<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg008.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg008.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>ἐπιτήδειόν μοι δοκῶ καιρὸν εἰληφέναι περὶ ὧν εἰπεῖν ἐβουλόμην πάλαι· πάρεισι μὲν γὰρ οἷς ἐπεγκαλῶ, πάρεισι δὲ ὧν ἐναντίον ἐπιθυμῶ μέμψασθαι τοῖς ἀδικοῦσιν ἐμέ. καίτοι πολλῷ πλείων ἐστὶ σπουδὴ πρὸς τοὺς παρόντας· τοὺς μὲν γὰρ <add>παρʼ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παρʼ</foreign> add. Emperius</note> οὐδὲν οἶμαι τιμήσειν, εἰ τοῖς ἐπιτηδείοις ἀνεπιτήδειοι δόξουσιν εἶναι (τὴν γὰρ ἀρχὴν οὐδʼ ἂν ἐπεχείρουν ἐξαμαρτάνειν εἰς ἐμὲ), </p></div><div type="textpart" subtype="section" n="2"><p>τοῖς δὲ βουλοίμην ἂν δόξαι μηδὲν ἀδικῶν τούτους ὑπὸ τούτων ἀδικεῖσθαι πρότερον. ἀνιαρὸν μὲν οὖν ἀναγκάζεσθαι λέγειν περὶ τούτων, ἀδύνατον δὲ μὴ λέγειν, ὅταν ἐναντίον τῆς ἐλπίδος κακῶς πάσχω καὶ τοὺς δοκοῦντας εἶναι φίλους ἀδικοῦντας εὑρίσκω. </p></div><div type="textpart" subtype="section" n="3"><p><milestone unit="para" ed="P"/>πρῶτον μὲν οὖν, ἵνα μή τις ὑμῶν τάχα δὴ βοηθῶν οἷς ἐξημάρτηκε πρόφασιν πορίσηται τῆς ἁμαρτίας, εἰπάτω οὖν τίς ὑμῶν ὑπʼ ἐμοῦ κακῶς ἀκήκοεν ἢ πέπονθεν, ἢ τίς ἐμοῦ δεηθεὶς οὐκ ἔτυχεν ὧν ἐγώ τε δυνατὸς ἦ κἀκεῖνος ἐπήγγειλε. — τί δῆτά με κακῶς τὰ μὲν λέγειν τὰ δὲ ποιεῖν χειρεῖτε, </p></div><div type="textpart" subtype="section" n="4"><p>καὶ ταῦτα πρὸς τούτους ἡμᾶς διαβάλλειν, οὓς πρὸς ἡμᾶς αὐτοὺς διεβάλλετε; καίτοι οὕτως ἠνωχλεῖτε,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἠνωχλεῖτε</foreign> Kayser: <foreign xml:lang="grc">ἐνοχλεῖ</foreign> MSS.</note> ὥστε περὶ πλείονος ἐποιήσατό <add>τις</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τις</foreign> add. Thalheim</note> δοκεῖν ἐμοῦ κήδεσθαι, ἢ ἄλλον<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ ἄλλον</foreign> Gerknet et Bizos: <foreign xml:lang="grc">καὶ μᾶλλον</foreign>.</note> ἐμοὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμοὶ</foreign> Emperius: <foreign xml:lang="grc">ἐμοῦ</foreign> MSS.</note> κατειπεῖν. ἃ δʼ ἔλεγε, πάντα μὲν οὐκ ἂν εἴποιμι (καὶ γὰρ ἀκούων ἠχθόμην) οὐδʼ ἂν ὑμῖν ἐπικαλῶν, ὅτι ἐλέγετε κατʼ ἐμοῦ, ταὐτὰ λέξαιμι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταὐτὰ λέξαιμι</foreign> Markland: <foreign xml:lang="grc">ταῦτα δόξαιμι</foreign>.</note>. καὶ γὰρ ἂν ἀπολύοιμι τῆς αἰτίας ὑμᾶς, εἴπερ ὑμῖν ταὐτὰ λέγοιμι περὶ ἐμαυτοῦ· </p></div><div type="textpart" subtype="section" n="5"><p>ἃ δὲ ὑβρίζειν οἰόμενοι ἐμὲ καταγελάστους ὑμᾶς αὐτοὺς ἐποιεῖτε, ταῦτα λέξω. βίᾳ γὰρ ὑμῖν ἐφάσκετέ με ξυνεῖναι καὶ διαλέγεσθαι, καὶ πάντα ποιοῦντες οὐκ ἔχειν ὅπως ἀπαλλαγῆτέ μου, καὶ τὸ τελευταῖον ἀκόντων ὑμῶν Ἐλευσῖνάδε ξυνθεωρεῖν. καὶ ταῦτα λέγοντες οἴεσθε μὲν ἐμὲ κακολογεῖν, ἀποφαίνετε δὲ σκαιοτάτους ἑαυτούς, οἵτινες <del>μὲν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὲν</foreign> del. Bekker</note> ὑπὸ τὸν αὐτὸν χρόνον τὸν αὐτὸν ἄνδρα λάθρᾳ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄνδρα λάθρᾳ</foreign> Reiske: <foreign xml:lang="grc">λάθρᾳ ἄνδρα</foreign>.</note> μὲν ἐλοιδορεῖτε, φανερῶς δὲ φίλον ἐνομίζετε. </p></div><div type="textpart" subtype="section" n="6"><p>χρῆν γὰρ ὑμᾶς ἢ μὴ κακῶς λέγειν ἢ μὴ ξυνεῖναι, καὶ ταῦτα φανερῶς ἀπειπόντας ὁμιλίαν. εἰ δὲ αἰσχρὸν ἡγεῖσθε τοῦτο, πῶς αἰσχρὸν ἦν ὑμῖν ξυνεῖναι, πρὸς οὓ οὐδὲ ἀπειπεῖν καλὸν ἡγεῖσθε; </p></div><div type="textpart" subtype="section" n="7"><p>καὶ μὴν οὐδὲν αὐτὸς ἐξηῦρον<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸς ἐξηῦρον</foreign> Schott: <foreign xml:lang="grc">οὖτος ἐξεῦρεν</foreign>.</note> ὁπόθεν ἂν εἰκότως ὑπερείδετε τὴν ἐμὴν ὁμιλίαν. οὔτε γὰρ ὑμᾶς σοφωτάτους ἑώρων ὄντας, ἐμαυτὸν δʼ ἀμαθέστατον, οὐ μὴν οὐδὲ πολυφίλους ὑμᾶς, ἐμαυτὸν δʼ ἔρημον φίλων, οὐδʼ αὖ πλουτοῦντας, ἐμὲ δὲ πενόμενον, οὐδʼ αὖ ὑμᾶς μὲν ὑπερευδοκιμοῦντας, ἐμαυτὸν δὲ διαβεβλημένον, οὐδὲ τὰ μὲν ἐμὰ πράγματα κινδυνεύοντα, τὰ δʼ ὑμέτερα ἀσφαλῶς ἔχοντα. πόθεν ἂν οὖν εἰκότως ὑπώπτευον ἄχθεσθαί μοι συνόντι; </p></div><div type="textpart" subtype="section" n="8"><p>καὶ ταῦτα δʼ ὅτε πρὸς τοὺς τελευταίους ἐλέγετʼ οὐκ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὅτε <gap reason="lost"/> ἐλέγετʼ οὐκ</foreign> Sauppe: <foreign xml:lang="grc">ὅτι <gap reason="lost"/> ἔλεγεν, οὕς</foreign> MSS.</note> ᾤεσθε ἀπαγγελεῖν ἡμῖν, κἀνταῦθα σόφισμα καλὸν ἡγούμενοι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡγούμενοι</foreign> Dobree: <foreign xml:lang="grc">εῖναι εἰ</foreign>.</note> περιήλθετε πάντας<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πάντας</foreign> Sauppe: <foreign xml:lang="grc">πάντες</foreign> MSS.</note> ὑμῶν αὐτῶν κατηγοροῦντες ὅτι πονηροῖς ἑκόντες ὁμιλεῖτε. 
  <milestone unit="para" ed="P"/>περὶ μὲν οὖν τοῦ λέγοντος οὐδὲν ἂν περαίνοιτε πυνθανόμενοι. πρῶτον μὲν γὰρ εἰδότες<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εισότες</foreign> Reiske: <foreign xml:lang="grc">εἰπόντες</foreign> MSS.</note> ἐρήσεσθε τὸν εἰπόντα μοι· πῶς γὰρ οὐκ ἴστε πρὸς ὃν ἐλέγετε τὸν λόγον; </p></div><div type="textpart" subtype="section" n="9"><p>ἔπειτα κακὸς ἂν εἴην, εἰ ταὐτὰ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταὐτὰ</foreign> Scaliger: <foreign xml:lang="grc">τὰ</foreign> MSS.</note> ποιήσαιμι αὐτὸν ἅπερ ἐκεῖνος ὑμᾶς. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, ἐφʼ οἷσπερ ὑμεῖς ἐλέγετε πρὸς ἐκεῖνον. ἐκεῖνος μὲν γὰρ ἐμοὶ χαριζόμενος ἀπήγγειλε τοῖς ἐμοῖς ἀναγκαίοις, ὑμεῖς δὲ βλάπτειν ἐμὲ βουλόμενοι πρὸς ἐκεῖνον ἐλέγετε. καὶ ταῦτα εἰ μὲν ἠπίστουν, ἐξελέγχειν ἂν ἐζήτουν· νῦν δὲ (ξυμβαίνει γὰρ καὶ ταῦτα τοῖς πρὸ τοῦ, καὶ ἐμοὶ σημεῖα ταῦτα μὲν ἐκείνων ἐστίν, </p></div><div type="textpart" subtype="section" n="10"><p>ἐκεῖνα δὲ τούτων ἱκανά) πρῶτον μὲν ἅπαντα διʼ ὑμῶν πράξαντά με περὶ τῆς θέσεως τοῦ ἵππου πρὸς Ἡγέμαχον,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πρὸς Ἡγέμαχον</foreign> Dobree: <foreign xml:lang="grc">προσῆγε μαχόμενον</foreign>.</note> κάμνοντα τὸν ἵππον ἀνάγειν με βουλόμενον Διόδωρος οὑτοσὶ ἀποτρέπειν ἐπειρᾶτο, φάσκων οὐδὲν ἀντιλέξειν περὶ τῶν δώδεκα μνῶν Πολυκλέα, ἀλλʼ ἀποδώσειν. τότε λέγων ταῦτα, μετὰ τὸν θάνατον τοῦ ἵππου κατέστη τελευτῶν ἀντίδικος μετὰ τούτων, λέγων ὡς οὐ δίκαιόν με εἴη κομίσασθαι τὸ ἀργύριον. </p></div><div type="textpart" subtype="section" n="11"><p>καίτοιγε σφῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">σφῶν</foreign> Dobree: <foreign xml:lang="grc">ἐφʼ ὧν</foreign>.</note> γε αὐτῶν κατηγόρουν. εἰ γὰρ ἃ μετὰ τούτων <add>ἔπραττον</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔπραττον</foreign> add. anon. Fritzschii</note> ἀδικουμένῳ μοι μηδὲν ἦν δίκαιον εἰπεῖν, ἦ που κακῶς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κακῶς</foreign> Gerknet et Bizos: <foreign xml:lang="grc">καλῶς</foreign> MSS.</note> συνέπραττον. καὶ ἐγὼ μὲν ᾤμην φιλοσοφοῦντας αὐτοὺς περὶ τοῦ πράγματος ἀντιλέγειν τὸν ἐναντίον λόγον· οἱ δʼ ἄρα οὐκ ἀντέλεγον ἀλλʼ ἀντέπραττον, </p></div><div type="textpart" subtype="section" n="12"><p>καὶ διὰ τοῦτο ἀντέλεγον,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀντέγον</foreign> Emperius: <foreign xml:lang="grc">ἀντέπραττον</foreign> MSS.</note> ἵνα τὸν ἐμὸν λόγον εἰδείη Πολυκλῆς· ἐδηλώθη γὰρ ταῦτα. παρόντων τῶν διαιτητῶν ὀργιζόμενος<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὀργιζόμενος</foreign> Markland: <foreign xml:lang="grc">ὁριζόμενος</foreign> MSS.</note> ὁ Πολυκλῆς εἶπεν ὅτι καὶ τοῖς ἐμοῖς ἐπιτηδείοις ἀδικεῖν δοκοίην, ὡς πρὸς ἐκεῖνον λέγοιεν. ἆρά γε ταῦτα ξυμβαίνει τοῖς ἀπαγγελλομένοις; ὁ γὰρ αὐτὸς ἀπήγγειλεν ὡς τοὺς ὑπὲρ ἐμοῦ μέλλοντας λέγειν ἀποτρέψειν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀποτρέψειν</foreign> Contius: <foreign xml:lang="grc">ἀποτρέπειν</foreign> MSS.</note> φάσκοιτε, τοὺς δέ τινας ἤδη κωλύσαιτε.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κωλύσαιτε</foreign> Reiske: <foreign xml:lang="grc">κωλύσετε</foreign> MSS.</note> καὶ ταῦτα τί με δεῖ φανερώτερον ἐξελέγχειν ἔτι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔτι</foreign> Reiske: <foreign xml:lang="grc">ὅτι</foreign> MSS.</note>; φέρε γάρ, ᾔδει ποτʼ ἐκεῖνος ὅτι Κλειτοδίκου δεηθεὶς ἐπιλέγειν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπιλέγειν</foreign> Emperius10 <foreign xml:lang="grc">ἐκλέγειν</foreign> MSS.</note> οὐκ ἔτυχον; </p></div><div type="textpart" subtype="section" n="13"><p>οὐ γὰρ δὴ παρῆν τούτοις· ἢ τί<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ τί</foreign> Emperius: <foreign xml:lang="grc">ἐπεὶ</foreign> MSS.</note> κέρδος ἦν αὐτῷ διαβάλλειν ἐμὲ πρὸς ὑμᾶς οὕτω προθύμως, ὥστε σπουδάσαι πρὸς τοὺς ἐμοὺς ἀναγκαίους πλάσασθαι ταῦτα; </p></div><div type="textpart" subtype="section" n="14"><p><milestone unit="para" ed="P"/>γιγνώσκω δὲ νῦν ἤδη καὶ πάλαι ζητοῦντας πρόφασιν, ἡνίκα Θρασύμαχον ὑμᾶς ἐφάσκετε κακῶς λέγειν διʼ ἐμέ. καὶ ἐγὼ μὲν ἠρώτων αὐτὸν εἰ διʼ ἐμὲ κακῶς λέγοι Διόδωρον· ὁ δὲ τοσοῦτον ὑπερεῖδε τὸ διʼ ἐμέ· πολλοῦ γὰρ δεῖν ἔφη διʼ ὁντινοῦν εἰρηκέναι Διόδωρον κακῶς. καὶ ταῦτα προσάγοντος ἐμοῦ πρόθυμος ὁ Θρασύμαχος ἦν ἐξελέγχεσθαι, </p></div><div type="textpart" subtype="section" n="15"><p>περὶ ὧν οὗτος ἔλεγεν· οὗτος δὲ πάντʼ ἂν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πάντʼ ἂν</foreign> Markland: <foreign xml:lang="grc">πάντων, πάντα</foreign> MSS.</note> μᾶλλον διεπράττετο. μετὰ τοῦτο Αὐτοκράτης ἐμοῦ παρόντος Θρασυμάχω ἔλεγεν Εὐρυπτόλεμον αὐτῷ μέμφεσθαι, φάσκοντα κακῶς ἀκούειν ὑπʼ αὐτοῦ· τὸν ἀπαγγέλλοντα δὲ εἶναι Μηνόφιλον. εὐθὺς δʼ ἐκεῖνος ἐπὶ τὸν Μηνόφιλον ἐβάδιξε μετʼ ἐμοῦ· κἀκεῖνος οὔτε ἀκοῦσαι πώποτε ἔφασκεν οὔτε ἀπαγγεῖλαι πρὸς Εὐρυπτόλεμον, καὶ οὐ ταῦτα μόνον, ἀλλʼ οὐδὲ διειλέχθαι πολλοῦ χρόνου. </p></div><div type="textpart" subtype="section" n="16"><p>τοιαύτας προφάσεις προφασιζόμενοι τότε μὲν ἐκ τῆς ἐμῆς καὶ Θρασυμάχου συνουσίας ἐστὲ φανεροί, νῦν δὲ ἐπειδὴ ἐκλελοίπασιν ὑμᾶς αἱ προφάσεις, ἐλευθεριώτερόν με κακῶσαι λείπετε ἤδη<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">λείπετε ἤδη</foreign> Scheibe: <foreign xml:lang="grc">λείπετε, λέπτίδι</foreign> MSS.</note> οὐδέν. χρῆν μὲν οὖν τότε με γιγνώσκειν ὀφειλόμενόν μοι ταῦτα παθεῖν, ὅτε καὶ πρὸς ἐμὲ περὶ ὑμῶν αὐτῶν ἐλέγετε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐλέγετε</foreign> Contius: <foreign xml:lang="grc">ἔλεγε</foreign> MSS.</note> κακῶς· ἔπειτα καὶ περὶ Πολυκλέους, ᾧ νυνὶ βοηθεῖτε, </p></div><div type="textpart" subtype="section" n="17"><p>πάντʼ εἴρηκα πρὸς ὑμᾶς. κατὰ τί δὴ ταῦτα <add>οὐκ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐκ</foreign> add. Reiske</note> ἐφυλαττόμην; εὔηθές τι ἔπαθον. ᾤμην γὰρ ἀπόθετος ὑμῖν εἶναι φίλος τοῦ μηδὲν ἀκοῦσαι κακὸν διʼ αὐτὸ τοῦτο, διότι πρὸς ἐμὲ τοὺς ἄλλους ἐλέγετε κακῶς,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κακῶς</foreign> Foertsch: <foreign xml:lang="grc">καὶ</foreign> MSS.</note> παρακαταθήκην ἔχων ὑμῶν παρʼ ἑκάστου λόγους πονηροὺς περὶ ἀλλήλων.</p></div><div type="textpart" subtype="section" n="18"><p><milestone unit="para" ed="P"/>ἐγὼ τοίνυν ἑκὼν ὑμῖν ἐξίσταμαι τῆς φιλίας, ἐπεί τοι μὰ τοὺς θεοὺς οὐκ οἶδʼ ὅ τι ζημιωθήσομαι μὴ ξυνὼν ὑμῖν· οὐδὲ γὰρ ὠφελούμην ξυνών. πότερον γάρ, ὅταν ᾖ τί μοι πρᾶγμα, τότε ποθέσομαι τὸν ἐροῦντα καὶ τοὺς μαρτυρήσοντας; καὶ νῦν ἀντὶ μὲν τοῦ λέγειν ὑπὲρ ἐμοῦ τὸν λέγοντα πειρᾶσθε ἀντὶ δὲ τοῦ βοηθεῖν ἐμοὶ καὶ μαρτυρεῖν τὰ δίκαια ξύνεστε τοῖς ἐμοῖς ἀντιδίκοις καὶ μαρτυρεῖτε. </p></div><div type="textpart" subtype="section" n="19"><p>ἀλλʼ ὡς εὖνοι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εὖνοι</foreign> Reiske: <foreign xml:lang="grc">εὔνους</foreign> MSS.</note> ὄντες ἐμοὶ τὰ βέλτιστα ἐρεῖτε περὶ ἐμοῦ; ἀλλὰ καὶ νῦν ὑμεῖς με μόνοι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μόνοι</foreign> Bekker: <foreign xml:lang="grc">μόνον</foreign> MSS.</note> κακῶς λέγετε. τὸ μὲν οὖν ἐμὸν οὐκ ἐμποδὼν ὑμῖν ἔσται. τοιοῦτον δʼ ἄρα<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δʼ ἄρα</foreign> Thalheim: <foreign xml:lang="grc">γὰρ</foreign> MSS.</note> πρὸς ὑμᾶς αὐτοὺς πείσεσθε, ἐπειδή περ ὑμῖν ἔθος ἐστὶν ἕνα τῶν ξυνόντων ἀεὶ κακῶς λέγειν καὶ ποιεῖν· ἐπειδὰν ὑμῖν ἐγὼ μὴ ξυνῶ,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὴ ξυνῶ</foreign> Markland: <foreign xml:lang="grc">μηνύσω, μηνίσω</foreign> MSS.</note> πρὸς ὑμᾶς αὐτοὺς τρέψεσθε,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τρέψεσθε</foreign> Markland: <foreign xml:lang="grc">τρέπεσθε</foreign> MSS.</note> κἄπειτα καθʼ ἕνα ἕκαστον ὑμῖν αὐτοῖς ἀπεχθήσεσθε, τὸ δὲ τελευταῖον εἷς ὁ λειπόμενος αὐτὸς αὑτὸν κακῶς ἐρεῖ. </p></div><div type="textpart" subtype="section" n="20"><p>κερδανῶ δὲ τοσοῦτον, ὅτι πρῶτος νῦν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πρῶτος νῦν</foreign> Thalheim: <foreign xml:lang="grc">πρῶτον μὲν</foreign>.</note> ὑμῶν ἀπαλλαγεὶς ἐλάχιστα κακῶς ὑφʼ ὑμῶν πείσομαι· τοὺς μὲν γὰρ χρωμένους ὑμῖν κακῶς καὶ λέγετε καὶ ποιεῖτε, τῶν δὲ μὴ χρωμένων οὐδένα πώποτε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>