<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2:21-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2:21-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p>εἰ δὲ μή, δέομαι ὑμῶν, ὦ ἄνδρες δικασταί, τὰ δίκαια ψηφίσασθαι, ἐνθυμουμένους ὅτι πολὺ μεῖζον κακόν ἐστιν ἀκοῦσαί τινα<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀκοῦσαί τινα</foreign> Foertsch: <foreign xml:lang="grc">ἀκούσαντα</foreign> MSS.</note> τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ἀποβεβληκέναι. ἐγὼ γοῦν δεξαίμην ἂν πάσας τὰς ἀσπίδας ἐρριφέναι ἢ τοιαύτην γνώμην ἔχειν περὶ τὸν πατέρα. </p></div><div type="textpart" subtype="section" n="22"><p><milestone unit="para" ed="P"/>οὗτος οὖν ἔνοχος μὲν ὢν τῇ αἰτίᾳ, ἐλάττονος δὲ οὔσης αὐτῷ τῆς συμφορᾶς, οὐ μόνον ὑφʼ ὑμῶν ἠλεήθη, ἀλλὰ καὶ τὸν μαρτυρήσαντα ἠτίμωσεν. ἐγὼ δὲ ἑωρακὼς μὲν ἐκεῖνο τοῦτον ποιήσαντα ὃ καὶ ὑμεῖς ἴστε, αὐτὸς δὲ σώσας τὴν ἀσπίδα, ἀκηκοὼς δὲ οὕτως ἀνόσιον<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀνόσιον</foreign> Hertlein: <foreign xml:lang="grc">ἄνομον</foreign> MSS.</note> καὶ δεινὸν πρᾶγμα, μεγίστης δὲ οὔσης μοι τῆς συμφορᾶς, εἰ ἀποφεύξεται, τούτῳ δʼ οὐδενὸς ἀξίας, εἰ κακηγορίας ἁλώσεται, οὐκ ἄρα δίκην παρʼ αὐτοῦ λήψομαι; τίνος ὄντος ἐμοὶ πρὸς ὑμᾶς ἐγκλήματος; </p></div><div type="textpart" subtype="section" n="23"><p>πότερον ὅτι δικαίως ἀκήκοα; ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε. ἀλλʼ ὅτι βελτίων καὶ ἐκ βελτιόνων ὁ φεύγων ἐμοῦ; ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα δικάζομαι κακηγορίας τῷ σώσαντι; ἀλλʼ οὐχ οὗτος ὁ λόγος ἐν τῇ πόλει κατεσκέδασται.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κατεσκέδασται</foreign> Brulart: <foreign xml:lang="grc">κατεσκεύασται</foreign> MSS.</note> </p></div><div type="textpart" subtype="section" n="24"><p>ἀναμνήσθητε δὲ ὅτι μεγάλην καὶ καλὴν ἐκείνην δωρεὰν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δωρεὰν</foreign> Contius: <foreign xml:lang="grc">δῶρον</foreign> MSS.</note> αὐτῷ δεδώκατε· ἐν ᾗ τίς οὐκ ἂν ἐλεήσειε Διονύσιον, τοιαύτῃ μὲν συμφορᾷ περιπεπτωκότα, ἄνδρα δὲ ἄριστον ἐν τοῖς κινδύνοις γεγενημένον,</p></div><div type="textpart" subtype="section" n="25"><p> ἀπιόντα δὲ ἀπὸ τοῦ δικαστηρίου <del>καὶ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> del. Reiske</note> λέγοντα ὅτι δυστυχεστάτην ἐκείνην εἴημεν στρατείαν ἐστρατευμένοι, ἐν ᾗ πολλοὶ μὲν ἡμῶν ἀπέθανον, οἱ δὲ σώσαντες τὰ ὅπλα ὑπὸ τῶν ἀποβαλόντων ψευδομαρτυρίων ἑαλώκασι, κρεῖττον δὲ ἦν αὐτῷ τότε ἀποθανεῖν ἢ οἴκαδʼ ἐλθόντι τοιαύτῃ τύχῃ χρῆσθαι; </p></div><div type="textpart" subtype="section" n="26"><p>μὴ τοίνυν ἀκούσαντά <add>τε</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τε</foreign> add. Bekker</note> Θεόμνηστον κακῶς τὰ προσήκοντα ἐλεεῖτε, καὶ ὑβρίζοντι καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε. τίς γὰρ ἂν ἐμοὶ μείζων ταύτης γένοιτο συμφορά, περὶ τοιούτου πατρὸς οὕτως αἰσχρὰς αἰτίας ἀκηκοότι; </p></div><div type="textpart" subtype="section" n="27"><p>ὃς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀκηκοότι; ὃς</foreign> Reiske: <foreign xml:lang="grc">ἀκηκοότος</foreign> MSS.</note> πολλάκις μὲν ἐστρατήγησε, πολλοὺς δὲ
            καὶ ἄλλους κινδύνους μεθʼ ὑμῶν ἐκινδύνευσε· καὶ οὔτε τοῖς πολεμίοις τὸ ἐκείνου σῶμα
            ὑποχείριον ἐγένετο, οὔτε τοῖς πολίταις οὐδεμίαν πώποτε ὦφλεν εὐθύνην, ἔτη δὲ γεγονὼς
            ἑπτὰ καὶ ἑξήκοντα ἐν ὀλιγαρχίᾳ διʼ εὔνοιαν τοῦ ὑμετέρου πλήθους ἀπέθανεν. </p></div><div type="textpart" subtype="section" n="28"><p>ἆρʼ ἄξιον ὀργισθῆναι τῷ <add>τοιαῦτʼ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοιαῦτʼ</foreign> add. Frohberger</note> εἰρηκότι καὶ βοηθῆσαι τῷ πατρί, ὡς καὶ ἐκείνου κακῶς ἀκηκοότος; τί γὰρ ἂν τούτου ἀνιαρότερον γένοιτο αὐτῷ, ἢ τεθνάναι μὲν ὑπὸ τῶν ἐχθρῶν, αἰτίαν δʼ ἔχειν ὑπὸ τῶν παίδων <add>ἀνῃρῆσθαι</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀνῃρῆσθαι</foreign> add. Brulart</note>; οὗ ἔτι καὶ νῦν, ὦ ἄνδρες δικασταί, τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις <add>ἱεροῖς</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἱεροῖς</foreign> add. Contius</note> ἀνάκειται, τὰ δὲ τούτου καὶ τοῦ τούτου πατρὸς τῆς κακίας πρὸς τοῖς τῶν πολεμίων· οὕτω σύμφυτος αὐτοῖς ἡ δειλία. </p></div><div type="textpart" subtype="section" n="29"><p>καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ὅσῳ μείζους εἰσὶ καὶ νεανίαι τὰς ὄψεις, τοσούτῳ μᾶλλον ὀργῆς ἄξιοί εἰσι. δῆλον γὰρ ὅτι τοῖς μὲν σώμασι δύνανται, τὰς δὲ ψυχὰς οὐκ <add>εὖ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εὖ</foreign> add. Emperius</note> ἔχουσιν. </p></div><div type="textpart" subtype="section" n="30"><p><milestone unit="para" ed="P"/>ἀκούω δʼ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέπεσθαι, ὡς ὀργισθεὶς εἴρηκε ταῦτα ἐμοῦ μαρτυρήσαντος τὴν αὐτὴν μαρτυρίαν Διονυσίῳ. ὑμεῖς δʼ ἐνθυμεῖσθε, ὦ ἄνδρες δικασταί, ὅτι ὁ νομοθέτης οὐδεμίαν ὀργῇ συγγνώμην δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποφαίνῃ ὡς ἔστιν ἀληθῆ τὰ εἰρημένα. ἐγὼ δὲ δὶς ἤδη περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ πω ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόντας τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε. </p></div><div type="textpart" subtype="section" n="31"><p><milestone unit="para" ed="P"/>περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· ἐγὼ δʼ ὑμῶν δέομαι καταψηφίσασθαι Θεομνήστου, ἐνθυμουμένους ὅτι οὐκ ἂν γένοιτο τούτου μείζων ἀγών μοι. νῦν γὰρ διώκω <add>μὲν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὲν</foreign> add. Scheibe</note> κακηγορίας, τῇ δʼ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, ὃς μόνος, ἐπειδὴ τάχιστα ἐδοκιμάσθην, ἐπεξῆλθον τοῖς τριάκοντα ἐν Ἀρείῳ πάγῳ. </p></div><div type="textpart" subtype="section" n="32"><p>ὧν μεμνημένοι καὶ ἐμοὶ καὶ τῷ πατρὶ βοηθήσατε καὶ τοῖς νόμοις τοῖς κειμένοις καὶ τοῖς ὅρκοις οἷς ὀμωμόκατε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>