<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2:21-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2:21-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p>εἶπον ἐγώ, <q>ὅπως τοίνυν ταῦτα μηδεὶς ἀνθρώπων πεύσεται· εἰ δέ μή, οὐδέν σοι κύριον
                  ἔσται τῶν πρὸς ἔμʼ ὡμολογημένων. ἀξιῶ δέ σε ἐπʼ αὐτοφώρῳ ταῦτά μοι ἐπιδεῖξαι· ἐγὼ
                  γὰρ οὐδὲν δέομαι λόγων, ἀλλὰ τὸ ἔργον φανερὸν γενέσθαι, εἴπερ οὕτως ἔχει.</q>
            </p></div><div type="textpart" subtype="section" n="22"><p>ὡμολόγει ταῦτα ποιήσειν. καὶ μετὰ ταῦτα διεγένοντο ἡμέραι τέσσαρες ἢ πέντε,<gap reason="lost"/>ὡς
               ἐγὼ μεγάλοις ὑμῖν τεκμηρίοις ἐπιδείξω. πρῶτον δὲ διηγήσασθαι βούλομαι τὰ πραχθέντα τῇ
               τελευταίᾳ ἡμέρᾳ. Σώστρατος ἦν μοι ἐπιτήδειος καὶ φίλος. τούτῳ ἡλίου δεδυκότος ἰόντι
               ἐξ ἀγροῦ ἀπήντησα. </p></div><div type="textpart" subtype="section" n="23"><p>εἰδὼς δʼ ἐγὼ ὅτι τηνικαῦτα ἀφιγμένος οὐδένα<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδένα</foreign> Bekker: <foreign xml:lang="grc">οὐδὲν ἂν
                  </foreign>MSS.</note> καταλήψοιτο οἴκοι τῶν ἐπιτηδείων, ἐκέλευον, συνδειπνεῖν· καὶ
               ἐλθόντες οἴκαδε ὡς ἐμέ, ἀναβάντες εἰς τὸ ὑπερῷον ἐδειπνοῦμεν. ἐπειδὴ δὲ καλῶς αὐτῷ
               εἶχεν, ἐκεῖνος μὲν ἀπιὼν ᾤχετο, ἐγὼ δʼ ἐκάθευδον. ὁ δʼ Ἐρατοσθένης, ὦ ἄνδρες,
               εἰσέρχεται, καὶ ἡ θεράπαινα ἐπεγείρασά με εὐθὺς φράζει ὅτι ἔνδον ἐστί. κἀγὼ εἰπὼν
               ἐκείνῃ ἐπιμελεῖσθαι τῆς θύρας, καταβὰς σιωπῇ ἐξέρχομαι, καὶ ἀφικνοῦμαι ὡς τὸν καὶ
               τόν, καὶ τοὺς μὲν ἔνδον κατέλαβον, τοὺς δὲ οὐκ ἐπιδημοῦντας ηὗρον. </p></div><div type="textpart" subtype="section" n="24"><p>παραλαβὼν δʼ ὡς οἷόν τε ἦν πλείστους ἐκ τῶν παρόντων ἐβάδιζον. καὶ δᾷδας λαβόντες ἐκ
               τοῦ ἐγγύτατα καπηλείου εἰσερχόμεθα, ἀνεῳγμένης τῆς θύρας καὶ ὑπὸ τῆς ἀνθρώπου
               παρεσκευασμένης. ὤσαντες δὲ τὴν θύραν τοῦ δωματίου οἱ μὲν πρῶτοι εἰσιόντες ἔτι
               εἴδομεν αὐτὸν κατακείμενον παρὰ τῇ γυναικί, οἱ δʼ ὕστερον ἐν τῇ κλίνῃ γυμνὸν
               ἑστηκότα. </p></div><div type="textpart" subtype="section" n="25"><p>ἐγὼ δʼ, ὦ ἄνδρες, πατάξας καταβάλλω αὐτόν, καὶ τὼ χεῖρε περιαγαγὼν εἰς τοὔπισθεν καὶ
               δήσας ἠρώτων διὰ τί ὑβρίζει εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών. κἀκεῖνος ἀδικεῖν μὲν
               ὡμολόγει, ἠντεβόλει δὲ καὶ ἱκέτευε μὴ ἀποκτεῖναι<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀποκτεῖναι</foreign> Hertlein: <foreign xml:lang="grc">αὐτὸν
                     κτεῖναι</foreign> MSS.</note> ἀλλʼ ἀργύριον πράξασθαι. ἐγὼ δʼ εἶπον ὅτι <q>οὐκ
                  ἐγώ σε ἀποκτενῶ, </q>
            </p></div><div type="textpart" subtype="section" n="26"><p><q>ἀλλʼ ὁ τῆς πόλεως νόμος, ὃν σὺ παραβαίνων περὶ ἐλάττονος τῶν ἡδονῶν ἐποιήσω, καὶ
                  μᾶλλον εἵλου τοιοῦτον ἁμάρτημα ἐξαμαρτάνειν εἰς τὴν γυναῖκα τὴν ἐμὴν καὶ εἰς τοὺς
                  παῖδας τοὺς ἐμοὺς ἢ τοῖς νόμοις πείθεσθαι καὶ κόσμιος εἶναι.</q><milestone unit="part" n="Proof"/></p></div><div type="textpart" subtype="section" n="27"><p>οὕτως, ὦ ἄνδρες, ἐκεῖνος τούτων ἔτυχεν ὧνπερ οἱ νόμοι κελεύουσι τοὺς τὰ τοιαῦτα
               πράττοντας, οὐκ εἰσαρπασθεὶς ἐκ τῆς ὁδοῦ, οὐδʼ ἐπὶ τὴν ἑστίαν καταφυγών, ὥσπερ οὗτοι
               λέγουσι· πῶς γὰρ ἄν, ὅστις ἐν τῷ δωματίῳ πληγεὶς κατέπεσεν εὐθύς, περιέστρεψα δʼ
               αὐτοῦ τὼ χεῖρε, ἔνδον δὲ ἦσαν ἄνθρωποι τοσοῦτοι, οὓς διαφυγεῖν οὐκ ἐδύνατο, οὔτε
               σίδηρον οὔτε ξύλον οὔτε ἄλλο οὐδὲν ἔχων, ᾧ τοὺς εἰσελθόντας ἂν ἠμύνατο. </p></div><div type="textpart" subtype="section" n="28"><p>ἀλλʼ, ὦ ἄνδρες, οἶμαι καὶ ὑμᾶς εἰδέναι ὅτι οἱ μὴ τὰ δίκαια πράττοντες οὐχ ὁμολογοῦσι
               τοὺς ἐχθροὺς λέγειν ἀληθῆ, ἀλλʼ αὐτοὶ ψευδόμενοι καὶ τὰ τοιαῦτα μηχανώμενοι ὀργὰς
               τοῖς ἀκούουσι κατὰ τῶν τὰ δίκαια πραττόντων παρασκευάζουσι. πρῶτον μὲν οὖν ἀνάγνωθι
               τὸν νόμον.
            </p></div><div type="textpart" subtype="section" n="29"><p><label>Νόμος</label><milestone unit="para" ed="P"/>οὐκ ἠμφεσβήτει, ὦ ἄνδρες, ἀλλʼ ὡμολόγει ἀδικεῖν, καὶ
               ὅπως μὲν μὴ ἀποθάνῃ ἠντεβόλει καὶ ἱκέτευεν, ἀποτίνειν δʼ ἕτοιμος ἦν χρήματα. ἐγὼ δὲ
               τῷ μὲν ἐκείνου τιμήματι οὐ συνεχώρουν, τὸν δὲ τῆς πόλεως νόμον ἠξίουν εἶναι
               κυριώτερον, καὶ ταύτην ἔλαβον τὴν δίκην, ἣν ὑμεῖς δικαιοτάτην εἶναι ἡγησάμενοι τοῖς
               τὰ τοιαῦτα ἐπιτηδεύουσιν ἐτάξατε. καί μοι ἀνάβητε τούτων μάρτυρες.
            </p></div><div type="textpart" subtype="section" n="30"><p><label>Μάρτυρες</label><milestone unit="para" ed="P"/>ἀνάγνωθι δέ μοι καὶ τοῦτον τὸν νόμον <add>τὸν</add>
               <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign> add. Westermann.</note> ἐκ τῆς στήλης τῆς ἐξ
               Ἀρείου πάγου.</p><p><label>Νόμος</label><milestone unit="para" ed="P"/>ἀκούετε, ὦ ἄνδρες, ὅτι αὐτῷ τῷ δικαστηρίῳ τῷ ἐξ Ἀρείου
               πάγου, ᾧ καὶ πάτριόν ἐστι καὶ ἐφʼ ἡμῶν ἀποδέδοται τοῦ φόνου τὰς δίκας δικάζειν,
               διαρρήδην εἴρηται τούτου μὴ καταγιγνώσκειν φόνον,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τούτου <gap reason="lost"/> φόνον</foreign> Reiske: <foreign xml:lang="grc">τοῦτον <gap reason="lost"/> φόνου</foreign> MSS.</note> ὃς ἂν ἐπὶ δάμαρτι τῇ ἑαυτοῦ μοιχὸν
               λαβὼν ταύτην τὴν τιμωρίαν ποιήσηται. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>