<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg052.1st1K-grc1:49-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg052.1st1K-grc1:49-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg052.1st1K-grc1"><div type="textpart" subtype="verse" n="49"><p>πῶς οὗν οὐκ ἔστιν αἰσθέσθαι
ὅτι οὐκ εἰσὶν θεοί, οἱ οδτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου οὕτε
ἐκ κακῶν;</p></div><div type="textpart" subtype="verse" n="50"><p>ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα
γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ· τοῖς ἔθνεσι πᾶσι τοῖς τε
βασιλεῦσι φανερὸν ἔσται ὅτι οὐκ εἰσὶ θεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων,
καὶ οὐδὲν θεοῦ ἔργον ἐν αὐτοῖς ἐστίν.</p></div><div type="textpart" subtype="verse" n="51"><p>Τίνι οὗν γνωστέον ἐστὶν ὅτι οὐκ εἰσὶν θεοί;</p></div><div type="textpart" subtype="verse" n="52"><p>βασιλέα γὰρ
χώρας οὐ μὴ ἀναστήσωσιν, οὕτε ὑετὸν ἀνθρώποις οὐ μὴ δώσιν,</p></div><div type="textpart" subtype="verse" n="53"><p>κρίσιν τε οὐ μὴ διακρίνωσιν ἑαυτῶν, οὐδὲ μὴ όύσωνται ἀδίκημα,
ἀδύνατοι ὄντες·</p></div><div type="textpart" subtype="verse" n="54"><p>ὥσπερ γὰρ κορῶναι ἀνὰ μέσον τοῦ οὐρανοῦ <lb n="54"/>
καὶ τῆς γῆς. καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἡ
περιχρύσων ἡ περιαργύρων πῦρ, οἱ μέν ἱερεῖς αὐτῶν φεύξονται καὶ
διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται.</p></div><note type="marginal">AQ</note><note type="footnote">41 νοησαντες] pr τουτο A κατελειπειν Qᵃ 42 περιτιθεμεναι A εγκα-
θηνται BᵃᵇAQ) θυμιωσαι] θυμιωντες A 43 εφελκυσθεισα (επελκ. Q*
εφελκ. Qᵃ)] απελκυσθεις A κοιμηθῇ] + μετ αυτης A πλησιον] + αυτης A
οτι] ο sup ras A ουκ B* ου κ B? ουτε] ουδε AQ 44 γινομενα A
(γειν.) Q αυτοις] pr παρ A pr εν Q ως] ωστε AQ αυτου A* (.τους Aᵃ)
45 κατασκευασμενα B* ᵇA (κατεσκ. BᵃᵇQ) εισιν] εστιν A συθεν (.δεν )] +
γαρ A μη] pr ου A γενηται] γενωνται AQ om οι τεχνιται αυτα γενεσθαι A
47 τε δη] ουν A γε Q κατασκευασθεντα] + ειναι θεοι A κατελειπον A
48 om επελθῃ A αυτα] αυτους A συναποκρυβωσιν AQ* (.σι Qᵃ) 49 εισι
Q θεοι] + αλλ εργα χειρυν ανων Q om οι A εαυτους] αυτους AQ πολεμων A
50 om γαρ Q εστιν 1⁰] εισιν A εθνεσιν A om τε A φανερα Q εσται]
εστιν A εισιν AQ* (σι Qᵃ) θεου] ουν A 51 γνωστεον] γνωστον A pr
ου Q εστιν] ουκ εσται A εισιν] εισι Qᵃ 52 αναστησουσιν Q δωσιν]
δωσουσιν Q* (-σι Qᵃ) 53 διακρινωσιν] κρινωσιν Q εαυτων] ουτων
AQ ουδε] ουτε Q αδικημα] αδικουμενον A 54 γαρ 1⁰] αι AQmg |ανα
μεσον] pr αι A εμπεση] πεση Q om πυρ A</note><pb n="383"/><div type="textpart" subtype="verse" n="55"><p>βασιλεῖ δέ καὶ πολεμίοις οὐ μὴ ἀντιστώσιν.</p></div><div type="textpart" subtype="verse" n="56"><p>πῶς οὗν ἐκδεκτέον <note type="marginal">Β</note>
ἤ νομιστέον ὅτι εἰσὶν θεοί; Οδτε ἀπὸ κλεπτῶν οὕτε ἀπὸ
λῃστῶν οὐ μὴ διαθώσιν, θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι·</p></div><div type="textpart" subtype="verse" n="57"><p>ὦν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν
ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὕτε ἑαυτοῖς
οὐ μὴ βοηθήσωσιν.</p></div><div type="textpart" subtype="verse" n="58"><p>ζώστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον
τὴν ἑαυτοῦ ἀνδρείαν ἡ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐφ ᾧ κεχρήσεται ὁ
κεκτημένος, ἤ οἱ ψευδεῖς θεοί ἡ καὶ θύρα ἐν οἰκίᾳ διασώζουσα τὰ ἐν
αὐτῇ ὄντα ἤ οἱ ψευδεῖς θεοί, καὶ ξύλινος στύλος ἐν βασιλείοις ἤ οἱ
ψευδεῖς θεοί</p></div><div type="textpart" subtype="verse" n="59"><p>ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ
καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοα εἰσιν.</p></div><div type="textpart" subtype="verse" n="60"><p>ῶὡσαύτως καὶ ἀστραπὴ
ὅταν ἐπιφανῇ εὐοπτός ἐστιν· τὸ δʼ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ
πνεῖ</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>