<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2:14-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2:14-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="14"><p>οὗτος μέντοι οὐκ ἂν ἔχοι ἀποδεῖξαι οὔθʼ ὡς ὑπὸ πενίας ἠναγκάσθην τοιούτοις ἔργοις ἐπιχειρεῖν,
            οὔθʼ ὡς τὸ χωρίον μοι διεφθείρετο <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διεφθηείρετο</foreign>Herwerden: <foreign xml:lang="grc">διαφθηείρεται</foreign>
              MSS</note> τοῦ σηκοῦ ὄντος, οὔθʼ ὡς ἀμπέλοις ἐμποδὼν ἦν, οὔθʼ ὡς οἰκίας ἐγγύς, οὔθʼ ὡς
            ἐγὼ ἄπειρος τῶν παρʼ ὑμῖν κινδύνων. </p></div><div type="textpart" subtype="section" n="15"><p><add>ἐγὼ δʼ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγὼ δʼ</foreign> add.
              Frei</note> εἴ τι τοιοῦτον<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοιοῦτον</foreign> Hertlein: <foreign xml:lang="grc">τούτων</foreign> MSS</note> ἔπραττον, πολλὰς
            ἂν καὶ μεγάλας ἐμαυτῷ ζημίας γενομένας ἀποφήναιμι· ὃς πρῶτον μὲν μεθʼ ἡμέραν ἐξέκοπτον
            τὸν σηκόν, ὥσπερ οὐ πάντας λαθεῖν δέον, ἀλλὰ πάντας Ἀθηναίους εἰδέναι. καὶ εἰ μὲν
            αἰσχρὸν ἦν μόνον τὸ πρᾶγμα, ἴσως ἄν τις τῶν παριόντων ἠμέλησε· νῦν δʼ οὐ περὶ αἰσχύνης
            ἀλλὰ τῆς μεγίστης ζημίας ἐκινδύνευον.</p></div><div type="textpart" subtype="section" n="16"><p>πῶς δʼ οὐκ ἂν ἦ ἀθλιώτατος ἀνθρώπων ἁπάντων, εἰ τοὺς ἐμαυτοῦ θεράποντας μηκέτι δούλους ἔμελλον ἕξειν ἀλλὰ δεσπότας τὸν λοιπὸν βίον, τοιοῦτον ἔργον συνειδότας; ὥστε εἰ καὶ τὰ μέγιστα εἰς ἐμὲ ἐξημάρτανον, οὐκ ἂν οἷόν τε ἦν δίκην με παρʼ αὐτῶν λαμβάνειν· εὖ γὰρ ἂν ᾔδη<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ᾔδειν</foreign> Emperius: h)/|dh Hude: <foreign xml:lang="grc">εἰδείην</foreign> MSS.</note> ὅτι ἐπʼ ἐκείνοις ἦν καὶ ἐμὲ τιμωρήσασθαι καὶ αὐτοῖς μηνύσασιν ἐλευθέροις γενέσθαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>