<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg009.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg009.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>τί ποτε διανοηθέντες οἱ ἀντίδικοι τοῦ μὲν πράγματος παρημελήκασι, τὸν δὲ τρόπον μου ἐπεχείρησαν διαβάλλειν; πότερον ἀγνοοῦντες ὅτι περὶ τοῦ πράγματος προσήκει λέγειν; ἢ τόδε μὲν ἐπίστανται, ἡγούμενοι δὲ λήσειν περὶ <del>τοῦ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign> del. Markland</note> παντὸς πλείω λόγον ἢ τοῦ προσήκοντος ποιοῦνται; </p></div><div type="textpart" subtype="section" n="2"><p>ὅτι μὲν οὐκ ἐμοῦ καταφρονήσαντες ἀλλὰ τοῦ πράγματος τοὺς λόγους ποιοῦνται, σαφῶς ἐπίσταμαι· εἰ μέντοι ὑμᾶς οἴονται διʼ ἄγνοιαν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄγνοιαν</foreign> Rauchenstein: <foreign xml:lang="grc">εὔνοιαν</foreign> MSS.</note> ὑπὸ τῶν διαβολῶν πεισθέντας καταψηφιεῖσθαί μου, τοῦτʼ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦτʼ</foreign> Markland: <foreign xml:lang="grc">οὐκ</foreign> MSS.</note> ἂν θαυμάσαιμι. </p></div><div type="textpart" subtype="section" n="3"><p>ᾤμην μὲν οὖν, ὦ ἄνδρες δικασταί, περὶ τοῦ ἐγκλήματος, οὐ περὶ τοῦ τρόπου τὸν ἀγῶνά μοι προκεῖσθαι· διαβαλλόντων δέ με τῶν ἀντιδίκων ἀναγκαῖόν ἐστι περὶ πάντων <add>τὴν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign> add. Franz</note> ἀπολογίαν ποιήσασθαι. πρῶτον μὲν οὖν περὶ τῆς ἀπογραφῆς ὑμᾶς διδάξω.</p></div><div type="textpart" subtype="section" n="4"><p><milestone unit="para" ed="P"/>ἀφικόμενος προπέρυσιν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προπέρυσιν</foreign> Reiske:
              <foreign xml:lang="grc">πρότερο</foreign><foreign xml:lang="grc">ν</foreign> MSS.</note> εἰς τὴν
            πόλιν, οὔπω δύο μῆνας ἐπιδεδημηκὼς κατελέγην στρατιώτης. αἰσθόμενος δὲ τὸ πραχθὲν
            ὑπετοπούμην εὐθέως ἐπὶ μηδενὶ ὑγιεῖ κατειλέχθαι. προσελθὼν οὖν τῷ στρατηγῷ ἐδήλωσα ὅτι
            ἐστρατευμένος εἴην, ἔτυχον δὲ οὐδενὸς τῶν μετρίων. προπηλακιζόμενος δὲ ἠγανάκτουν μέν, </p></div><div type="textpart" subtype="section" n="5"><p>ἡσυχίαν δʼ εἶχον. ἀπορούμενος δὲ καὶ συμβουλευόμενός τινι τῶν πολιτῶν τί χρήσωμαι τῷ πράγματι, ἐπυθόμην ὡς καὶ δήσειν με ἀπειλοῖεν, λέγοντες ὅτι οὐδὲν ἐλάττω χρόνον Καλλικράτους Πολύαινος ἐνδημοίη.</p></div><div type="textpart" subtype="section" n="6"><p>κἀμοὶ μὲν τὰ προειρημένα διείλεκτο ἐπὶ τῇ Φιλίου τραπέζῃ· οἱ δὲ μετὰ Κτησικλέους τοῦ ἄρχοντος, ἀπαγγείλαντός τινος ὡς ἐγὼ λοιδοροῖμι, τοῦ νόμου ἀπαγορεύοντος ἐάν τις ἀρχὴν ἐν συνεδρίῳ λοιδορῇ, παρὰ τὸν νόμον ζημιῶσαι ἠξίωσαν. ἐπιβαλόντες δὲ τὸ ἀργύριον πράξασθαι μὲν οὐκ ἐπεχείρησαν, ἐξιούσης δὲ τῆς ἀρχῆς γράψαντες εἰς λεύκωμα τοῖς ταμίαις παρέδοσαν.</p></div><div type="textpart" subtype="section" n="7"><p>οἵδε μὲν τάδε διεπράξαντο. οἱ δὲ ταμίαι οὐδὲν ὅμοιον τοῖσδε διανοηθέντες, ἀνακαλεσάμενοι
              <del>δὲ</del> τοὺς παραδόντας <del>καὶ</del>
    <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc"><del>δὲ</del> τοὺς παραδόντας <del>καὶ</del></foreign> Reiske: <foreign xml:lang="grc">σὲ τοὺς παρόντας καὶ</foreign>
              MSS.</note> τὴν γραφήν, ἐσκοποῦντο τῆς αἰτίας τὴν πρόφασιν. ἀκούσαντες δὲ τὸ
            γεγενημένον, ἐννοούμενοι οἷα πεπονθὼς ἦν, τὸ μὲν πρῶτον ἔπειθον αὐτοὺς ἀφεῖναι,
            διδάσκοντες ὡς οὐκ ἐπιεικὲς εἴη τῶν πολιτῶν τινας διὰ τὰς ἔχθρας ἀναγράφεσθαι,
            ἀποροῦντες δὲ μεταπεῖσαι αὐτούς, τὸν παρʼ ὑμῶν κίνδυνον ὑποστάντες ἄκυρον τὴν ζημίαν
              ἔκριναν<gap reason="lost"/></p></div><div type="textpart" subtype="section" n="8"><p><milestone unit="para" ed="P"/>ὅτι μὲν οὖν ἀφείθην ὑπὸ τῶν ταμιῶν, ἐπίστασθε· προσήκειν δὲ ἡγούμενος καὶ διὰ ταύτην τὴν ἀπόδειξιν ἀπηλλάχθαι τοῦ ἐγκλήματος, ἔτι πλείονας καὶ νόμους καὶ ἄλλας δικαιώσεις παρασχήσομαι. καὶ μοι λαβὲ τὸν νόμον.</p></div><div type="textpart" subtype="section" n="9"><p><label>Νόμος</label><milestone unit="para" ed="P"/>τοῦ μὲν νόμου διαρρήδην ἀγορεύοντος τοὺς ἐν τῷ συνεδρίω λοιδοροῦντας ζημιοῦν ἀκηκόατε· ἐγὼ δʼ ὅτι μὲν οὐκ εἰσῆλθον εἰς τὸ ἀρχεῖον, μάρτυρας παρεσχόμην, ἀδίκως δὲ ζημιωθεὶς οὔτʼ ὀφείλω οὔτʼ ἐκτεῖσαι δίκαιός εἰμι. </p></div><div type="textpart" subtype="section" n="10"><p>εἰ γὰρ φανερός εἰμι μὴ ἐλθὼν εἰς τὸ συνέδριον, ὁ δὲ νόμος τοὺς ἐντὸς πλημμελοῦντας ἀγορεύει τὴν ζημίαν ὀφείλειν, ἠδικηκὼς μὲν οὐδὲν φαίνομαι, ἔχθρᾳ δὲ ἄνευ τούτου παραλόγως ζημιωθείς.</p></div><div type="textpart" subtype="section" n="11"><p> συνέγνωσαν δὲ καὶ αὐτοὶ σφίσιν ὡς ἠδικηκότες· οὔτε γὰρ εὐθύνας ὑπέσχον, οὔτε εἰς δικαστήριον εἰσελθόντες τὰ πραχθέντα ψήφῳ κύρια κατέστησαν. εἰ δʼ οὖν ἐζημίωσαν μὲν οἵδε προσηκόντως, ἐκύρωσαν δʼ ἐν ὑμῖν τὴν ἐπιβολήν, τῶν ταμιῶν ἀφέντων εἰκότως ἂν τοῦ ἐγκλήματος ἀπηλλαγμένος εἴην.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπηλλαγμένος εἴην</foreign> Schott: <foreign xml:lang="grc">ἀπηλλαγμένοι εἷεν</foreign>.</note> </p></div><div type="textpart" subtype="section" n="12"><p>εἰ μὲν γὰρ <add>μὴ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὴ</foreign> add. Thalheim</note> κύριοι ἦσαν πράξασθαι ἢ ἀφεῖναι, ἐννόμως ζημιωθεὶς εὐλόγως ἂν ὤφειλον· εἰ δʼ ἔξεστι μὲν αὐτοῖς ἀφεῖναι, διδόασι δὲ λόγους<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">λόγους</foreign> Dobree: <foreign xml:lang="grc">αὐτοῖς</foreign> MSS.</note> ὑπὲρ ὧν ἂν διαχειρίζωσιν, εἴ τι ἠδικήκασι, τῆς προσηκούσης ῥᾳδίως δίκης τεύξονται. </p></div><div type="textpart" subtype="section" n="13"><p><milestone unit="para" ed="P"/>ᾧ μὲν τρόπῳ παρεδόθην καὶ ἐζημιώθην, ἐπίστασθε· δεῖ δʼ ὑμᾶς μὴ μόνον τοῦ ἐγκλήματος τὴν αἰτίαν ἀλλὰ καὶ τῆς ἔχθρας τὴν πρόφασιν εἰδέναι. Σωστράτῳ γὰρ φίλος ἐγενόμην πρότερον μὲν τῆς τούτων ἔχθρας, εἰδὼς δὲ περὶ τὴν πόλιν ἄξιον λόγου γεγενημένον. </p></div><div type="textpart" subtype="section" n="14"><p>γνώριμος δὲ γενόμενος διὰ τῆς ἐκείνου δυναστείας οὔτʼ ἐχθρὸν ἐτιμωρησάμην οὔτε φίλον ηὐεργέτησα·
            ζῶντος μὲν γὰρ <del>διὰ τὴν</del> ἀνάγκῃ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διὰ τὴν ἀνάγκην</foreign> MSS.: <foreign xml:lang="grc">καὶ ἀνάγκη</foreign>
              Emperius</note> διὰ τὴν ἡλικίαν ἐσχόλαζον, ἐκλιπόντος δὲ τὸν βίον οὔτε λόγῳ οὔτε ἔργῳ
            ἔβλαψα οὐδένα τῶν κατηγορούντων, ἔχω δὲ καὶ τοιαῦτα εἰπεῖν, ἐξ ὧν ὠφελοίμην ἂν πολὺ
            δικαιότερον ὑπὸ τῶν ἀντιδίκων ἢ κακῶς πάσχοιμι. </p></div><div type="textpart" subtype="section" n="15"><p>τὴν μὲν οὖν ὀργὴν διὰ τὰ προειρημένα συνεστήσαντο, προφάσεως οὐδεμιᾶς πρὸς ἔχθραν ὑπαρχούσης. ὀμόσαντες μὲν οὖν τοὺς ἀστρατεύτους καταλέξειν παρέβησαν τοὺς ὅρκους, προὔθεσαν δὲ τῷ πλήθει βουλεύσασθαι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">βουλεύσασθαι</foreign> Reiske: <foreign xml:lang="grc">βουλεῦσαι</foreign> MSS.</note> περὶ τοῦ σώματος, </p></div><div type="textpart" subtype="section" n="16"><p>ζημιώσαντες μὲν ὡς τὴν ἀρχὴν λοιδοροῦντα, κατολιγωρήσαντες δὲ τοῦ δικαίου, βιαζόμενοι βλάπτειν ἐξ ἅπαντος <del>τοῦ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign> del. Dobree</note> λόγου· πᾶν <add>δʼ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δʼ</foreign> add. Franz</note> ἂν ἔπραξαν μέλλοντες μεγάλα μὲν ἐμὲ βλάψειν, πολλὰ δʼ ἑαυτοὺς ὠφελήσειν, οἵτινες οὐδετέρου τούτων ὑπάρχοντος πάντα περὶ ἐλάττονος ποιοῦνται τοῦ ἀδικεῖν.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀδικεῖν</foreign> Reiske: <foreign xml:lang="grc">δικαίου</foreign> MSS.</note> </p></div><div type="textpart" subtype="section" n="17"><p>ἀλλὰ γὰρ οἳ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἳ</foreign> Markland: <foreign xml:lang="grc">εἰ</foreign> MSS.</note> κατεφρόνησαν τοῦ ὑμετέρου πλήθους, οὐδὲ φοβηθῆναι τοὺς θεοὺς ἠξίωσαν, ἀλλʼ οὕτως<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὔτως</foreign> Aldus: <foreign xml:lang="grc">οὔτε</foreign> MSS.</note> ὀλιγώρως καὶ παρανόμως προσηνέχθησαν, ὥστε ἀπολογήσασθαι μὲν περὶ τῶν πεπραγμένων οὐδʼ ἐπεχείρησαν, τὸ δὲ τελευταῖον, νομίζοντες οὐχ ἱκανῶς με τετιμωρῆσθαι, τὸ πέρας ἐκ τῆς πόλεως ἐξήλασαν. </p></div><div type="textpart" subtype="section" n="18"><p>διατεθέντες δὲ οὕτω παρανόμως καὶ βιαίως ἐπικρύψασθαι τὴν ἀδικίαν περὶ οὐδενὸς ἐποιήσαντο, παραγαγόντες δὲ πάλιν περὶ τῶν αὐτῶν ἠδικηκότα με οὐδὲν ἐπιδεικνύουσι καὶ λοιδοροῦσι, τοῖς μὲν ἐμοῖς ἐπιτηδεύμασιν οὐ προσηκούσας διαβολὰς ἐπιφέροντες, τοῖς δʼ αὑτῶν τρόποις τὰς οἰκείας καὶ συνήθεις. </p></div><div type="textpart" subtype="section" n="19"><p><milestone unit="para" ed="P"/>οἵδε μὲν οὖν ἐκ παντὸς <del>τοῦ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign> del. Dobree</note> τρόπου προθυμοῦνταί με τῇ δίκῃ ἁλῶναι· ὑμεῖς δὲ μήτε ταῖς τούτων διαβολαῖς ἐπαρθέντες ἐμοῦ καταψηφίσησθε, μήτε τοὺς βέλτιον καὶ δικαίως βουλευσαμένους ἀκύρους καταστήσητε. οἵδε μὲν γὰρ ἅπαντα καὶ κατὰ τοὺς νόμους καὶ κατὰ τὸ εἰκὸς ἔπραξαν, καὶ ἠδικηκότες μὲν οὐδὲν φαίνονται, λόγον δὲ πλεῖστον τοῦ δικαίου ποιησάμενοι.</p></div><div type="textpart" subtype="section" n="20"><p>τούτων μὲν οὖν ἀδικούντων μετρίως <del>ἂν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> del. Baiter</note> ἠγανάκτουν, ἡγούμενος τετάχθαι τοὺς μὲν ἐχθροὺς κακῶς ποιεῖν, τοὺς δὲ φίλους εὖ· παρʼ ὑμῶν δὲ τοῦ δικαίου στερηθεὶς πολὺ ἂν μᾶλλον λυπηθείην. διʼ ἔχθραν μὲν γὰρ οὐ δόξω κακῶς πεπονθέναι, διὰ κακίαν δὲ τῆς πόλεως. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>