11"><p>ἔτι τοίνυν σκέψασθε, ὦ ἄνδρες δικασταί· οὑτοσὶ γάρ μοι δοκεῖ ὑπὸ ῥᾳθυμίας καὶ μαλακίας οὐδʼ εἰς Ἄρειον πάγον ἀναβεβηκέναι. πάντες γὰρ ἐπίστασθε ὅτι ἐν ἐκείνῳ τῷ χωρίῳ, ὅταν τὰς τοῦ φόνου δίκας δικάζωνται, οὐ διὰ τούτου τοῦ ὀνόματος τὰς διωμοσίας ποιοῦνται, ἀλλὰ διʼ οὗπερ ἐγὼ κακῶς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κακῶς</foreign> Contius: <foreign xml:lang="grc">καλῶς</foreign> MSS.</note> ἀκήκοα· ὁ μὲν γὰρ διώκων ὡς ἔκτεινε διόμνυται, ὁ δὲ φεύγων ὡς οὐκ ἔκτεινεν.</p></div><div type="textpart" subtype="section" n="12"><p>οὐκ οὖν ἄτοπον ἂν εἴη τὸν δράσαντʼ ἀφεῖναι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δράσαντʼ ἀφεῖναι</foreign> Dobson: <foreign xml:lang="grc">δείξαντα κτεῖναι</foreign>.</note> φάσκοντα ἀνδροφόνον εἶναι, ὅτι ὁ διώκων, ὡς ἔκτεινε, τὸν φεύγοντα διωμόσατο; τί γὰρ ταῦτα, ὧν οὗτος ἐρεῖ, διαφέρει; καὶ αὐτὸς μὲν Λυσιθέῳ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Λυσιθέῳ</foreign> Frohberger: <foreign xml:lang="grc">θέωνι</foreign> MSS.</note> κακηγορίας ἐδικάσω εἰπόντι σε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπόντι σε</foreign> Taylor: <foreign xml:lang="grc">εἰπε τίς σε</foreign>.</note> ἐρριφέναι τὴν ἀσπίδα. καίτοι περὶ μὲν τοῦ ῥῖψαι οὐδὲν <add>ἐν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐν</foreign> add. Markland</note> τῷ νόμῳ εἴρηται, ἐὰν δέ τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, πεντακοσίας δραχμὰς ὀφείλειν κελεύει. </p></div><div type="textpart" subtype="section" n="13"><p>οὐκ οὖν δεινόν, εἰ ὅταν μὲν δέῃ σὲ κακῶς ἀκούσαντα τοὺς ἐχθροὺς τιμωρεῖσθαι, οὕτω τοὺς νόμους ὥσπερ ἐγὼ νῦν λαμβάνεις, ὅταν δʼ ἕτερον παρὰ τοὺς νόμους εἴπῃς κακῶς, οὐκ ἀξιοῖς δοῦναι δίκην; πότερον οὕτως σὺ δεινὸς εἶ ὥστε, ὅπως ἂν βούλῃ, οἷός τʼ εἶ χρῆσθαι τοῖς νόμοις, ἢ τοσοῦτον δύνασαι ὥστε οὐδέποτε οἴει τοὺς ἀδικουμένους ὑπὸ σοῦ τιμωρίας τεύξεσθαι; εἶτʼ οὐκ αἰσχύνῃ οὕτως ἀνοήτως διακείμενος,</p></div><div type="textpart" subtype="section" n="14"><p>ὥστε οὐκ ἐξ ὧν εὖ πεποίηκας τὴν πόλιν, ἀλλʼ ἐξ ὧν ἀδικῶν οὐ δέδωκας δίκην, οἴει δεῖν πλεονεκτεῖν; καί μοι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καί μοι</foreign> Markland: <foreign xml:lang="grc">καίτοι</foreign> MSS.</note> ἀνάγνωθι τὸν νόμον. </p></div><div type="textpart" subtype="section" n="15"><p><label>Νόμος</label><milestone unit="para" ed="P"/>ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, ὑμᾶς μὲν πάντας εἰδέναι ἡγοῦμαι ὅτι ἐγὼ μὲν ὀρθῶς λέγω, τοῦτον δὲ οὕτω σκαιὸν εἶναι ὥστε οὐ δύνασθαι μαθεῖν τὰ λεγόμενα. βούλομαι οὖν αὐτὸν καὶ ἐξ ἑτέρων νόμων περὶ τούτων διδάξαι, ἐάν πως ἀλλὰ νῦν ἐπὶ τοῦ βήματος παιδευθῇ καὶ τὸ λοιπὸν ἡμῖν μὴ παρέχῃ πράγματα. καί μοι ἀνάγνωθι τούτους τοὺς νόμους τοὺς Σόλωνος τοὺς παλαιούς.</p></div><div type="textpart" subtype="section" n="16"><p><label>Νόμος</label><milestone unit="para" ed="P"/><q>δεδέσθαι δʼ ἐν τῇ ποδοκάκκῃ ἡμέρας πέντε τὸν πόδα, ἐὰν <del>μὴ</del></q><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὴ</foreign> del. Auger</note> προστιμήσῃ ἡ ἡλιαία. 
  <milestone unit="para" ed="P"/>ἡ ποδοκάκκη αὕτη ἐστίν, ὦ Θεόμνηστε, ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι. εἰ οὖν ὁ δεθεὶς ἐξελθὼν ἐν ταῖς εὐθύναις τῶν ἕνδεκα κατηγοροίη ὅτι οὐκ ἐν τῇ ποδοκάκκῃ ἐδέδετο ἀλλʼ ἐν τῷ ξύλῳ, οὐκ ἂν ἠλίθιον αὐτὸν νομίζοιεν; λέγε ἕτερον νόμον. </p></div><div type="textpart" subtype="section" n="17"><p><label>Νόμος</label><milestone unit="para" ed="P"/><q>ἐπεγγυᾶν δʼ ἐπιορκήσαντα τὸν Ἀπόλλω. δεδιότα δὲ δίκης ἕνεκα δρασκάζειν.</q><milestone unit="para" ed="P"/>τοῦτο τὸ ἐπιορκήσαντα ὀμόσαντά<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὀμόσαντα</foreign> Harpocration: <foreign xml:lang="grc">ὀμόσαι</foreign> MSS.</note> ἐστι, τό τε δρασκάζειν, ὃ νῦν ἀποδιδράσκειν ὀνομάζομεν.
<milestone unit="para" ed="P"/> <q>ὅστις δὲ ἀπίλλει τῇ θύρᾳ, ἔνδον τοῦ κλέπτου ὄντος.</q> 
  <milestone unit="para" ed="P"/> τὸ ἀπίλλειν τοῦτο<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦτο</foreign> Markland: <foreign xml:lang="grc">τὸ</foreign> MSS.</note> ἀποκλείειν νομίζεται, καὶ μηδὲν διὰ τοῦτο διαφέρου. </p></div><div type="textpart" subtype="section" n="18"><p><milestone unit="para" ed="P"/><q>τὸ ἀργύριον στάσιμον εἶναι ἐφʼ ὁπόσῳ ἂν βούληται ὁ δανείζων.</q><milestone unit="para" ed="P"/>τὸ στάσιμον τοῦτό ἐστιν, ὦ βέλτιστε, οὐ ζυγῷ ἱστάναι ἀλλὰ τόκον πράττεσθαι ὁπόσον ἂν βούληται. ἔτι δʼ ἀνάγνωθι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔτι δʼ ἀνάγνωθι</foreign> P. Mueller: <foreign xml:lang="grc">ἐπανάγνωθι</foreign> MSS.</note> τουτουὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τουτουὶ</foreign> Markland: <foreign xml:lang="grc">τουτὶ</foreign> MSS.</note> τοῦ νόμου τὸ τελευταῖον. </p></div><div type="textpart" subtype="section" n="19"><p><label>Νόμος</label><milestone unit="para" ed="P"/><q>ὅσαι δὲ πεφασμένως πολοῦνται,</q> καὶ <milestone unit="para" ed="P"/>
            <q>οἰκῆος <del>καὶ</del> βλάβης τὴν διπλὴν</q><note resp="Loeb" anchored="true"><del>καὶ</del><gap reason="lost"/><foreign xml:lang="grc">διπλὴν</foreign> Schelling: <foreign xml:lang="grc">καὶ <gap reason="lost"/>
                δούλην</foreign> MSS.</note> εἶναι ὀφείλειν. <milestone unit="para" ed="P"/>προσέχετε τὸν νοῦν. τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς, πολεῖσθαι δὲ βαδίζειν, τὸ δὲ
            οἰκῆος θεράποντος. </p></div><div type="textpart" subtype="section" n="20"><p>πολλὰ δὲ τοιαῦτα καὶ ἄλλα ἐστίν, ὦ ἄνδρες δικασταί. ἀλλʼ εἰ μὴ σιδηροῦς ἐστιν, οἴομαι αὐτὸν ἔννουν γεγονέναι ὅτι τὰ μὲν πράγματα ταὐτά ἐστι νῦν τε καὶ πάλαι, τῶν δὲ ὀνομάτων ἐνίοις οὐ τοῖς αὐτοῖς χρώμεθα νῦν τε καὶ πρότερον. δηλώσει δέ· οἰχήσεται γὰρ ἀπιὼν ἀπὸ τοῦ βήματος σιωπῇ. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>