<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p><milestone unit="para" ed="P"/>πρότερον μέν, ὦ βουλή, ἐνόμιζον ἐξεῖναι τῷ βουλομένῳ, ἡσυχίαν ἄγοντι, μήτε δίκας ἔχειν μήτε πράγματα· νυνὶ δὲ οὕτως ἀπροσδοκήτως αἰτίαις καὶ πονηροῖς συκοφάνταις περιπέπτωκα, ὥστʼ εἴ πως οἷόν τε, δοκεῖ μοι δεῖν καὶ τοὺς μὴ γεγονότας ἤδη δεδιέναι περὶ τῶν μελλόντων ἔσεσθαι· διὰ γὰρ τοὺς τοιούτους οἱ κίνδυνοι <del>οἱ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οί</foreign> del. Stephanus</note> κοινοὶ γίγνονται καὶ τοῖς μηδὲν ἀδικοῦσι καὶ τοῖς πολλὰ ἡμαρτηκόσιν.</p></div><div type="textpart" subtype="section" n="2"><p>οὕτω δʼ ἄπορος ὁ ἀγών μοι καθέστηκεν, ὥστε ἀπεγράφην τὸ μὲν πρῶτον ἐλάαν ἐκ τῆς γῆς ἀφανίζειν, καὶ πρὸς τοὺς ἐωνημένους τοὺς καρποὺς τῶν μορίων πυνθανόμενοι προσῇσαν· ἐπειδὴ δʼ ἐκ τούτου τοῦ τρόπου ἀδικοῦντά με οὐδὲν εὑρεῖν ἐδυνήθησαν, νυνί με σηκόν <add>φασιν</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">φασιν</foreign> add. Reiske</note> ἀφανίζειν, ἡγούμενοι ἐμοὶ μὲν ταύτην τὴν αἰτίαν ἀπορωτάτην εἶναι ἀπελέγξαι,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπελέγξαι</foreign> Westermann: <foreign xml:lang="grc">ἀποδεῖξαι</foreign> MSS.</note> αὐτοῖς δὲ ἐξεῖναι μᾶλλον ὅ τι ἂν βούλωνται λέγειν.</p></div><div type="textpart" subtype="section" n="3"><p>καὶ δεῖ με, περὶ ὧν οὗτος ἐπιβεβουλευκὼς ἥκει, ἅμʼ ὑμῖν τοῖς διαγνωσομένοις περὶ τοῦ πράγματος ἀκούσαντα<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἅμʼ <gap reason="lost"/> ἀκούσαντα</foreign> Sauppe: <foreign xml:lang="grc">ἀλλʼ .. ἀκούσαντας, ἐν <gap reason="lost"/> ἀκούσασι</foreign> MSS.</note> καὶ περὶ τῆς πατρίδος καὶ περὶ τῆς οὐσίας ἀγωνίσασθαι. ὅμως δὲ πειράσομαι ἐξ ἀρχῆς ὑμᾶς διδάξαι.</p></div><div type="textpart" subtype="section" n="4"><p><milestone unit="para" ed="P"/>ἦν μὲν γὰρ τοῦτο Πεισάνδρου τὸ χωρίον, δημευθέντων δὲ τῶν ὄντων<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὲ τῶν ὄντων</foreign> Bekker: <foreign xml:lang="grc">τῶν ὄντων δʼ</foreign>.</note> ἐκείνου Ἀπολλόδωρος ὁ Μεγαρεὺς δωρειὰν παρὰ τοῦ δήμου λαβὼν τὸν μὲν ἄλλον χρόνον ἐγεώργει, ὀλίγῳ δὲ πρὸ τῶν τριάκοντα Ἀντικλῆς παρʼ αὐτοῦ πριάμενος ἐξεμίσθωσεν· ἐγὼ δὲ παρʼ Ἀντικλέους εἰρήνης οὔσης ὠνοῦμαι.<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὠνοῦμαι</foreign> Emperius: <foreign xml:lang="grc">ὠνούμην</foreign> MSS.</note> </p></div><div type="textpart" subtype="section" n="5"><p>ἡγοῦμαι τοίνυν, ὦ βουλή, ἐμὸν ἔργον ἀποδεῖξαι ὡς ἐπειδὴ τὸ χωρίον ἐκτησάμην, οὔτʼ ἐλάα οὔτε σηκὸς ἐνῆν ἐν αὐτῷ. νομίζω γὰρ τοῦ μὲν προτέρου χρόνου, οὐδʼ εἰ πάλαι ἐνῆσαν μορίαι, οὐκ ἂν δικαίως ζημιοῦσθαι· εἰ γὰρ μὴ διʼ ἡμᾶς εἰσιν ἠφανισμέναι, οὐδὲν προσήκει περὶ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὡς ἀδικοῦντας κινδυνεύειν. </p></div><div type="textpart" subtype="section" n="6"><p>πάντες γὰρ ἐπίστασθε ὅτι <add>ὁ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁ</foreign> add. Dobree</note> πόλεμος καὶ ἄλλων πολλῶν αἴτιος κακῶν γεγένηται, καὶ τὰ μὲν πόρρω ὑπὸ Λακεδαιμονίων ἐτέμνετο, τὰ δʼ ἐγγὺς ὑπὸ τῶν φίλων διηρπάζετο· ὥστε πῶς ἂν δικαίως ὑπὲρ τῶν <add>τότε</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τότε</foreign> add. Reiske</note> τῇ πόλει γεγενημένων συμφορῶν ἐγὼ νυνὶ δίκην διδοίην; </p></div><div type="textpart" subtype="section" n="7"><p>ἄλλως τε καὶ τοῦτο τὸ χωρίον ἐν τῷ πολέμῳ δημευθὲν ἄπρατον ἦν πλεῖν ἢ τρία ἔτη. οὐ θαυμαστὸν δʼ εἰ τότε τὰς μορίας ἐξέκοπτον, ἐν ᾧ οὐδὲ τὰ ἡμέτερʼ αὐτῶν φυλάττειν ἐδυνάμεθα. ἐπίστασθε δέ, ὦ βουλή, ὅσοι μάλιστα τῶν τοιούτων ἐπιμελεῖσθε, πολλὰ ἐν ἐκείνῳ τῷ χρόνῳ δασέα ὄντα ἰδίαις καὶ μορίαις ἐλάαις, ὧν νῦν τὰ πολλὰ ἐκκέκοπται καὶ ἡ γῆ ψιλὴ γεγένηται· καὶ τῶν αὐτῶν καὶ ἐν τῇ εἰρήνῃ καὶ ἐν τῷ πολέμῳ κεκτημένων οὐκ ἀξιοῦτε παρʼ αὐτῶν, ἑτέρων ἐκκοψάντων, δίκην λαμβάνειν. </p></div><div type="textpart" subtype="section" n="8"><p>καίτοι εἰ τοὺς διὰ παντὸς τοῦ χρόνου γεωργοῦντας τῆς αἰτίας ἀφίετε, ἦ που χρὴ τούς γʼ ἐν τῇ εἰρήνῃ πριαμένους ἀφʼ ὑμῶν ἀζημίους γενέσθαι. </p></div><div type="textpart" subtype="section" n="9"><p><milestone unit="para" ed="P"/>ἀλλὰ γάρ, ὦ βουλή, περὶ μὲν τῶν πρότερον γεγενημένων πολλὰ ἔχων εἰπεῖν ἱκανὰ νομίζω τὰ εἰρημένα· ἐπειδὴ δʼ ἐγὼ παρέλαβον τὸ χωρίον, πρὶν ἡμέρας πέντε γενέσθαι, ἀπεμίσθωσα Καλλιστράτῳ, ἐπὶ Πυθοδώρου ἄρχοντος·</p></div><div type="textpart" subtype="section" n="10"><p>ὃς δύο<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὃς δύο</foreign> Harpocration: <foreign xml:lang="grc">δύο δʼ</foreign>.</note> ἔτη ἐγεώργησεν, οὔτε ἰδίαν ἐλάαν οὔτε μορίαν οὔτε σηκὸν παραλαβών. τρίτῳ δὲ ἔτει Δημήτριος οὑτοσὶ εἰργάσατο ἐνιαυτόν· τῷ δὲ τετάρτῳ Ἀλκίᾳ Ἀντισθένους ἀπελευθέρῳ ἐμίσθωσα, ὃς τέθνηκε· κᾆτα<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κᾆτα</foreign> Meutzner: <foreign xml:lang="grc">ταῦτα</foreign> MSS.</note> τρία ἔτη ὁμοίως καὶ Πρωτέας ἐμισθώσατο. καί μοι δεῦρʼ ἴτε, μάρτυρες.</p></div><div type="textpart" subtype="section" n="11"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>ἐπειδὴ τοίνυν ὁ χρόνος οὗτος ἐξήκει, αὐτὸς γεωργῶ. φησὶ δὲ ὁ κατήγορος ἐπὶ Σουνιάδου ἄρχοντος σηκὸν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">σηκὸν</foreign> Suidas: <foreign xml:lang="grc">οἶκον</foreign> MSS.</note> ὑπʼ ἐμοῦ ἐκκεκόφθαι. ὑμῖν δὲ μεμαρτυρήκασιν οἱ πρότερον ἐργαζόμενοι καὶ πολλὰ ἔτη παρʼ ἐμοῦ μεμισθωμένοι μὴ εἶναι σηκὸν ἐν τῷ χωρίῳ. καίτοι πῶς ἄν τις φανερώτερον<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">φανερώτερον</foreign> Contius: <foreign xml:lang="grc">φανερῶς</foreign> MSS.</note> ἐξελέγξειε ψευδόμενον τὸν κατήγορον; οὐ γὰρ οἷόν τε, ἃ πρότερον μὴ ἦν, ταῦτα τὸν ὕστερον ἐργαζόμενον ἀφανίζειν. </p></div><div type="textpart" subtype="section" n="12"><p><milestone unit="para" ed="P"/>ἐγὼ τοίνυν, ὦ βουλή, ἐν μὲν τῷ τέως χρόνῳ, ὅσοι με φάσκοιεν δεινὸν εἶναι καὶ ἀκριβῆ καὶ οὐδὲν ἂν εἰκῇ καὶ ἀλογίστως ποιῆσαι, ἠγανάκτουν ἄν, ἡγούμενος μᾶλλον λέγεσθαι <add>ἢ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ</foreign> add. Taylor</note> ὥς μοι προσῆκε· νῦν δὲ πάντας ἂν ὑμᾶς βουλοίμην περὶ ἐμοῦ ταύτην τὴν γνώμην ἔχειν, ἵνα ἡγῆσθέ με σκοπεῖν <add>ἄν</add>,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄν</foreign> add. Frohberger</note> εἴπερ τοιούτοις ἔργοις ἐπεχείρουν, καὶ ὅ τι κέρδος ἐγίγνετο <add>τῷ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> del. Dobree</note> ἀφανίσαντι καὶ ἥτις ζημία περιποιήσαντι,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">περιποιήσαντι</foreign> Kayser: <foreign xml:lang="grc">τῷ ποιήσαντι</foreign>.</note> καὶ τί ἂν λαθὼν διεπραξάμην καὶ τί ἂν φανερὸς γενόμενος ὑφʼ ὑμῶν ἔπασχον.</p></div><div type="textpart" subtype="section" n="13"><p>πάντες γὰρ ἄνθρωποι τὰ τοιαῦτα οὐχ ὕβρεως ἀλλὰ κέρδους ἕνεκα ποιοῦσι, καὶ ὑμᾶς εἰκὸς οὕτω σκοπεῖν, καὶ τοὺς ἀντιδίκους ἐκ τούτων τὰς κατηγορίας ποιεῖσθαι, ἀποφαίνοντας ἥτις ὠφέλεια τοῖς ἀδικήσασιν ἐγίγνετο.</p></div><div type="textpart" subtype="section" n="14"><p>οὗτος μέντοι οὐκ ἂν ἔχοι ἀποδεῖξαι οὔθʼ ὡς ὑπὸ πενίας ἠναγκάσθην τοιούτοις ἔργοις ἐπιχειρεῖν,
            οὔθʼ ὡς τὸ χωρίον μοι διεφθείρετο <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διεφθηείρετο</foreign>Herwerden: <foreign xml:lang="grc">διαφθηείρεται</foreign>
              MSS</note> τοῦ σηκοῦ ὄντος, οὔθʼ ὡς ἀμπέλοις ἐμποδὼν ἦν, οὔθʼ ὡς οἰκίας ἐγγύς, οὔθʼ ὡς
            ἐγὼ ἄπειρος τῶν παρʼ ὑμῖν κινδύνων. </p></div><div type="textpart" subtype="section" n="15"><p><add>ἐγὼ δʼ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγὼ δʼ</foreign> add.
              Frei</note> εἴ τι τοιοῦτον<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοιοῦτον</foreign> Hertlein: <foreign xml:lang="grc">τούτων</foreign> MSS</note> ἔπραττον, πολλὰς
            ἂν καὶ μεγάλας ἐμαυτῷ ζημίας γενομένας ἀποφήναιμι· ὃς πρῶτον μὲν μεθʼ ἡμέραν ἐξέκοπτον
            τὸν σηκόν, ὥσπερ οὐ πάντας λαθεῖν δέον, ἀλλὰ πάντας Ἀθηναίους εἰδέναι. καὶ εἰ μὲν
            αἰσχρὸν ἦν μόνον τὸ πρᾶγμα, ἴσως ἄν τις τῶν παριόντων ἠμέλησε· νῦν δʼ οὐ περὶ αἰσχύνης
            ἀλλὰ τῆς μεγίστης ζημίας ἐκινδύνευον.</p></div><div type="textpart" subtype="section" n="16"><p>πῶς δʼ οὐκ ἂν ἦ ἀθλιώτατος ἀνθρώπων ἁπάντων, εἰ τοὺς ἐμαυτοῦ θεράποντας μηκέτι δούλους ἔμελλον ἕξειν ἀλλὰ δεσπότας τὸν λοιπὸν βίον, τοιοῦτον ἔργον συνειδότας; ὥστε εἰ καὶ τὰ μέγιστα εἰς ἐμὲ ἐξημάρτανον, οὐκ ἂν οἷόν τε ἦν δίκην με παρʼ αὐτῶν λαμβάνειν· εὖ γὰρ ἂν ᾔδη<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ᾔδειν</foreign> Emperius: h)/|dh Hude: <foreign xml:lang="grc">εἰδείην</foreign> MSS.</note> ὅτι ἐπʼ ἐκείνοις ἦν καὶ ἐμὲ τιμωρήσασθαι καὶ αὐτοῖς μηνύσασιν ἐλευθέροις γενέσθαι. </p></div><div type="textpart" subtype="section" n="17"><p>ἔτι τοίνυν, εἰ τῶν οἰκετῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἰκετῶν</foreign> Scaliger: <foreign xml:lang="grc">εἰκότων</foreign> MSS.</note> παρέστη μοι μηδὲν φροντίζειν, πῶς ἂν ἐτόλμησα τοσούτων μεμισθωμένων καὶ ἁπάντων συνειδότων ἀφανίσαι τὸν σηκὸν βραχέος μὲν κέρδους ἕνεκα, προθεσμίας δὲ οὐδεμιᾶς οὔσης τῷ κινδύνῳ τοῖς εἰργασμένοις ἅπασι τὸ χωρίον ὁμοίως προσῆκον εἶναι σῶν τὸν σηκόν ἵνʼ, εἴ τις αὐτοὺς ᾐτιᾶτο, εἶχον ἀνενεγκεῖν ὅτῳ παρέδοσαν; νῦν δὲ καὶ ἐμὲ ἀπολύσαντες φαίνονται, καὶ σφᾶς αὐτούς, εἴπερ ψεύδονται, μετόχους τῆς αἰτίας καθιστάντες.</p></div><div type="textpart" subtype="section" n="18"><p>εἰ τοίνυν καὶ ταῦτα παρεσκευασάμην, πῶς ἂν οἷός τʼ ἦ πάντας πεῖσαι τοὺς παριόντας, ἢ τοὺς γείτονας, οἳ οὐ μόνον ἀλλήλων ταῦτʼ ἴσασιν ἃ πᾶσιν ὁρᾶν ἔξεστιν, ἀλλὰ καὶ περὶ ὧν ἀποκρυπτόμεθα μηδένα εἰδέναι, καὶ περὶ ἐκείνων πυνθάνονται; ἐμοὶ τοίνυν τούτων οἱ μὲν φίλοι οἱ δὲ διάφοροι περὶ τῶν ἐμῶν τυγχάνουσιν ὄντες· </p></div><div type="textpart" subtype="section" n="19"><p>οὓς ἐχρῆν τοῦτον παρασχέσθαι μάρτυρας, καὶ μὴ μόνον οὕτως τολμηρὰς κατηγορίας ποιεῖσθαι· ὅς φησιν ὡς ἐγὼ μὲν παρειστήκη, οἱ δʼ οἰκέται ἐξέτεμνον τὰ πρέμνα, ἀναθέμενος δὲ ὁ βοηλάτης ὤχετο ἀπάγων τὰ ξύλα. </p></div><div type="textpart" subtype="section" n="20"><p><milestone unit="para" ed="P"/>καίτοι, ὦ Νικόμαχε, χρῆν σε τότε καὶ παρακαλεῖν τοὺς παρόντας μάρτυρας, καὶ φανερὸν ποιεῖν τὸ πρᾶγμα· καὶ ἐμοὶ μὲν οὐδεμίαν ἂν ἀπολογίαν ὑπέλιπες,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑπέλιπες</foreign> Franz: <foreign xml:lang="grc">ἀπέλιπες</foreign> MSS.</note> αὐτὸς δέ, εἰ μέν σοι ἐχθρὸς ἦ, ἐν τούτῳ τῷ τρόπῳ ἦσθα ἄν με τετιμωρημένος, εἰ δὲ τῆς πόλεως ἕνεκα ἔραττες, οὕτως ἐξελέγξας οὐκ ἂν ἐδόκεις εἶναι συκοφάντης, εἰ δὲ κερδαίνειν ἐβούλου,</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>