<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p><milestone unit="para" ed="P"/>σκέψασθε δὲ καὶ αὐτοῦ Ἀνδοκίδου τὸν βίον, ἀφʼ οὗ ἠσέβηκε, καὶ εἴ τις τοιοῦτος ἕτερός ἐστιν. Ἀνδοκίδης γὰρ ἐπειδὴ ἥμαρτεν, ἐξ ἐπιβολῆς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπιβολῆς</foreign> Taylor: <foreign xml:lang="grc">ἐπιβουλῆς</foreign> MSS.</note> εἰσαχθεὶς εἰς τὸ δικαστήριον, ἔδησεν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔδησεν</foreign> Stephanus: <foreign xml:lang="grc">ἐδέησεν</foreign> MSS.</note> ἑαυτὸν τιμησάμενος δεσμοῦ, εἰ μὴ παραδοίη τὸν ἀκόλουθον· εὖ δʼ ἤδει οὐ δυνησόμενος παραδοῦναι, </p></div><div type="textpart" subtype="section" n="22"><p>ὃς διὰ τοῦτον καὶ τὰ τούτου ἁμαρτήματα ἀπέθανεν, ἵνα <add>μὴ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὴ</foreign> add. Stephanus</note> μηνυτὴς γένοιτο. καίτοι πῶς οὐ θεῶν τις τὴν τούτου γνώμην διέφθειρεν, ὃς ῥᾷον ἡγήσατο δεσμοῦ τιμήσασθαι ἢ ἀργυρίου<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ ἀργυρίου</foreign> Taylor: <foreign xml:lang="grc">μαρτυρίου</foreign> MSS.</note> ἐπʼ ἐλπίδι τῇ αὐτῇ; </p></div><div type="textpart" subtype="section" n="23"><p>ἐκ δʼ οὖν τούτου τοῦ τιμήματος ἐδέδετο ἐγγὺς ἐνιαυτόν, καὶ ἐμήνυσε δεδεμένος κατὰ τῶν αὑτοῦ συγγενῶν καὶ φίλων, ἀδείας δοθείσης αὐτῷ, εἰ δόξειε τἀληθῆ μηνῦσαι. καὶ τίνα αὐτὸν δοκεῖτε ψυχὴν ἔχειν, ὁπότε τὰ μὲν ἔσχατα καὶ τὰ αἴσχιστα ἐποίει μηνύων κατὰ τῶν ἑαυτοῦ φίλων, ἡ δὲ σωτηρία ἀφανὴς αὐτῷ; </p></div><div type="textpart" subtype="section" n="24"><p>μετὰ δὲ ταῦτα, ἐπειδὴ ἀπεκτονὼς ἦν οὓς αὐτὸς ἔφη περὶ πλείστου ποιεῖσθαι, ἔδοξε τἀληθῆ μηνῦσαι καὶ ἐλύθη, καὶ προσεψηφίσασθε ὑμεῖς αὐτὸν εἴργεσθαι τῆς ἀγορᾶς καὶ τῶν ἱερῶν, ὥστε μηδʼ ἀδικούμενον ὑπὸ τῶν ἐχθρῶν δύνασθαι δίκην λαβεῖν.</p></div><div type="textpart" subtype="section" n="25"><p>οὐδεὶς γάρ πω,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πω</foreign> Reiske: <foreign xml:lang="grc">που</foreign> MSS.</note> ἐξ ὅσου Ἀθῆναι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Ἀθῆναι</foreign> Bekker: <foreign xml:lang="grc">Ἀθηναίων</foreign> MSS.</note> ἀείμνηστοί εἰσιν, ἐπὶ τοιαύτῃ αἰτίᾳ ἠτιμώθη. δικαίως· οὐδὲ γὰρ ἔργα τοιαῦτα οὐδείς πω εἰργάσατο. καὶ τούτων πότερα τοὺς θεοὺς χρὴ ἢ τὸ αὐτόματον αἰτιᾶσθαι; </p></div><div type="textpart" subtype="section" n="26"><p>μετὰ δὲ ταῦτα ἔπλευσεν ὡς τὸν Κιτιῶν βασιλέα, καὶ προδιδοὺς ληφθεὶς ὑπʼ αὐτοῦ ἐδέθη, καὶ οὐ μόνον τὸν θάνατον ἐφοβεῖτο ἀλλὰ καὶ τὰ καθʼ ἡμέραν αἰκίσματα, οἰόμενος τὰ ἀκρωτήρια ζῶντος ἀποτμηθήσεσθαι. </p></div><div type="textpart" subtype="section" n="27"><p>ἀποδρὰς δὲ ἐκ τούτου τοῦ κινδύνου κατέπλευσεν εἰς τὴν ἑαυτοῦ πόλιν ἐπὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπὶ</foreign> Taylor: <foreign xml:lang="grc">ἐπεὶ</foreign> MSS.</note> τῶν τετρακοσίων· <add>τοσαύτην γὰρ ὁ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign> add. Taylor, <foreign xml:lang="grc">τοσαύτην ετ ὁ</foreign> Markland</note> θεὸς λήθην ἔδωκεν, ὥστε εἰς τοὺς ἠδικημένους αὐτοὺς ἐπεθύμησεν ἀφικέσθαι. ἀφικόμενος δὲ ἐδέθη καὶ ᾐκίσθη, ἀπώλετο δὲ οὐχί, ἀλλʼ ἐλύθη. </p></div><div type="textpart" subtype="section" n="28"><p>ἔνθεν δὲ ἔπλευσεν ὡς Εὐαγόραν τὸν Κύπρου βασιλεύοντα, καὶ ἀδικήσας εἵρχθη. ἀποδρὰς δὲ καὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀποδρὰς δὲ καὶ</foreign> Reiske: <foreign xml:lang="grc">ἀποδράσας</foreign> MSS.</note> τοῦτον ἔφευγε μὲν τοὺς ἐνθάδε θεούς, ἔφευγε δὲ τὴν ἑαυτοῦ πόλιν, ἔφευγε δὲ εἰς οὓς τὸ πρῶτον ἀφίκοιτο τόπους. καίτοι τίς χάρις τῷ βίω, κακοπαθεῖν μὲν πολλάκις, ἀναπαύσασθαι δὲ μηδέποτε; </p></div><div type="textpart" subtype="section" n="29"><p>καταπλεύσας δὲ ἐκεῖθεν δεῦρο εἰς δημοκρατίαν <del>εἰς τὴν αὑτοῦ πόλιν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰς <gap reason="lost"/> πόλιν</foreign> del. Dobree</note> τοῖς μὲν πρυτάνεσιν ἔδωκε χρήματα, ἵνα αὐτὸν προσαγάγοιεν ἐνθάδε, ὑμεῖς δʼ αὐτὸν ἐξηλάσατε ἐκ τῆς πόλεως, τοῖς θεοῖς βεβαιοῦντες τοὺς νόμους οὓς ἐψηφίσασθε. </p></div><div type="textpart" subtype="section" n="30"><p>καὶ τὸν ἄνδρα οὐ δῆμος, οὐκ ὀλιγαρχία, οὐ τύραννος, οὐ πόλις ἐθέλει δέξασθαι διὰ τέλους, ἀλλὰ πάντα τὸν χρόνον, ἐξ ὅσου ἠσέβησεν, ἀλώμενος διάγει, πιστεύων ἀεὶ μᾶλλον τοῖς ἀγνῶσι τῶν γνωρίμων διὰ τὸ ἠδικηκέναι οὓς γιγνώσκει. τὸ δὲ τελευταῖον νῦν ἀφικόμενος εἰς τὴν πόλιν δὶς ἐν τῷ αὐτῷ ἐνδέδεικται. </p></div><div type="textpart" subtype="section" n="31"><p>καὶ τὸ μὲν σῶμα ἀεὶ ἐν δεσμοῖς ἔχει, ἡ δὲ οὐσία αὐτοῦ ἐλάττων ἐκ τῶν κινδύνων γίγνεται. καίτοι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καίτοι</foreign> Markland: <foreign xml:lang="grc">καὶ</foreign> MSS.</note> ὅταν τις τὸν αὑτοῦ βίον τοῖς ἐχθροῖς καὶ τοῖς συκοφάνταις διανέμῃ, τοῦτʼ ἔστι τὸ ζῆν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ζῆν</foreign> Cobet: <foreign xml:lang="grc">τὸν</foreign> MSS.</note> βίον ἀβίωτον. ἃ τούτῳ ὁ θεὸς οὐκ ἐπὶ σωτηρία ἐπινοεῖν δίδωσιν, ἀλλὰ τιμωρούμενος τῶν γεγενημένων ἀσεβημάτων. </p></div><div type="textpart" subtype="section" n="32"><p>τὸ δὲ τελευταῖον νυνὶ παραδέδωκεν αὑτὸν ὑμῖν χρῆσθαι ὅ τι ἂν βούλησθε, οὐ τῷ μὴ ἀδικεῖν πιστεύων, ἀλλʼ ὑπὸ δαιμονίου τινὸς ἀγόμενος ἀνάγκης. οὔκουν χρὴ μὰ τὸν Δία οὔτε πρεσβύτερον ὄντα οὔτε νεώτερον, ὁρῶντας Ἀνδοκίδην ἐκ τῶν κινδύνων σῳζόμενον, συνειδότας αὐτῷ ἔργα ἀνόσια εἰργασμένῳ, ἀθεωτέρους γίγνεσθαι, ἐνθυμουμένους ὅτι ἥμισυς ὁ βίος βιῶναι κρείττων ἀλύπως ἐστὶν ἢ διπλάσιος λυπουμένῳ, ὥσπερ οὗτος. </p></div><div type="textpart" subtype="section" n="33"><p><milestone unit="para" ed="P"/>εἰς τοσοῦτον δὲ ἀναισχυντίας ἀφῖκται, ὥστε καὶ παρασκευάζεται τὰ πολιτικὰ πράττειν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ πολιτικὰ πράττειν</foreign> Valckenaer: <foreign xml:lang="grc">τῆ πόλει καὶ πράττει</foreign> MSS.</note> καὶ ἤδη δημηγορεῖ καὶ ἐπιτιμᾷ καὶ ἀποδοκιμάζει τῶν ἀρχόντων τισί. καὶ συμβουλεύει τὴν βουλὴν εἰσιὼν περὶ θυσιῶν καὶ προσόδων καὶ εὐχῶν καὶ μαντειῶν. καίτοι τούτῳ πειθόμενοι ποίοις θεοῖς ἡγήσεσθε κεχαρισμένα ποιεῖν; μὴ γὰρ οἴεσθε, ὦ ἄνδρες δικασταί, εἰ ὑμεῖς βούλεσθε τὰ τούτῳ πεποιημένα ἐπιλαθέσθαι, καὶ τοὺς θεοὺς ἐπιλήσεσθαι. </p></div><div type="textpart" subtype="section" n="34"><p>ἀξιοῖ δὲ οὐχ ὡς ἠδικηκὼς ἡσυχίαν ἔχων πολιτεύεσθαι, ἀλλʼ ὥσπερ αὐτὸς ἐξευρὼν τοὺς τὴν πόλιν ἀδικήσαντας, οὕτω διανοεῖται, καὶ παρασκευάζεται ὅπως ἑτέρων<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἑτέρων</foreign> Contius: <foreign xml:lang="grc">ἑτέρους, ἑτέρως</foreign> MSS.</note> μεῖζον δυνήσεται, ὥσπερ οὐ διὰ πρᾳότητα καὶ ἀσχολίαν τὴν ὑμετέραν οὐ δεδωκὼς ὑμῖν δίκην, εἰς οὓς νῦν ἁμαρτάνων οὐ λανθάνει, ἀλλʼ ἅμα ἐξελεγχθήσεταί τε καὶ δώσει δίκην. </p></div><div type="textpart" subtype="section" n="35"><p><milestone unit="para" ed="P"/>ἰσχυριεῖται δὲ καὶ τούτῳ τῷ λόγῳ. ἀναγκαίως γὰρ ἔχει<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔχει</foreign> Franz: <foreign xml:lang="grc">ἔχω</foreign> MSS.</note> ὑμᾶς διδάσκειν ἃ οὗτος ἀπολογήσεται, ἵνʼ ἀκούσαντες παρʼ ἀμφοτέρων ἄμεινον διαγνῶτε. φησὶ γὰρ ἀγαθὰ μεγάλα ποιῆσαι τὴν πόλιν μηνύσας καὶ ἀπαλλάξας δέους καὶ ταραχῆς τῆς τότε. τίς δὲ τῶν μεγάλων κακῶν αἴτιος ἐγένετο; </p></div><div type="textpart" subtype="section" n="36"><p>οὐκ αὐτὸς οὗτος, ποιήσας ἃ ἐποίησεν; εἶτα τῶν μὲν ἀγαθῶν δεῖ τούτῳ χάριν εἰδέναι, ὅτι ἐμήνυσε, μισθὸν ὑμῶν αὐτῷ διδόντων τὴν ἄδειαν, τῆς δὲ ταραχῆς <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὲ ταραχῆς</foreign> Schott: <foreign xml:lang="grc">δʼ ἀρχῆς</foreign>.</note> καὶ τῶν κακῶν ὑμεῖς αἴτιοί ἐστε, ὅτι ἐζητεῖτε τοὺς ἠσεβηκότας; οὐ δήπουθεν, ἀλλʼ αὐτὸ τούτου τοὐναντίον ἐτάραξε μὲν οὗτος τὴν πόλιν, κατεστήσατε δʼ ὑμεῖς. </p></div><milestone unit="part" n="Proof"/><div type="textpart" subtype="section" n="37"><p><milestone unit="para" ed="P"/>πυνθάνομαι δʼ αὐτὸν μέλλειν ἀπολογήσεσθαι ὡς αἱ συνθῆκαι καὶ αὐτῷ εἰσι, καθάπερ καὶ τοῖς ἄλλοις Ἀθηναίοις. καὶ τοῦτο πρόσχημα ποιούμενος οἴεται πολλοὺς ὑμῶν, δεδιότας μὴ λύσητε τὰς συνθήκας, αὐτοῦ ἀποψηφιεῖσθαι. </p></div><div type="textpart" subtype="section" n="38"><p>ὡς οὖν οὐδὲν προσήκει Ἀνδοκίδῃ τῶν συνθηκῶν, περὶ τούτου λέξω, οὔτε μὰ τὸν Δία τῶν πρὸς Λακεδαιμονίους, ἃς ὑμεῖς συνέθεσθε, οὔτε ὧν <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὧν</foreign> Reiske: <foreign xml:lang="grc">τῶν</foreign> MSS.</note> πρὸς τοὺς ἐν <del>τῷ</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign> del. Pertz</note> ἄστει οἱ ἐκ Πειραιῶς. οὐδενὶ γὰρ ἡμῶν τοσούτων ὄντων τὰ αὐτὰ ἁμαρτήματα οὐδʼ ὅμοια ἦν τοῖς Ἀνδοκίδου, ὥστε καὶ τοῦτον ἡμῶν ἀπολαῦσαι. </p></div><div type="textpart" subtype="section" n="39"><p>ἀλλʼ οὐ μὲν δὴ ἕνεκά γε τούτου διαφερόμενοι, ἐπειδὴ καὶ τούτῳ μετέδομεν τῶν συνθηκῶν, τότε διηλλάγημεν. οὐ γὰρ ἕνεκα ἑνὸς ἀνδρὸς ἀλλʼ ἕνεκα ἡμῶν τῶν ἐξ ἄστεως καὶ ἐκ Πειραιῶς αἱ συνθῆκαι ἐγένοντο καὶ οἱ ὅρκοι, ἐπεί τοι δεινὸν ἂν εἴη, εἰ περὶ Ἀνδοκίδου ἀποδημοῦντος αὐτοὶ ἐνδεεῖς ὄντες ἐπεμελήθημεν, ὅπως ἐξαλειφθείη αὐτῷ τὰ ἁμαρτήματα.</p></div><div type="textpart" subtype="section" n="40"><p>ἀλλὰ Λακεδαιμονίοι γὰρ ἐν ταῖς πρὸς αὐτοὺς συνθήκαις ἐπεμελήθησαν Ἀνδοκίδου, ὅτι ἔπαθον ἀγαθόν τι ὑπʼ αὐτοῦ· ἀλλʼ ὑμεῖς ἐπεμελήθητέ γε αὐτοῦ; ἀντὶ ποίας εὐεργεσίας; ὅτι πολλάκις διʼ ὑμᾶς ὑπὲρ τῆς πόλεως ἐκινδύνευσεν; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>