<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2:21-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2:21-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p><milestone unit="para" ed="P"/>σκέψασθε δὲ καὶ αὐτοῦ Ἀνδοκίδου τὸν βίον, ἀφʼ οὗ ἠσέβηκε, καὶ εἴ τις τοιοῦτος ἕτερός ἐστιν. Ἀνδοκίδης γὰρ ἐπειδὴ ἥμαρτεν, ἐξ ἐπιβολῆς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπιβολῆς</foreign> Taylor: <foreign xml:lang="grc">ἐπιβουλῆς</foreign> MSS.</note> εἰσαχθεὶς εἰς τὸ δικαστήριον, ἔδησεν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔδησεν</foreign> Stephanus: <foreign xml:lang="grc">ἐδέησεν</foreign> MSS.</note> ἑαυτὸν τιμησάμενος δεσμοῦ, εἰ μὴ παραδοίη τὸν ἀκόλουθον· εὖ δʼ ἤδει οὐ δυνησόμενος παραδοῦναι, </p></div><div type="textpart" subtype="section" n="22"><p>ὃς διὰ τοῦτον καὶ τὰ τούτου ἁμαρτήματα ἀπέθανεν, ἵνα <add>μὴ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὴ</foreign> add. Stephanus</note> μηνυτὴς γένοιτο. καίτοι πῶς οὐ θεῶν τις τὴν τούτου γνώμην διέφθειρεν, ὃς ῥᾷον ἡγήσατο δεσμοῦ τιμήσασθαι ἢ ἀργυρίου<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ ἀργυρίου</foreign> Taylor: <foreign xml:lang="grc">μαρτυρίου</foreign> MSS.</note> ἐπʼ ἐλπίδι τῇ αὐτῇ; </p></div><div type="textpart" subtype="section" n="23"><p>ἐκ δʼ οὖν τούτου τοῦ τιμήματος ἐδέδετο ἐγγὺς ἐνιαυτόν, καὶ ἐμήνυσε δεδεμένος κατὰ τῶν αὑτοῦ συγγενῶν καὶ φίλων, ἀδείας δοθείσης αὐτῷ, εἰ δόξειε τἀληθῆ μηνῦσαι. καὶ τίνα αὐτὸν δοκεῖτε ψυχὴν ἔχειν, ὁπότε τὰ μὲν ἔσχατα καὶ τὰ αἴσχιστα ἐποίει μηνύων κατὰ τῶν ἑαυτοῦ φίλων, ἡ δὲ σωτηρία ἀφανὴς αὐτῷ; </p></div><div type="textpart" subtype="section" n="24"><p>μετὰ δὲ ταῦτα, ἐπειδὴ ἀπεκτονὼς ἦν οὓς αὐτὸς ἔφη περὶ πλείστου ποιεῖσθαι, ἔδοξε τἀληθῆ μηνῦσαι καὶ ἐλύθη, καὶ προσεψηφίσασθε ὑμεῖς αὐτὸν εἴργεσθαι τῆς ἀγορᾶς καὶ τῶν ἱερῶν, ὥστε μηδʼ ἀδικούμενον ὑπὸ τῶν ἐχθρῶν δύνασθαι δίκην λαβεῖν.</p></div><div type="textpart" subtype="section" n="25"><p>οὐδεὶς γάρ πω,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πω</foreign> Reiske: <foreign xml:lang="grc">που</foreign> MSS.</note> ἐξ ὅσου Ἀθῆναι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Ἀθῆναι</foreign> Bekker: <foreign xml:lang="grc">Ἀθηναίων</foreign> MSS.</note> ἀείμνηστοί εἰσιν, ἐπὶ τοιαύτῃ αἰτίᾳ ἠτιμώθη. δικαίως· οὐδὲ γὰρ ἔργα τοιαῦτα οὐδείς πω εἰργάσατο. καὶ τούτων πότερα τοὺς θεοὺς χρὴ ἢ τὸ αὐτόματον αἰτιᾶσθαι; </p></div><div type="textpart" subtype="section" n="26"><p>μετὰ δὲ ταῦτα ἔπλευσεν ὡς τὸν Κιτιῶν βασιλέα, καὶ προδιδοὺς ληφθεὶς ὑπʼ αὐτοῦ ἐδέθη, καὶ οὐ μόνον τὸν θάνατον ἐφοβεῖτο ἀλλὰ καὶ τὰ καθʼ ἡμέραν αἰκίσματα, οἰόμενος τὰ ἀκρωτήρια ζῶντος ἀποτμηθήσεσθαι. </p></div><div type="textpart" subtype="section" n="27"><p>ἀποδρὰς δὲ ἐκ τούτου τοῦ κινδύνου κατέπλευσεν εἰς τὴν ἑαυτοῦ πόλιν ἐπὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπὶ</foreign> Taylor: <foreign xml:lang="grc">ἐπεὶ</foreign> MSS.</note> τῶν τετρακοσίων· <add>τοσαύτην γὰρ ὁ</add><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γὰρ</foreign> add. Taylor, <foreign xml:lang="grc">τοσαύτην ετ ὁ</foreign> Markland</note> θεὸς λήθην ἔδωκεν, ὥστε εἰς τοὺς ἠδικημένους αὐτοὺς ἐπεθύμησεν ἀφικέσθαι. ἀφικόμενος δὲ ἐδέθη καὶ ᾐκίσθη, ἀπώλετο δὲ οὐχί, ἀλλʼ ἐλύθη. </p></div><div type="textpart" subtype="section" n="28"><p>ἔνθεν δὲ ἔπλευσεν ὡς Εὐαγόραν τὸν Κύπρου βασιλεύοντα, καὶ ἀδικήσας εἵρχθη. ἀποδρὰς δὲ καὶ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀποδρὰς δὲ καὶ</foreign> Reiske: <foreign xml:lang="grc">ἀποδράσας</foreign> MSS.</note> τοῦτον ἔφευγε μὲν τοὺς ἐνθάδε θεούς, ἔφευγε δὲ τὴν ἑαυτοῦ πόλιν, ἔφευγε δὲ εἰς οὓς τὸ πρῶτον ἀφίκοιτο τόπους. καίτοι τίς χάρις τῷ βίω, κακοπαθεῖν μὲν πολλάκις, ἀναπαύσασθαι δὲ μηδέποτε; </p></div><div type="textpart" subtype="section" n="29"><p>καταπλεύσας δὲ ἐκεῖθεν δεῦρο εἰς δημοκρατίαν <del>εἰς τὴν αὑτοῦ πόλιν</del><note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰς <gap reason="lost"/> πόλιν</foreign> del. Dobree</note> τοῖς μὲν πρυτάνεσιν ἔδωκε χρήματα, ἵνα αὐτὸν προσαγάγοιεν ἐνθάδε, ὑμεῖς δʼ αὐτὸν ἐξηλάσατε ἐκ τῆς πόλεως, τοῖς θεοῖς βεβαιοῦντες τοὺς νόμους οὓς ἐψηφίσασθε. </p></div><div type="textpart" subtype="section" n="30"><p>καὶ τὸν ἄνδρα οὐ δῆμος, οὐκ ὀλιγαρχία, οὐ τύραννος, οὐ πόλις ἐθέλει δέξασθαι διὰ τέλους, ἀλλὰ πάντα τὸν χρόνον, ἐξ ὅσου ἠσέβησεν, ἀλώμενος διάγει, πιστεύων ἀεὶ μᾶλλον τοῖς ἀγνῶσι τῶν γνωρίμων διὰ τὸ ἠδικηκέναι οὓς γιγνώσκει. τὸ δὲ τελευταῖον νῦν ἀφικόμενος εἰς τὴν πόλιν δὶς ἐν τῷ αὐτῷ ἐνδέδεικται. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>