<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2:31-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2:31-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" subtype="section" n="31"><p>καὶ οὕτω σφόδρα ὁ νομοθέτης ἐπὶ ταῖς γαμεταῖς γυναιξὶ δίκαια ταῦτα ἡγήσατο εἶναι,
               ὥστε καὶ ἐπὶ ταῖς παλλακαῖς ταῖς ἐλάττονος ἀξίαις τὴν αὐτὴν δίκην ἐπέθηκε. καίτοι
               δῆλον ὅτι, εἴ τινα εἶχε ταύτης μείζω τιμωρίαν ἐπὶ ταῖς γαμεταῖς, ἐποίησεν ἄν. νῦν δὲ
               οὐχ οἷός τε ὢν ταύτης ἰσχυροτέραν ἐπʼ ἐκείναις ἐξευρεῖν, τὴν αὐτὴν καὶ ἐπὶ ταῖς
               παλλακαῖς ἠξίωσε γίγνεσθαι. ἀνάγνωθι δέ μοι καὶ τοῦτον τὸν νόμον.
            </p></div><div type="textpart" subtype="section" n="32"><p><label>Νόμος</label><milestone unit="para" ed="P"/>ἀκούετε, ἄνδρες, ὅτι κελεύει, ἐάν τις ἄνθρωπον
               ἐλεύθερον ἢ παῖδα αἰσχύνῃ βίᾳ, διπλῆν τὴν βλάβην ὀφείλειν· ἐὰν δὲ γυναῖκα, ἐφʼ αἷσπερ
               ἀποκτείνειν ἔξεστιν, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι· οὕτως, ὦ ἄνδρες, τοὺς βιαζομένους
               ἐλάττονος ζημίας ἀξίους ἡγήσατο εἶναι ἢ τοὺς πείθοντας· τῶν μὲν γὰρ θάνατον κατέγνω,
               τοῖς δὲ διπλῆν ἐποίησε τὴν βλάβην, ἡγούμενος τοὺς μὲν διαπραττομένους βίᾳ ὑπὸ τῶν
               βιασθέντων μισεῖσθαι, </p></div><div type="textpart" subtype="section" n="33"><p>τοὺς δὲ πείσαντας οὕτως αὐτῶν τὰς ψυχὰς διαφθείρειν, ὥστʼ οἰκειοτέρας αὑτοῖς ποιεῖν
               τὰς ἀλλοτρίας γυναῖκας ἢ τοῖς ἀνδράσι, καὶ πᾶσαν ἐπʼ ἐκείνοις τὴν οἰκίαν γεγονέναι,
               καὶ τοὺς παῖδας ἀδήλους εἶναι ὁποτέρων τυγχάνουσιν ὄντες, τῶν ἀνδρῶν ἢ τῶν μοιχῶν.
               ἀνθʼ ὧν ὁ τὸν νόμον τιθεὶς θάνατον αὐτοῖς ἐποίησε τὴν ζημίαν. </p></div><div type="textpart" subtype="section" n="34"><p>ἐμοῦ τοίνυν, ὦ ἄνδρες, οἱ μὲν νόμοι οὐ μόνον ἀπεγνωκότες εἰσὶ μὴ ἀδικεῖν, ἀλλὰ καὶ
               κεκελευκότες ταύτην τὴν δίκην λαμβάνειν· ἐν ὑμῖν δʼ ἐστὶ πότερον χρὴ τούτους ἰσχυροὺς
               ἢ μηδενὸς ἀξίους εἶναι. </p></div><div type="textpart" subtype="section" n="35"><p>ἐγὼ μὲν γὰρ οἶμαι πάσας τὰς πόλεις διὰ τοῦτο τοὺς νόμους τίθεσθαι, ἵνα περὶ ὧν ἂν
               πραγμάτων ἀπορῶμεν, παρὰ τούτους ἐλθόντες σκεψώμεθα ὅ τι ἡμῖν ποιητέον ἐστίν. οὗτοι
               τοίνυν περὶ τῶν τοιούτων τοῖς ἀδικουμένοις τοιαύτην δίκην λαμβάνειν παρακελεύονται.
            </p></div><div type="textpart" subtype="section" n="36"><p>οἷς ὑμᾶς ἀξιῶ τὴν αὐτὴν γνώμην ἔχειν· εἰ δὲ μή, τοιαύτην ἄδειαν τοῖς μοιχοῖς
               ποιήσετε, ὥστε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὥστε</foreign> Baiter et Sauppe: <foreign xml:lang="grc">ὡς</foreign> MSS.</note> καὶ τοὺς κλέπτας ἐπαρεῖτε φάσκειν μοιχοὺς εἶναι, εὖ
               εἰδότας ὅτι, ἐὰν ταύτην τὴν αἰτίαν περὶ ἑαυτῶν λέγωσι καὶ ἐπὶ τούτῳ φάσκωσιν εἰς τὰς
               ἀλλοτρίας οἰκίας εἰσιέναι, οὐδεὶς αὐτῶν ἅψεται. πάντες γὰρ εἴσονται ὅτι τοὺς μὲν
               νόμους τῆς μοιχείας χαίρειν ἐᾶν δεῖ, τὴν δὲ ψῆφον τὴν ὑμετέραν δεδιέναι· αὕτη γάρ
               ἐστι πάντων τῶν ἐν τῇ πόλει κυριωτάτη. </p></div><div type="textpart" subtype="section" n="37"><p><milestone unit="para" ed="P"/>σκέψασθε δέ, ὦ ἄνδρες· κατηγοροῦσι γάρ μου ὡς ἐγὼ τὴν
               θεράπαιναν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετελθεῖν ἐκέλευσα τὸν νεανίσκον. ἐγὼ δέ, ὦ ἄνδρες,
               δίκαιον μὲν ἂν ποιεῖν ἡγούμην ᾡτινιοῦν τρόπῳ τὸν τὴν γυναῖκα τὴν ἐμὴν διαφθείραντα
            </p></div><div type="textpart" subtype="section" n="38"><p>λαμβάνων· εἰ μὲν γὰρ λόγων εἰρημένων ἔργου δὲ μηδενὸς γεγενημένου μετελθεῖν ἐκέλευον
               ἐκεῖνον, ἠδίκουν ἄν· εἰ δὲ ἤδη πάντων διαπεπραγμένων καὶ πολλάκις εἰσεληλυθότος εἰς
               τὴν οἰκίαν τὴν ἐμὴν ᾡτινιοῦν τρόπῳ ἐλάμβανον αὐτόν, σωφρονεῖν <add>ἂν</add>
               <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign> add. Taylor.</note> ἐμαυτὸν ἡγούμην· </p></div><div type="textpart" subtype="section" n="39"><p>σκέψασθε δὲ ὅτι καὶ ταῦτα ψεύδονται· ῥᾳδίως δὲ ἐκ τῶνδε γνώσεσθε. ἐμοὶ γάρ, ὦ ἄνδρες,
               ὅπερ καὶ πρότερον εἶπον, φίλος ὢν Σώστρατος καὶ οἰκείως διακείμενος ἀπαντήσας ἐξ
               ἀγροῦ περὶ ἡλίου δυσμὰς συνεδείπνει, καὶ ἐπειδὴ καλῶς εἶχεν αὐτῷ, ἀπιὼν ᾤχετο. </p></div><div type="textpart" subtype="section" n="40"><p>καίτοι πρῶτον μέν, ὦ ἄνδρες, ἐνθυμήθητε· <del>ὅτι</del>
               <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὅτι</foreign> del. Reiske.</note> εἰ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐγὼ
               ἐπεβούλευον Ἐρατοσθένει, πότερον ἦν μοι κρεῖττον αὐτῷ ἑτέρωθι δειπνεῖν ἢ τὸν
               συνδειπνήσοντά μοι εἰσαγαγεῖν; οὕτω γὰρ ἂν ἧττον ἐτόλμησεν ἐκεῖνος εἰσελθεῖν εἰς τὴν
               οἰκίαν. εἶτα δοκῶ ἂν ὑμῖν τὸν συνδειπνοῦντα ἀφεὶς μόνος καταλειφθῆναι καὶ ἔρημος
               γενέσθαι, ἢ κελεύειν ἐκεῖνον μεῖναι,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μεῖναι</foreign> Fuhr: <foreign xml:lang="grc">μὲν εἶναι,
                     μένειν</foreign> MSS.</note> ἵνα μετʼ ἐμοῦ τὸν μοιχὸν ἐτιμωρεῖτο; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>