<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2:11-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2:11-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0540.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" subtype="section" n="11"><p>προϊόντος δὲ τοῦ χρόνου, ὦ ἄνδρες, ἧκον μὲν ἀπροσδοκήτως ἐξ ἀγροῦ, μετὰ δὲ τὸ δεῖπνον
               τὸ παιδίον ἐβόα καὶ ἐδυσκόλαινεν ὑπὸ τῆς θεραπαίνης ἐπίτηδες λυπούμενον, ἵνα ταῦτα
               ποιῇ· ὁ γὰρ ἄνθρωπος ἔνδον ἦν· </p></div><div type="textpart" subtype="section" n="12"><p>ὕστερον γὰρ ἅπαντα ἐπυθόμην. καὶ ἐγὼ τὴν γυναῖκα ἀπιέναι ἐκέλευον καὶ δοῦναι τῷ
               παιδίῳ τὸν τιτθόν, ἵνα παύσηται κλᾶον. ἡ δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελεν, ὡς ἂν ἀσμένη με
               ἑωρακυῖα ἥκοντα διὰ χρόνου· ἐπειδὴ δὲ ἐγὼ ὠργιζόμην καὶ ἐκέλευον αὐτὴν ἀπιέναι,
                  <q>ἵνα σύ γε</q> ἔφη <q>πειρᾷς ἐνταῦθα τὴν παιδίσκην· καὶ πρότερον δὲ μεθύων
                  εἷλκες αὐτήν.</q> κἀγὼ μὲν ἐγέλων, </p></div><div type="textpart" subtype="section" n="13"><p>ἐκείνη δὲ ἀναστᾶσα καὶ ἀπιοῦσα προστίθησι τὴν θύραν, προσποιουμένη παίζειν, καὶ τὴν
               κλεῖν ἐφέλκεται. κἀγὼ τούτων οὐδὲν ἐνθυμούμενος οὐδʼ ὑπονοῶν ἐκάθευδον ἄσμενος, ἥκων
               ἐξ ἀγροῦ. </p></div><div type="textpart" subtype="section" n="14"><p>ἐπειδὴ δὲ ἦν πρὸς ἡμέραν, ἧκεν ἐκείνη καὶ τὴν θύραν ἀνέῳξεν. ἐρομένου δέ μου τί αἱ
               θύραι νύκτωρ ψοφοῖεν, ἔφασκε τὸν λύχνον ἀποσβεσθῆναι τὸν παρὰ τῷ παιδίῳ, εἶτα ἐκ τῶν
               γειτόνων ἐνάψασθαι. ἐσιώπων ἐγὼ καὶ ταῦτα οὕτως ἔχειν ἡγούμην. ἔδοξε δέ μοι, ὦ
               ἄνδρες, τὸ πρόσωπον ἐψιμυθιῶσθαι, τοῦ ἀδελφοῦ τεθνεῶτος οὔπω τριάκονθʼ ἡμέρας· ὅμως
               δʼ οὐδʼ οὕτως οὐδὲν εἰπὼν περὶ τοῦ πράγματος ἐξελθὼν ᾠχόμην ἔξω σιωπῇ. </p></div><div type="textpart" subtype="section" n="15"><p>μετὰ δὲ ταῦτα, ὦ ἄνδρες, χρόνου μεταξὺ διαγενομένου καὶ ἐμοῦ πολὺ ἀπολελειμμένου τῶν
               ἐμαυτοῦ κακῶν, προσέρχεταί μοί τις πρεσβῦτις ἄνθρωπος, ὑπὸ γυναικὸς ὑποπεμφθεῖσα ἣν
               ἐκεῖνος ἐμοίχευεν, ὡς ἐγὼ ὕστερον ἤκουον· αὕτη δὲ ὀργιζομένη καὶ ἀδικεῖσθαι
               νομίζουσα, ὅτι οὐκέτι ὁμοίως ἐφοίτα παρʼ αὐτήν, ἐφύλαττεν ἕως ἐξηῦρεν ὅ τι εἴη τὸ
               αἴτιον. προσελθοῦσα οὖν μοι ἐγγὺς ἡ ἄνθρωπος τῆς οἰκίας τῆς ἐμῆς ἐπιτηροῦσα,
                  <q>εὐφίλητε</q> ἔφη <q>μηδεμιᾷ πολυπραγμοσύνῃ προσεληλυθέναι με νόμιζε πρὸς σέ·
               </q>
            </p></div><div type="textpart" subtype="section" n="16"><p><q>ὁ γὰρ ἀνὴρ ὁ ὑβρίζων εἰς σὲ καὶ τὴν σὴν γυναῖκα ἐχθρὸς ὢν ἡμῖν τυγχάνει. ἐὰν οὖν
                  λάβῃς τὴν θεράπαιναν τὴν εἰς ἀγορὰν βαδίζουσαν καὶ διακονοῦσαν ὑμῖν καὶ βασανίσῃς,
                  ἅπαντα πεύσῃ. ἔστι δʼ</q> ἔφη <q>Ἐρατοσθένης Ὀῆθεν ὁ ταῦτα πράττων, ὃς οὐ μόνον
                  τὴν σὴν γυναῖκα διέφθαρκεν ἀλλὰ καὶ ἄλλας πολλάς· ταύτην γὰρ <del>τὴν</del>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign> del. Bekker.</note> τέχνην ἔχει.</q>
            </p></div><div type="textpart" subtype="section" n="17"><p>ταῦτα εἰποῦσα, ὦ ἄνδρες, ἐκείνη μὲν ἀπηλλάγη, ἐγὼ δʼ εὐθέως ἐταραττόμην, καὶ πάντα
               μου εἰς τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦ ὑποψίας, ἐνθυμούμενος μὲν ὡς ἀπεκλῄσθην ἐν τῷ
               δωματίῳ, ἀναμιμνῃσκόμενος δὲ ὅτι ἐν ἐκείνῃ τῇ νυκτὶ ἐψόφει ἡ μέταυλος θύρα καὶ ἡ
               αὔλειος, ὃ οὐδέποτε ἐγένετο, ἔδοξέ τέ μοι ἡ γυνὴ ἐψιμυθιῶσθαι. ταῦτά μου πάντα εἰς
               τὴν γνώμην εἰσῄει, καὶ μεστὸς ἦ ὑποψίας. </p></div><div type="textpart" subtype="section" n="18"><p>ἐλθὼν δὲ οἴκαδε ἐκέλευον ἀκολουθεῖν μοι τὴν θεράπαιναν εἰς τὴν ἀγοράν, ἀγαγὼν δʼ
               αὐτὴν ὡς τῶν ἐπιτηδείων τινὰ ἔλεγον ὅτι ἐγὼ πάντα εἴην πεπυσμένος τὰ γιγνόμενα ἐν τῇ
               οἰκίᾳ· <q>σοὶ οὖν</q> ἔφην <q>ἔξεστι δυοῖν ὁπότερον βούλει ἑλέσθαι, ἢ μαστιγωθεῖσαν
                  εἰς μύλωνα ἐμπεσεῖν καὶ μηδέποτε παύσασθαι κακοῖς τοιούτοις συνεχομένην, ἢ
                  κατειποῦσαν ἅπαντα τἀληθῆ μηδὲν παθεῖν κακόν, ἀλλὰ συγγνώμης παρʼ ἐμοῦ τυχεῖν τῶν
                  ἡμαρτημένων. ψεύσῃ δὲ μηδέν, ἀλλὰ πάντα τἀληθῆ λέγε.</q>
            </p></div><div type="textpart" subtype="section" n="19"><p>κἀκείνη τὸ μὲν πρῶτον ἔξαρνος ἦν, καὶ ποιεῖν ἐκέλευεν ὅ τι βούλομαι· οὐδὲν γὰρ
               εἰδέναι· ἐπειδὴ δὲ ἐγὼ ἐμνήσθην Ἐρατοσθένους πρὸς αὐτήν, καὶ εἶπον ὅτι οὗτος ὁ φοιτῶν
               εἴη πρὸς τὴν γυναῖκα, ἐξεπλάγη ἡγησαμένη με πάντα ἀκριβῶς ἐγνωκέναι. καὶ τότε ἤδη
               πρὸς τὰ γόνατά μου πεσοῦσα, </p></div><div type="textpart" subtype="section" n="20"><p>καὶ πίστιν παρʼ ἐμοῦ λαβοῦσα μηδὲν πείσεσθαι κακόν, κατηγόρει πρῶτον μὲν ὡς μετὰ τὴν
               ἐκφορὰν αὐτῇ προσίοι, ἔπειτα ὡς αὐτὴ τελευτῶσα εἰσαγγείλειε καὶ ὡς ἐκείνη τῷ χρόνῳ
               πεισθείη, καὶ τὰς εἰσόδους οἷς τρόποις προσίοιτο,<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προσίοιτο</foreign> Kayser: <foreign xml:lang="grc">προσίοι</foreign> MSS.</note> καὶ ὡς Θεσμοφορίοις ἐμοῦ ἐν ἀγρῷ ὄντος ᾤχετο εἰς
               τὸ ἱερὸν μετὰ τῆς μητρὸς τῆς ἐκείνου· καὶ τἆλλα τὰ γενόμενα πάντα ἀκριβῶς διηγήσατο.
               ἐπειδὴ δὲ πάντα εἴρητο αὐτῇ, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>