<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2:51-55</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2:51-55</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="51"><p>καὶ διαγνώσεσθε ἄμεινον. οὗτος γὰρ ἐνδὺς στολήν, μιμούμενος τὰ ἱερὰ ἐπεδείκνυε τοῖς ἀμυήτοις καὶ εἶπε τῇ φωνῇ τὰ ἀπόρρητα, τῶν δὲ θεῶν, οὓς ἡμεῖς <del>θεοὺς</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">θεοὺς</foreign> del. Dobree</note> νομίζομεν καὶ θεραπεύοντες καὶ ἁγνεύοντες θύομεν καὶ προσευχόμεθα, τούτους περιέκοψε. καὶ ἐπὶ τούτοις ἱέρειαι καὶ ἱερεῖς στάντες κατηράσαντο πρὸς ἑσπέραν καὶ φοινικίδας ἀνέσεισαν, κατὰ τὸ νόμιμον τὸ παλαιὸν καὶ ἀρχαῖον.</p></div><div type="textpart" subtype="section" n="52"><p>ὡμολόγησε δὲ οὗτος ποιῆσαι. ἔτι δὲ παρελθὼν τὸν νόμον ὃν ὑμεῖς ἔθεσθε, εἴργεσθαι τῶν ἱερῶν αὐτὸν ὡς ἀλιτήριον ὄντα, ταῦτα πάντα βιασάμενος εἰσελήλυθεν ἡμῶν εἰς τὴν πόλιν, καὶ ἔθυσεν ἐπὶ τῶν βωμῶν ὧν οὐκ ἐξῆν αὐτῷ καὶ ἀπήντα τοῖς ἱεροῖς περὶ ἃ ἠσέβησεν, εἰσῆλθεν εἰς τὸ Ἐλευσίνιον, ἐχερνίψατο ἐκ τῆς ἱερᾶς χέρνιβος. τίνα χρὴ ταῦτα ἀνασχέσθαι; </p></div><div type="textpart" subtype="section" n="53"><p>ποῖον φίλον, ποῖον συγγενῆ, ποῖον δημότην<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δημότην</foreign> Blass: <foreign xml:lang="grc">δικαστὴν</foreign> MSS.</note> χρὴ τούτῳ χαρισάμενον κρύβδην φανερῶς τοῖς θεοῖς ἀπεχθέσθαι; νῦν οὖν χρὴ νομίζειν τιμωρουμένους καὶ ἀπαλλαττομένους Ἀνδοκίδου τὴν πόλιν καθαίρειν<note resp="Loeb" anchored="true">Post <foreign xml:lang="grc">καθαίρειν</foreign> in libris <foreign xml:lang="grc">ἀρὰν ἀπάγεσθαι</foreign> del. Taylor</note> καὶ ἀποδιοπομπεῖσθαι καὶ φαρμακὸν ἀποπέμπειν καὶ ἀλιτηρίου ἀπαλλάττεσθαι, ὡς ἓν τούτων οὗτός ἐστι.</p></div><div type="textpart" subtype="section" n="54"><p><milestone unit="para" ed="P"/>βούλομαι τοίνυν εἰπεῖν ἃ Διοκλῆς ὁ Ζακόρου τοῦ ἱεροφάντου, πάππος δὲ ἡμέτερος, συνεβούλευσε βουλευομένοις ὑμῖν ὅ τι δεῖ χρῆσθαι Μεγαρεῖ ἀνδρὶ ἠσεβηκότι. κελευόντων γὰρ ἑτέρων ἄκριτον παραχρῆμα ἀποκτεῖναι, παρῄνεσε κρῖναι τῶν ἀνθρώπων ἕνεκα, ἵνα ἀκούσαντες καὶ ἰδόντες σωφρονέστεροι οἱ ἄλλοι ὦσι, τῶν δὲ θεῶν ἕνεκα οἴκοθεν ἕκαστον, ἃ δεῖ τὸν ἀσεβοῦντα παθεῖν, αὐτὸν παρʼ ἑαυτῷ κεκρικότα εἰς τὸ δικαστήριον εἰσιέναι.</p></div><div type="textpart" subtype="section" n="55"><p>καὶ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι (ἐπίστασθε γὰρ ἃ δεῖ ποιῆσαι), μὴ ἀναπεισθῆτε ὑπὸ τούτου, φανερῶς ἔχετε αὐτὸν ἀσεβοῦντα· εἴδετε, ἠκούσατε τὰ τούτου ἁμαρτήματα. ἀντιβολήσει καὶ ἱκετεύσει ὑμᾶς· μὴ ἐλεεῖτε. οὐ γὰρ οἱ δικαίως ἀποθνῄσκοντες ἀλλʼ οἱ ἀδίκως ἄξιοί εἰσιν ἐλεεῖσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>