<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg052.1st1K-grc1:61-72</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg052.1st1K-grc1:61-72</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg052.1st1K-grc1"><div type="textpart" subtype="verse" n="61"><p>καὶ νεφέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ θεοῦ ἐπιπορεύεσθαι
ἐφʼ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν.</p></div><div type="textpart" subtype="verse" n="62"><p>χ ό τε πῦρ
ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς ποιεῖ τὸ συνταχθέν.
ταῦτα δὲ oδτε ταῖς εἰδέαις οὕτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα
ἐστίν.</p></div><div type="textpart" subtype="verse" n="63"><p>ὅδεν οὕτε νομιστέον οὕτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς,
οὐ δυνατῶν ὄντων αὐτῶν οὕτε κρίσιν κρῖναι οὕτε εὗ ποιεῖν ἀυθρώποις.</p></div><div type="textpart" subtype="verse" n="64"><p>γνόντες οὗν ὅτι οὐκ εἰσὶν θεοί, μὴ φοβηθῆτε αὐτούς.</p></div><div type="textpart" subtype="verse" n="65"><p>Οὔτε
γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται οὕτε μὴ εὐλογήσωσι.</p></div><div type="textpart" subtype="verse" n="66"><p>σημεῖά
τε ἐυ ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν, οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν,
οὐδὲ φωτίσουσιν ὡς σελήνη.</p></div><div type="textpart" subtype="verse" n="67"><p>τὰ θηρία ἐστὶν κρείττω αὐτῶν,
ἄ δύνανται ἐκφυγόντα εἰς σκέπην αὐτὰ φελῆσαι.</p></div><div type="textpart" subtype="verse" n="68"><p>κατʼ οὐδένα
οὗν τρόπον ἐστὶν ἡμῖν φανερὸν ὅτι εἰσὶν θεοί διὸ μὴ φοβηθῆτε
<note type="footnote">55 δε] τε A αντιστωσι Q 56 εκδεκτεον η νομιστεον] η νομισταιον <note type="marginal">AQ</note>
η δεκταιον A νομιστεον εκδεκτεον Q* (νομ. η εκδ. Qᵃ) εισι Qᵃ διαθωσιν]
διασωσουσιν A διασωθωσιν Q* (-σι Qa) om και περιαργυρι Q* (hab Qmg)
57 περιελουνται] περιελομενοι Q απελευσονται] pr και A ουτε] οι δε A
58 κρεισσων AQ επιδειγνυμενον A ανδριαν A κεχρησεται] χρησεται A
κρησηται Q κεκτημενος] κτησαμενος A 59 om μεν Q* (hab Qmᵍ) εισιν]
εστῖ AOᵐᵍ 60 εστι Qᵃ om και 2⁰ AQ 61 νεφελαις] νεφελη A επι-
πορευεσθαι] πορευεσθαι Q συντελοχιν A ταχθεν] επιταχθεν Qᵐᵍ 62 τε]
δε AQ* (τε Qa) εξαναλωσαι] εξρημωσαι Q ορη] + και βουνους Q ουτε 1⁰]
ουδε A ιδεαις AQa ουτε 2⁰] ουδε AQ ουτων] ενι ουτων A ενι τουτων
αφομοιωμενα Q εστιν] εισιν Q 63 κλητεον] εκλεκταιον A αυτους
υπαρχειν A ποιειν] ποιησαι Qa 64 εισι Qaᵃ 65 καταρασονται A
ευλογησουσιν AQa 66 εν εθνεσιν εν ουρανω] εν ουνω και εν εθνεσιν
A δειξωσι Β* ουδε] ουτε AQ | λαμψουσιν] ου μη εκλαμψουσιν A ου μη
λαμψ ωσιν Q ουδε] ουτε AQ + μη A φωτιουσιν AQ σεληνη] pr η AQa
67 εστιν κρειττω] κρισσων εστιν A εστιν κρεισσονα Q αυτα] εαυτα Q)
68 εισιν] pr ουκ (superscr) Qa ςφοβητε Q* (.βηθητε Qa)</note>

<pb n="384"/>
<note type="marginal">B</note> αὐτούς.</p></div><div type="textpart" subtype="verse" n="69"><p>Ὥσπερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον,
οὕτως οἱ θεοὶ αὐτῶν εἰσὶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι.</p></div><div type="textpart" subtype="verse" n="70"><p>τὸν αὐτὸν τρόπον καὶ τῇ ἐν κήπῳ όάμνῳ, ἐφʼ ἧς πᾶν
ὄρνεον ἐπικάθηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐρριμμένῳ ἐν σκότει
ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι.</p></div><div type="textpart" subtype="verse" n="71"><p>ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπʼ αὐτοὺς σηπομένης
γνωσθήσεται ὅτι οὐκ εἰσὶν θεοί αὐτά τε ἐξ ὑστέρου βρωθήσονται,
καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ.</p></div><div type="textpart" subtype="verse" n="72"><p>κρείσσων οὖν ἄνθρωπος δίκαιος
οὐκ ἔχων εἶδωλα, ἔσται γὰρ μακράν ἀπὸ ὀνειδισμοῦ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>